De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
καὶ μὴν οὐδὲ φόβος τις ἦν ἀπ’ ἀνθρώπων — οὐδὲ γὰρ τὸ χρησθὲν αὐτῷ μόνῳ λόγιον ᾔδει τις —, οὐδέ τις συμφορὰ κοινὴ κατείληφεν, ἧς ἔδει τὴν θεραπείαν ἀναιρέσει γενέσθαι τοῦ δοκιμωτάτου παιδός.
ἀλλὰ θηρώμενος ἔπαινον τῶν πολλῶν ἐπὶ τὴν πρᾶξιν ὥρμησε; καὶ τίς ἔπαινος ἐν ἐρημίᾳ, μηδενὸς τοῦ μέλλοντος ἐπευφημήσειν παρόντος, ἀλλὰ καὶ τῶν δυεῖν οἰκετῶν μακρὰν ἐπίτηδες ἀπολειφθέντων, ἵνα μὴ ἐγκαλλωπίζεσθαι καὶ ἐνεπιδείκνυσθαι
δοκῇ μάρτυρας ἐπαγόμενος ὧν εὐσέβει; στόμασιν οὖν ἀχαλίνοις καὶ κακηγόροις θύρας ἐπιθέντες μετριαζέτωσαν τὸν ἐν αὑτοῖς [*](1 εἰς τὸ παρὸν Α εἰς om. AHP (Turn. Mang.) καὶ δυσκαρτέρητα om. Arm 4 ἐξευμαρίζον Mang: ἐξευμαριζόντων codd. ἐξευμενιζόντων Κ), ἐξευμαρίζεσθαι Arm; καὶ τὰς ὑπ’. τῶν φοβ. ἐξευμαρίζειν conicio 5 δέος Α ὁ] οὐ Κ ἀκουσίοις Κ 7 ἀπ’ ἀνθρώπων] ἀπ’ om. ΒΕΚΑ, ἁπάντων H (Turn. Mang.) S μᾶλλον om. Α 9 θανάτου MK (forf. recte) καὶ om. KL(v) 10 σωτηρίας τῶν τέκνων BEKA: τῆς τέκνων σωτηρίας M, τῆς τῶν τέκνων σωτηρίας HP ἐρεύνησον ΑΒΕ εἰ om. Α 13 ἔθνος] ἔθος Η1Ρ 14 ἐπεβίωσε ΒΚΑ, ἐβεβίωσε E: ἐβίωσε ceteri ὡς] ἐν Κ δρωμένων] ὁρωμένων coni. Mang.; cf. 28,16 1.5 κεκρατῆσθαι] κεχρῆσθαι coni. Mang. (sic Arm) 15. 16 οὐδὲ οὐδὲ—ἀνθρώπων] οἱ δὲ φόβω τῶ ἀπ’ ἀνθρώπων. οὖτος δὲ οὔτε φόβω τῶ ἀπ’ ἀνθρώπων C 16 ἦν om. FG οὐδὲ γὰρ] οὔτε GFG αὐτῶν G μόνως λόγιον HP, ὁμολόγιον Fd 17 ἤδη F1 κοινὴ κατείληφεν BEK: κατεῖχε κοινή ceteri ἣν FG 18 τοῦ BEK Arm: om. ceteri ἔπαινον BEK: τὸν παρὰ add. ceteri 19 ἐπὶ τὴν πρᾶξιν ὥρμησε BEK Arm: ὥρμησεν ἐπὶ τὴν πρᾶξιν transp. ceteri ἐν ἐρημία BEK Arm: ἐπ’ ἐρημία ceteri 20 ἐπευφημίσειν F1H δυοῖν CBKHP 21 ἀπολειφθέντων BEK Arm: ὑπολειφθέντων ceteri καὶ ἐνεπιδείκνυσθαι om. BEK ἐπιδείκνυσθαι F 22 εὐσέβει BEK: εὐσεβεῖ ceteri 23 ἀχαλίνοις] καὶ χαλινοῖς G; καὶ ἀχαλίνοις Mang. ἐν BEK: ἐπ’ ceteri αὐτοῖς codd.)
πρῶτον μὲν τοίνυν τὸ πείθεσθαι θεῷ παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι σεμνὸν καὶ περιμάχητον εἶναι νομιζόμενον ἐν τοῖς μάλιστα ἐπετήδευεν, ὡς μηδενὸς πώποτε τῶν προστεταγμένων ἀλογῆσαι, ἄνευ δυσκολίας καὶ ἀηδίας, κἂν πόνων τε καὶ ἀλγηδόνων μεστὸν ᾖ· παρὸ καὶ τὸ χρησθὲν ἐπὶ τῷ υἱῷ γενναιότατα καὶ στερρότατα ἤνεγκεν.