De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
οἱ μὲν οὖν ἔθει σφαγιάζοντες οὐδὲν ὡς ἔοικε μέγα δρῶσιν· ἐγχρονίζον γὰρ ἔθος ἐξισοῦται φύσει πολλάκις, ὡς καὶ τὰ δυσυπομόνητα καὶ δυσκαρτέρητα ῥᾳδίως ἐπελαφρίζειν, τὰς ὑπερβολὰς τῶν φοβερῶν ἐξευμαρίζον.
τῶν δ’ ἕνεκα δέους ἐπιδιδόντων ἔπαινος οὐδείς· ὁ γὰρ ἔπαινος ἐν ἑκουσίοις κατορθώμασι γράφεται, τὰ δ’ ἀβούλητα ἑτέροις ἀνάκειται πράγμασιν, ἢ καιροῖς ἢ τύχαις ἢ ταῖς ἀπ’ ἀνθρώπων ἀνάγκαις.
εἰ δέ τις δόξης ὀρεγόμενος υἱὸν ἢ θυγατέρα προΐεται, ψέγοιτ’ ἂν ἐνδίκως μᾶλλον ἢ ἐπαινοῖτο, θανάτῳ τῶν φιλτάτων ὠνούμενος τιμήν, ἣν καὶ κεκτημένος ὤφειλεν ὑπὲρ σωτηρίας τῶν τέκνων ἀπορρίπτειν.
ἐρευνητέον οὖν, εἰ ὑπό τινος τῶν λεχθέντων ἡττηθεὶς ἐκεῖνος ἔμελλε σφαγιάζειν τὸν υἱόν, ἔθους ἢ τιμῆς ἢ δέους. ἔθος μὲν οὖν τὸ ἐπὶ παιδοκτονίᾳ Βαβυλὼν καὶ Μεσοποταμία καὶ τὸ Χαλδαίων ἔθνος οὐ παραδέχεται, ἐν οἷς ἐτράφη καὶ ἐπεβίωσε τὸν πλείονα χρόνον, ὡς τῇ συνεχείᾳ τῶν δρωμένων ἀμβλυτέραις ταῖς τῶν δεινῶν φαντασίαις κεκρατῆσθαι δοκεῖν.