De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὅθεν καὶ τὸ οἰκετικὸν αὐτῷ δύσερι καὶ ταραχῶδες ἦν σωφρονιστὴν οὐκ ἔχον καὶ μάλιστα τὸ ποιμενικὸν μακρὰν τοῦ δεσπότου διεζευγμένον· ἀπελευθεριάζοντες γοῦν ὑπ’ αὐθαδείας ἀεὶ διεφέροντο τοῖς προεστηκόσι τῶν θρεμμάτων τοῦ σοφοῦ τὰ πολλὰ εἴκουσι διὰ τὴν τοῦ δεσπότου πραϋπάθειαν· ὑφ’ οὗ πρὸς ἀπόνοιαν ἐπιδόντες καὶ θράσος ἀναίσχυντον ὤργων, μηνιῶντες ἤδη καὶ τὸ ἀκατάλλακτον ἐν αὑτοῖς ζωπυροῦντες, ἕως ἀπηνάγκασαν τοὺς ἀδικουμένους εἰς ἄμυναν ὁρμῆσαι.
μάχης δὲ ἐμβριθεστάτης γενομένης, ἀκούσας ὁ ἀστεῖος τὴν ἀντεφόρμησιν, εἰδὼς ἐπικυδεστέραν οὖσαν τὴν αὑτοῦ μερίδα πλήθει τε καὶ δυνάμει, τὴν διαφορὰν οὐκ εἴασεν ἄχρι νίκης ἐλθεῖν, ὑπὲρ τοῦ μὴ ἀνιᾶσαι τὸν ἀδελφιδοῦν ἐφ’ ἥττῃ τῶν ἰδίων, ἀλλ’ ἐν μεθορίῳ στὰς συμβατηρίοις λόγοις τοὺς διαφερομένους κατήλλαξεν, οὐ πρὸς τὸ παρὸν μόνον ἀλλὰ καὶ τὸν μέλλοντα χρόνον.
εἰδὼς γὰρ ὅτι συνοικοῦντες μὲν καὶ ἐν ταὐτῷ διαιτώμενοι γνωσιμαχοῦντες φιλονεικήσουσι στάσεις ἀεὶ καὶ πολέμους κατ’ ἀλλήλων ἐγείροντες, ἵνα μὴ τοῦτο γένοιτο, συμφέρον ὑπέλαβεν εἶναι παραιτήσασθαι τὸ ὁμοδίαιτον καὶ τὴν οἴκησιν διαζεῦξαι· καὶ μεταπεμψάμενος τὸν ἀδελφιδοῦν αἵρεσιν αὐτῷ δίδωσι τῆς ἀμείνονος χώρας, ἄσμενος ὁμολογῶν ἣν ἂν ἐπιλέξηται μερίδα λήψεσθαι· κερδανεῖν γὰρ κέρδος μέγιστον, τὴν [*](1 ἀλλοτριουμένους ΒΕ post ἐρήμους add. δὲ HP(v) 2 πολλῶν KP ἐκμετριάζειν FG 2. 3 ἐν οἷς] ἐνίοις οἷς F, ἐνίοις εἰς G 3 ἠδύνατο Ε ὅτε BEK Arm: ὁπότε ceteri 4 ἀντιρέπων ΜG ὧδε BEK: τῆδε ceteri 5 τοτέ BEK: καὶ τοτὲ ceteii προσαίνων BEK, προσηνῶν A, πρός τινων FG, προσπίπτων C 6 ἀνομαλίαν CFG (Mang.) αὐτοῦ BE 7 φροντιστὴν CFG 8 ante μακρὰν add. καὶ C ὑπὸ BE 10 εἴκουσι] οἰκοῦσι Α πραότητα BEK (foit. lecte) ἀφ’ οὗ conicio ἐπιδιδόντες CFG(v) 11 ὤργουν G μηνιόντες G 11. 12 αὐτοῖς codd. 12 ἐπηνάγκασαν couicio lo δ’ BEK ἐμβριθεστάτης BEK: ἐμβριθεστέρας ceteri 14 ἐπικυδεστέραν οὖσαν BKK Arm: om. et eorum loco post δυνάμει add. ὑπερέχουσαν ceteri (v) αὑτοῦ H: αὐτοῦ ceteri 15 διαφορὰν] φθορὰν G μὴ om. Α 16 ἰδίων] δούλων Arm ἀλλ’ ὡς Arm συμβατηρίοις λόγοις BEK Arm: λόγοις συμβατηρίοις ceteri 17. 18 τὸν χρόνον τὸν μέλλοντα H 18 διαιτῶνται F 20 ἵν᾿ οὑν C γένηται ΒΚ 21 οἴκησιν] συνοίκησιν Arm; οἰκείωσιν coni. Mang. 22 χώρας] χαρᾶς P 23 τὴν ΒΕΚ: om. ceteri) [*](3 sqq. Gen. 13511)
καίτοι τίς ἂν ἕτερος ἀσθενεστέρῳ παραχωρήσειεν οὑτινοσοῦν ἰσχυρότερος ὤν; τίς δὲ νικᾶν δυνάμενος βούλοιτ’ ἂν ἡττᾶσθαι, μὴ συγχρώμενος τῷ δύνασθαι; μόνος δὲ οὗτος τὸ ἄριστον οὐκ ἐν ῥώμῃ καὶ πλεονεξίᾳ τιθέμενος ἀλλ’ ἐν ἀστασιάστῳ βίῳ καὶ τό γε ἐπ’ αὐτὸν ἧκον μέρος ἡσυχάζοντι πάντων ἔδοξεν εἶναι θαυμασιώτατος.