De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πολυάργυρος καὶ πολύχρυσος ἐν τοῖς μάλιστα ὢν καὶ θρεμμάτων πολυζῴους ἔχων ἀγέλας καὶ τῶν ἐγχωρίων καὶ αὐτοχθόνων τοῖς ἱκανὰ κεκτημένοις ἐν τῷ περιουσιάζειν ἁμιλλώμενος καὶ πλουσιώτερος γεγονὼς ἢ κατὰ μέτοικον ὑπ’ οὐδενὸς ἐμέμφθη τῶν ὑποδεξαμένων, ἀλλ’ ὑπὸ πάντων τῶν εἰς πεῖραν ἐλθόντων ἐπαινούμενος διετέλεσεν.

εἰ δὲ καί τις, οἷα φιλεῖ πολλάκις, ἐκ θεραπόντων καὶ τῶν συνδιατριβόντων ἅμιλλα καὶ διαφορὰ πρὸς ἑτέρους ἐγένετο, ταύτην ἐπειρᾶτο διαλύειν ἡσυχῇ βαρυτέρῳ ἤθει τὰ φιλόνεικα καὶ ταραχώδη καὶ στασιαστικὰ πάντα προβεβλημένος καὶ τῆς ψυχῆς ἀπεληλακώς.

καὶ θαυμαστὸν οὐδέν, εἰ πρὸς τοὺς ἀλλοτρίους τοιοῦτος ἦν, οἳ βαρυτέρᾳ καὶ δυνατωτέρᾳ χειρὶ συμφωνήσαντες ἠμύναντο ἂν ἄρχοντα χειρῶν ἀδίκων, ὁπότε καὶ πρὸς [*](2 καταδύσασα F1 ὃν Α γεννητοῦ ΚΑΗΡ 3 σφετερίζηται Η2: σφετερίζειαι ceteri αὐτοῖς C φασὶ Α 4 μηδὲν] μὴ Arm εὐλαβηθεὶς Α 5 τῶν ἀνθρώπων τὸ γένος BEK: τὸ ἀνθρώπων γένος ceteri ὠδίναις G 5. G ἄχεσιν ἀκράτοις coni Mang. 6 ἐμφύρεσθαι coni. Mang. 7 καὶ γαληνιάσαι ποτὲ BKK: ποτὲ καὶ γαληνιάσαι transp. ceteri τὴν alt.] εἷς CFG 8 πλείονα HP γηθεῖν conicio 10 εἰ om. G 11 ἄλλων om. P ἄφθονα G, ἀφθονία om. in lac. C λεγέσθω F 12 βεβαιότητα F αὐτῆς] αὐτοῦ Κ 13 τῶν αὐτῶν (ῶ ex ὁ corr.) Α; τὸ αὐτὸ coni. Mang. (sic Arm) ἑκάτερα P 15 μακρὰν Η1 δυοῖν KHP δ’ CFGMA 16 πολύχρυσος καὶ πολυάργυρος transp. HP 17 ἔχων ἀγέλας BEK Arm: ἀγέλας ἔχων ceteri 19 ὑπ’ οὐδενὸς CKH2: ὐπ’ om. ceteri 20 τῶν om. BEFG 23 βαρυτέρῳ] πρᾳοτέρῳ coni. Mang. πρᾳότητι τὰ βαρύτερα Arm) πάντ’ C 4 ἀποβεβλημένος C, ἀποπροβεβλημένος H1P προ eras. H2), προαποβεβλημένος προαποβεβλημένος BEK εἰ] ἢ Α 25 οἱ] ἢ Α 26 ἀνάρχοντα MA)

v.4.p.47
τοὺς γένει μὲν οἰκείους, γνώμῃ δ’ ἠλλοτριωμένους, ἐρήμους καὶ μόνους καὶ πολλῷ καταδεέστερα κεκτημένους ἐμετρίαζεν, ἐλαττούμενος ἑκὼν ἐν οἷς πλεονεκτεῖν ἐδύνατο.

ἦν γὰρ ἀδελφιδοῦς αὐτῷ, τῆς πατρίδος ὅτε μετανίστατο, συνεξεληλυθώς, ἀβέβαιος, ὑπαμφίβολος, ἀντιρρέπων ὧδε κἀκεῖσε, τοτὲ μὲν προσσαίνων φιλικοῖς ἀσπάσμασι, τοτὲ δὲ ἀφηνιάζων καὶ ἀπαυχενίζων διὰ τὴν τῶν τρόπων ἀνωμαλίαν.