De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
μηδεὶς δ’ ὑπολαβέτω τὴν ἄκρατον καὶ ἀμιγῆ λύπης χαρὰν ἀπ’ οὐρανοῦ καταβαίνειν ἐπὶ τὴν γῆν, ἀλλὰ κέκραται ἐξ ἀμφοῖν, περιττεύοντος τοῦ κρείττονος· ὅνπερ τρόπον καὶ τὸ φῶς ἐν οὐρανῷ μὲν ἄκρατον καὶ ἀμιγὲς σκότους ἐστίν, ἐν δὲ τοῖς ὑπὸ σελήνην ἀέρι ζοφερῷ κεκραμένον φαίνεται.
ταύτης ἕνεκα τῆς αἰτίας δοκεῖ μοι καὶ πρότερον γελάσασα ἡ ἀρετῆς ἐπώνυμος [*](1 μὲν om. CFGMA μεταληφθέντος τοῦ ὀνόματος om. Arm. 2 δέ HP ἐγγιγνόμενος CFGMA 3 καταλαμβάνεται CA τανῦν (vel τὰ νῦν) codd.: νῦν V εὐστάθεια Κ, εὐστάθεια BE 4 συμβούλου G 5 τὸ pr.] τῶ F ἀνθρώπινον ΒΕΚ: ἀνθρώπων CXiMA, τῶν ἀνθρώπων FHP 6 ἢ pr. om. CFG 7 ἐν χερσὶν om. CFG pcst ἀβουλήτοις add. χωρεῖν C 8. 9 παντὸς πάθους ἀμέτοχος BEK Arm: ἀμέτοχος παντὸς πάθους transp. ceteri 10 μόνη om. Arm post ὁμολογίαν add. ἔχειν ABE 11. 12 ἀπ’ αὐτοῦ BEK 12 καθόσον codd. 13 μόνον οὐ BE, μονονοὺ Κ: μόνον οὐχὶ ceteri 16 χρῆσθαι om. Arm 17 τοῦτον F ἀνίεσθαι CF1 18 ἡ] καὶ F κακίαις] μαλακίαις FC, μαλακείαις C 21 τὴν om. BE ἀλλὰ κέκραται scripsi: ἀλλ’ ἐγκέκραται KHP, ἀλλὰ κράματος CFGA, ἀλλὰ κρέμαται BE, ἀλλ’ ἐκκρέμαται M; κρᾶμά τι coni. Mang. κρείττονος] χείρονος voluit Mang. 23 ζοφερῷ om. BE κεκραμμένον HP φαίνει CF 24 καὶ πρότερον γελάσασα BEK: γελάσασα καὶ πρότερον transp. ceteri ἡ (τῆς add. Κ) ἀρετῆς ἐπώνυμος codd.: ἀρετῆς ἡ ἐπώνυμος Mang. ἀρετῆς] ἀρχῆς vel ἀρχούσης ἀρετῆς coni. Mang.)
μηδὲν εὐλαβηθῇς, ὄντως ἐγέλασας καὶ μέτεστί σοι χαρᾶς. οὐ γὰρ εἴασεν ὁ πατὴρ τῶν ἀνθρώπων τὸ γένος λύπαις καὶ ὀδύναις καὶ ἄχθεσιν ἀνιάτοις ἐμφέρεσθαι, παρέμιξε δὲ καὶ τῆς ἀμείνονος φύσεως, εὐδιάσαι καὶ γαληνιάσαι ποτὲ τὴν ψυχὴν δικαιώσας· τὴν δὲ τῶν σοφῶν καὶ τὸν πλείω χρόνον τοῦ βίου γήθειν καὶ εὐφραίνεσθαι τοῖς τοῦ κόσμου θεωρήμασιν ἐβουλήθη.
Τοσαῦτα μὲν περὶ τῆς τοῦ ἀνδρὸς εὐσεβείας, εἰ καὶ πολλῶν ἄλλων ἐστὶν ἀφθονία, λελέχθω. διερευνητέον δὲ καὶ τὴν πρὸς ἀνθρώπους αὐτοῦ δεξιότητα· τῆς γὰρ αὐτῆς φύσεώς ἐστιν εὐσεβῆ τε εἶναι καὶ φιλάνθρωπον, καὶ περὶ τὸν αὐτὸν ἑκάτερον, ὁσιότης μὲν πρὸς θεόν, δικαιοσύνη δὲ πρὸς ἀνθρώπους, θεωρεῖται. πάντα μὲν οὖν τὰ πεπραγμένα μακρὸν ἂν εἴη διεξιέναι, δυεῖν δὲ ἢ τριῶν οὐκ ἄτοπον ἐπιμνησθῆναι.