De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἔπειτ’ οὐκ ὄντος ἔθους ἐν τῇ χώρᾳ, καθάπερ ἴσως παρ’ ἐνίοις ἐστίν, ἀνθρωποθυτεῖν, ὃ τῇ συνεχείᾳ τὰς τῶν δεινῶν φαντασίας εἴωθεν ἐκλύειν, αὐτὸς ἔμελλε πρῶτος ἄρχεσθαι καινοτάτου καὶ παρηλλαγμένου πράγματος, ὅ μοι δοκεῖ μηδεὶς ἂν ὑπομεῖναι, καὶ εἰ σιδήρου τὴν ψυχὴν ἢ ἀδάμαντος κατεσκεύαστο· „φύσει“ γὰρ ὡς εἶπέ τις „ἔργον μάχεσθαι.“

γνήσιόν τε υἱὸν πεποιημένος μόνον τοῦτον εὐθὺς εἶχε καὶ τὸ πάθος ἐπ’ αὐτῷ τῆς εὐνοίας γνήσιον, ὑπερβάλλον τοὺς σώφρονας ἔρωτας καὶ τὰς φιλίας, ὅσαι δι’ ὀνόματος γεγόνασι.

προσῆν δέ τι καὶ βιαστικώτατον φίλτρον, τὸ μὴ καθ’ ἡλικίαν ἀλλ’ ἐν γήρᾳ γεγεννηκέναι τὸν παῖδα· τοῖς γὰρ ὀψιγόνοις ἐπιμεμήνασί πως οἱ τοκεῖς, ἢ τῷ μακρὸν ἐπιποθῆσαι χρόνον τὴν γένεσιν αὐτῶν ἢ τῷ μηκέθ’ ἑτέρους ἐλπίζειν ἔσεσθαι, τῆς φύσεως ἐνταῦθα ἱσταμένης ὡς ἐπὶ τελευταῖον καὶ ὕστατον ὅρον.

ἐκ πολυπαιδίας μὲν οὖν ἕνα προέσθαι θεῷ καθάπερ ἀπαρχήν τινα τέκνων παράδοξον οὐδέν, ἔχοντα τὰς ἐπὶ τοῖς ζῶσιν ἡδονὰς [*](1 ἀνδρῶν ἀρετὰς transp. ΒΚ σινέσθωσαν om. in lac. C, συνέσθωσαν Κ, γινέσθωσαν G 2 εὐφημία BEK Arm: εὐφημίαις CFGMA, εὐφημεῖν HP 5 νομιζόμενον BEK Arm: νομίζομεν ὃν (1, νομίζομεν ὃ ceteri ἐπετήδευσεν Α ὡς om. Arm πώποτε τῶν BEK Arm: τῶν πώποτε ceteri 6 ἀλογῆσαι BEK Arm: ἀμελῆσαι ceteri ἄνευ δυσκολίας καὶ ἀηδίας BE Arm: κἀν δυσκλείας καὶ ἀηδίας Κ, κὰν ἀηδίας καὶ δυσκλείας ceteri (v) κἄν] καὶ FHP τε om. HP 7 ἦ scripsi: εἴη codd. παρὸ Κ, παρ’ ὃ BE: ὅθεν ceteri, om. Arm τῷ χρησθέντι Η 8 στερρότατ᾿ ἀνήνεγκεν FG ἔπειτα HP, ἐπεί τοι C, ἐπὶ τοῦ FG 9 παρὰ ἐνίοις KHP, σπανίοις BE ἀνθρωποκτονεῖν P τὴν συνέχειαν CFG τἀς] τῆς C 11 πράγματος BEK Arm: παραδείγματος ceteri 12 ἐπεσκεύαστο CFG φύσιν CFG 12. 13 γὰρ—μάχεσθαι om. in lac. C 12 γὰρ] ἀρ’ FG ὡς om. BE 13 ἔργον om. F πεποιημένος] κεκτημένος Arm 14 εὐθὺς] ἴσως coni. Mang. 15 σωφροσύνας Β, σώφρο(??)νας E ὅσαι] ἇί BE 16 δ’ ἔτι Α τὸ] τῶ BE 17 γεγενηκέναι MF, γεγενημέναι Α πίδα] υἱόν Κ ἐπιμεμήνασι corr. ex ἐπιμείνασι C, ἐπιμείνασι ΑG 18 τοκεῖς BEK: τοκῆες ceteri (v) 18. 19 μὴ καθ’ ἑτέρους CAG, μὴ καὶ (in ras.) ἑτέρους F 19 ἐλπίσειν CM. ἐλπίσιν AF ἔσεσθαι] εἰσαῦθις coni. Mang. ἐνταῦθα ἱσταμένης BEK: ἐν τούτω πεπαυμένης ceteri 19. 20 ἐπὶ τελευταίου καὶ ὑστάτου ὅρου conicio 20 ἕνα προέσθαι] ἐναποθέσθαι CFG 21 τοῖς ζῶσιν om. M)

v.4.p.44
οὐ μικρὰ παραμύθια καὶ μειλίγματα τῆς ἐπὶ τῷ σφαγιασθέντι λύπης· ὃν δὲ μόνον τις ἔσχεν ἀγαπητὸν διδοὺς λόγου παντὸς μεῖζον ἔργον διαπράττεται, μηδὲν οἰκειότητι χαριζόμενος, ἀλλ’ ὅλῃ τῇ ῥοπῇ πρὸς τὸ θεοφιλὲς ταλαντεύων.