De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἔστι δὲ τοιάδε· ὁ μελλήσας σφαγιάζεσθαι [*](1 οὐ om. C, eras. F, τοῦ G μειλίγματα om. M, μὴ λεῖμμα CF1G 2 εἶχεν CFG λόγου παντὸς Κ: ὃ παντὸς (om. λόγου) BE, παντὸς λόγου ceteri 3 οἰκειότατον ΚΗ ὅλη τῆ ῥοπῆ MAGHP ὅλῃ ῥοπῇ v): ὅλην τὴν ῥοπὴν CFBEK 4 ταλαντεῦον CFMA ἐκείνω MHP(v) μέν δὴ] δὴ om. BE. μέντοι Κ ὂν μόνον Α τι om. Mang. 5 τοῦτο MAHP(v) πεπραγμένῳ Κ 6 ἡ BEK: καὶ ceteii ἡ στρατευμάτων om. HP ἐπιδιδόασι BE ἑαυτῶν BEK: αὐτῶν ceteri 7 παρατυγχάνωσι BEK: παρατύχωσι ceteri 8 ἀποστρέψονται Η 10 φιλοστοργώτατος Α ἐμέλισε BEK: ἐμέλησε MA, ἐμέλλησε ceteri (v) νόμων AFG 11 κατὰ μέλη BEK: διανέμων κατὰ μέλη ceteri (v) ἱερουργῶν BEK: ἱερουργεῖν ceteri (v) 12 μέν τι] μέντοι AH δ’ ἔτι Α 13 ὅλην τὴν ψυχὴν BEK Arm: ὅλη τῆ ψυχὴ ceteri ὁσιώτατα H προσκεκλήρωκεν Κ post ὀλίγα add. γὰρ FG, eras. C 15 μὴ] μὴν BE ν in ras. E) 17 βαλόμενον CK 18 κἀν] καὶ HP ἕν τι] ἔτι G, ἔν τινι H1P 19 ψυχὴ Α, ψυχὴ CF ἐμφαίνειν C. ἐμφαίνει FG 20 ἀποδόσεως Mang. (cf. 27,15): ὑποθέσεως codd. Arm 21. 22 παραφαίνειν BEK 23 γνωρίσουσιν coni. Mang. μελήσας AF, μέλλων K)
ταύτην ὁ σοφὸς ἱερουργεῖν λέγεται δεόντως θεῷ διὰ συμβόλου παριστάς, ὅτι τὸ χαίρειν μόνῳ θεῷ οἰκειότατόν ἐστιν· ἐπίλυπον μὲν γὰρ τὸ ἀνθρώπινον γένος καὶ περιδεές, ἢ παρόντων κακῶν ἢ προσδοκωμένων, ὡς ἢ ἐπὶ τοῖς ἐν χερσὶν ἀβουλήτοις ἀνιᾶσθαι ἢ ἐπὶ τοῖς μέλλουσι ταραχῇ καὶ φόβῳ κραδαίνεσθαι· ἄλυπος δὲ καὶ ἄφοβος καὶ παντὸς πάθους ἀμέτοχος ἡ τοῦ θεοῦ φύσις εὐδαιμονίας καὶ μακαριότητος παντελοῦς μόνη μετέχουσα.
τῷ δὴ τὴν ἀληθῆ ταύτην ὁμολογίαν ὡμολογηκότι τρόπῳ χρηστὸς ὢν καὶ φιλάνθρωπος ὁ θεός, φθόνον ἐληλακὼς ἀφ’ ἑαυτοῦ, προσηκόντως ἀντιχαρίζεται τὸ δῶρον, καθ’ ὅσον ἔχει δυνάμεως ὁ ληψόμενος, καὶ μόνον οὐ ταῦτα θεσπίζει λέγων·
„τὸ μὲν τῆς χαρᾶς γένος καὶ τὸ χαίρειν ὅτι οὐκ ἔστιν ἑτέρου πλὴν ἐμοῦ τοῦ πατρὸς τῶν ὅλων κτῆμα, σαφῶς οἶδα, κεκτημένος δ’ ὅμως οὐ φθονῶ τοῖς ἀξίοις χρῆσθαι· ἄξιος δὲ τίς ἂν εἴη, πλὴν εἴ τις ἐμοὶ καὶ τοῖς ἐμοῖς βουλήμασιν ἕποιτο; τούτῳ γὰρ ἥκιστα μὲν ἀνιᾶσθαι ἥκιστα δὲ φοβεῖσθαι συμβήσεται πορευομένῳ ταύτην τὴν ὁδόν, ἣ πάθεσι μὲν καὶ κακίαις ἐστὶν ἄβατος, εὐπαθείαις δὲ καὶ ἀρεταῖς ἐμπεριπατεῖται.“