De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἐκεῖνο μὲν δὴ ἐξαίρετον καὶ μόνῳ σχεδόν τι τούτῳ πεπραγμένον· οἱ μὲν γὰρ ἄλλοι, κἂν ὑπὲρ σωτηρίας πατρίδων ἢ στρατευμάτων ἐπιδιδῶσι σφαγιασθησομένους τοὺς ἑαυτῶν, ἢ οἴκοι καταμένουσιν ἢ μακρὰν ἀφίστανται τῶν βωμῶν ἤ, κἂν παρατυγχάνωσι, τὰς ὄψεις ἀποστρέφονται θεάσασθαι μὴ ὑπομένοντες, ἄλλων ἀναιρούντων·

ὁ δ’ ὥσπερ ἱερεὺς αὐτὸς κατήρχετο τῆς ἱερουργίας, ἐφ’ υἱῷ τὰ πάντα ἀρίστῳ φιλοστοργότατος πατήρ· ἐμέλισε δ’ ἂν ἴσως καὶ νόμῳ τῶν ὁλοκαυτωμάτων (cf. Lev. 1, 6 al.) κατὰ μέλη τὸν υἱὸν ἱερουργῶν. οὕτως οὐ τὸ μέν τι μέρος ἀπέκλινε πρὸς τὸν παῖδα, τὸ δέ τι πρὸς εὐσέβειαν, ἀλλ’ ὅλην τὴν ψυχὴν δι’ ὅλων ὁσιότητι προσεκλήρωσεν ὀλίγα φροντίσας συγγενικοῦ αἵματος.

τί δὴ τῶν εἰρημένων πρὸς ἑτέρους κοινόν; τί δ’ οὐκ ἐξαίρετον καὶ παντὸς λόγου κρεῖττον; ὡς τόν γε μὴ φύσει βάσκανον καὶ φιλοπόνηρον καταπλαγῆναι καὶ θαυμάσαι τῆς περιττῆς ἄγαν εὐσεβείας, οὐχ ἅπαντα ὅσα εἶπον ἀθρόα εἰς νοῦν βαλλόμενον, ἀλλὰ κἂν ἕν τι τῶν πάντων· ἱκανὴ γὰρ καὶ ἡ ἑνὸς φαντασία τύπῳ τινὶ βραχεῖ — βραχὺ δ’ οὐδὲν ἔργον σοφοῦ — μέγεθος ψυχῆς καὶ ὕψος ἐμφῆναι.

Ἀλλὰ γὰρ οὐκ ἐπὶ τῆς ῥητῆς καὶ φανερᾶς ἀποδόσεως ἵσταται τὰ λεχθέντα, φύσιν δὲ τοῖς πολλοῖς ἀδηλοτέραν ἔοικε παρεμφαίνειν, ἣν οἱ τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν ἀποδεχόμενοι καὶ ὁρᾶν δυνάμενοι γνωρίζουσιν.