De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Χρόνῳ δ’ ὕστερον αὐτῷ τελευτᾷ ἡ γυνὴ θυμηρεστάτη καὶ τὰ πάντα ἀρίστη, μυρία δείγματα τῆς φιλανδρίας ἐνεγκαμένη, τὴν σὺν αὐτῷ τῶν συγγενῶν ἀπόλειψιν, τὴν ἐκ τῆς οἰκείας ἀνενδοίαστον μετάστασιν, τὰς ἐπὶ τῆς ἀλλοδαπῆς συνεχεῖς καὶ ἐπαλλήλους πλάνας, τὰς κατὰ λιμὸν ἐνδείας, τὰς ἐν πολέμοις συστρατείας.

ἀεὶ γὰρ καὶ πανταχοῦ παρῆν οὐδένα τόπον ἢ καιρὸν ἀπολείπουσα, κοινωνὸς ὄντως βίου καὶ τῶν κατὰ τὸν βίον πραγμάτων, ἐξ ἴσου δικαιοῦσα μετέχειν ἀγαθῶν ὁμοῦ καὶ κακῶν· οὐ γὰρ ὥσπερ ἔνιαι τὰς μὲν κακοπραγίας ἀπεδίδρασκε, ταῖς δ’ εὐτυχίαις ἐφήδρευεν, ἀλλὰ τὸν ἐν ἀμφοτέραις κλῆρον ὡς ἐπιβάλλοντα καὶ ἁρμόττοντα γαμετῇ μετὰ προθυμίας πάσης ἀνεδέχετο.

πολλὰ δὲ ἔχων ἐγκώμια τῆς ἀνθρώπου διεξιέναι, ἑνὸς ὑπομνησθήσομαι, ὃ γενήσεται καὶ τῶν ἄλλων σαφεστάτη πίστις. ἄγονος γὰρ οὖσα [*](2 μηκέτ’ Κ: μηκέτι ceteri μὴ καταξιοῦσαι HE τὰ ἴσα om. BEK τελεία C 3 σοφιστὴν C ὃς om. BE αὑτοῦ H2: om. Γ’. αὐτοῦ ceteri 4 ante τἀς add. καὶ CFGM καὶ τὰ om. CFG 6 ἀνταγώνιστον P 6 τεσσάρων BEK 7 φθορᾶς ΒΕΚ: διαφθορᾶς ceteri αἰτίαι Ε 8 ἱερὸς λόγος transp. HP Arm 9 ἐρρωμενέστατα CFG 11 δὲ BEK αὐτῷ om. BE, τελευτᾶ αὐτοῦ Κ Arm 12 τὰ πάντα BFAi: πάντα ceteri φιλανδρείας HP 13 αὐτῷ] ἀνδρὶ Arm ἀπόληψιν Α οἰκείας C: οἰκίας ceteri 13. 14 μετανάστασιν coni. Mang. 14 πλάνους P 15 ἐν ἐνδεία ΒΕ τὰς— συστρατείας om. Arm πολέμω Κ συσιρατιάς ΒΕ, στρατείας P πανταχῆ P 16 καιρὸν CBEK Arm: κλῆρον ceteri (v) ἀπολείπουσα CBEK: ἀπολιποῦσα ceteri ante βίου add. καὶ ΒΕΚ 18 καὶ om. C ὡς BE τὰς—ἀπεδίδρασκε om. CFG 19 δ’ οm. CFG εὐωχίαις ΒΕ ἐφίδρυεν BE, εὐήδρευεν P τὸν] τῶν Α ἀμφοτέροις BEK 20 τῆς πάσης BE 21 δ’ Κ 21. 22 ὑπομνησθήσομαι BEK: ἐπιμνησθήσομαι ceteri 22 καὶ BEK Arm: om. ceteri) [*](22 sqq. Gen. cap. 16)

v.4.p.55
καὶ στεῖρα, δείσασα μὴ κατὰ τὸ παντελὲς ἔρημος γενεᾶς ὁ θεοφιλὴς οἶκος ἀπολειφθῇ, προσελθοῦσα τῷ ἀνδρί φησι τάδε·

„πολὺν μὲν ἤδη χρόνον συμβιοῦμεν ἀλλήλοις εὐαρεστοῦντες, οὗ δὲ χάριν καὶ αὐτοὶ συνεληλύθαμεν καὶ ἡ φύσις τὴν ἀνδρὸς καὶ γυναικὸς ἡρμόσατο κοινωνίαν, τέκνων γένεσις οὐκ ἔστιν, ἀλλ’ οὐδ’ εἰσαῦθις ἐξ ἐμοῦ γε ὑπερήλικος ἤδη γεγονυίας ἐλπίζεται.