De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

μερίδι τῶν ἐχθρῶν αὐτοβοεὶ διαφθεῖραι· βαρβαρικὰ δὲ ἔθνη μέχρι πολλοῦ παιδοκτονίαν ὡς ὅσιον ἔργον καὶ θεοφιλὲς προσέσθαι, ὧν μεμνῆσθαι τοῦ ἄγους καὶ τὸν ἱερώτατον Μωυσῆν· αἰτιώμενος γὰρ αὐτοὺς τοῦ μιάσματος φάσκει, ὅτι "τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας κατακαίουσι τοῖς θεοῖς αὐτῶν“ (Deut. 12, 31)·

Ἰνδῶν δὲ τοὺς γυμνοσοφιστὰς ἄχρι νῦν, ἐπειδὰν ἄρχηται καταλαμβάνειν ἡ μακρὰ καὶ ἀνίατος νόσος, τὸ γῆρας, πρὶν βεβαίως κρατηθῆναι, πυρὰν νήσαντας ἑαυτοὺς ἐμπιπράναι, δυναμένους ἔτι πρὸς πολυετίαν ἴσως ἀντισχεῖν· ἤδη δὲ καὶ γύναια προαποθανόντων ἀνδρῶν ὁρμῆσαι γεγηθότα πρὸς τὴν αὐτὴν πυρὰν καὶ ζῶντα τοῖς ἐκείνων σώμασιν ὑπομεῖναι συγκαταφλεχθῆναι·

ταῦτα μὲν εἰκότως ἄν τις τῆς εὐτολμίας θαυμάσειεν ἐκ πολλοῦ τοῦ περιόντος καταφρονητικῶς ἔχοντα θανάτου καὶ ὡς ἐπ’ ἀθανασίαν αὐτὸν ἱέμενα καὶ ἀπνευστὶ θέοντα· τὸν δὲ τί προσῆκεν ἐπαινεῖν ὡς ἐγχειρητὴν κεκαινουργημένης πράξεως, ἣν καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ ὅλα ἔθνη δρῶσιν ἐν καιροῖς;

ἐγὼ δὲ πρὸς τὴν τούτων βασκανίαν καὶ πικρίαν ἐκεῖνα λέξω· τῶν καταθυόντων παῖδας οἱ μὲν ἔθει τοῦτο δρῶσιν, ὥσπερ ἐνίους ἔφασκον τῶν βαρβάρων, οἱ δὲ δι’ ἀβουλήτους καὶ μεγάλας ὑποθέσεις πόλεών τε καὶ χωρῶν ἑτέρως κατορθοῦσθαι μὴ δυναμένων, ὧν οἱ μὲν ἀνάγκῃ τοὺς αὑτῶν ἐπιδιδόασιν ὑπὸ δυνατωτέρων βιασθέντες, οἱ δὲ δόξης καὶ τιμῆς ἐφιέμενοι καὶ εὐκλείας μὲν τῆς [*](1 τεταγμένας ΒΕ: τεταγμένους KHP, τεταγμένη ceteri 2 αὐτοβοΐ E δ’ ΒΕΚ 3 παιδοκτονεῖν F ὅσιον] θεῖον BEK προσέσθαι v (Arm): προέσθαι codd. ὧν] ὡς Arm 4 τοῦ ἄγους BEKHP: τοῦ μύσους C, τοὺς αὐτοὺς AFG, om. M μωσῆν BEK, μωσέα ceteri 5 μιάσματος] μυσούς coni. Mang. φάσκειν Κ υἱοὺς αὐτῶν BEK: αὐτῶν om. ceteri τὰς om. BEK 6 Ἰνδῶν] ἰδὼν CA 7 νῦν BEK: τοῦ νῦν ceteri ἡ] ἢ Α μακρὰ] μιαρὰ coni. Mang. 8 πυρὰν νήσαντας scripsi (sic Arm): πυρὰν ἀνήσαντας Κ, πυρὰ νήσαντας corr. ex πῦρ ἀνήσαντας Β, πῦρ ἀνήσαντας Ε, πῦρ ἅψαντες C, πῦρ ἅψαντας ceteri (v) ἑαυτοὺς BEK: αὑτοὺς Η2, αὐτοὺς ceteri 9 ἐμπιμπράναι CM πρὸς πολυετίαν ἴσως ΒΕΚ Arm: πρὸς πολὺ ἴσον H1P, πρὸς πολὺ ἴσως ceteri (Turn. Μang.) 10 προἀποθανάτων (sic) Ε 11 συγκαταφλεχθῆναι C: συναναφλεχθῆναι ceteri 12 τῆς εὐτολμίας θαυμάσειεν ΒΕΚ: θαυμάσειε τῆς εὐτολμίας ceteri 14 αὐτὸν] αὐτὴν FH (Turn. Mang.), om. Arm ἱέμενα Η2: ἱέμενα KM, ἱέμενον F, ἱέμενον C, ἱέμενον ceteri δὲ τί H2: δέ τι M, δ’ ἔτι ceteri 15 ἐγχειρητὴν] ἐγχειρεῖ τῆς ΜF, ἐγχειριτῆς Α, ἐγχειρεῖν τῆς BE Arm 17 πικρίαν] φιλοπονηρίαν coni. Mang. 18 ἔφασκον ΒΕΚ Arm: om. F, φασὶ ceteri τῶν βαρβάρων BEK: τῶν om. ceteri διαβουλήτους MA 19 πόλεων ΒΕΚΗ2: πολέμων ceteri χορῶν Α 20 ὧν om. CFG αὐτῶν Β: αὐτῶν ceteri ὑποδιδόασιν Α 21 post βιασθέντες add. Turn. Mang. οἱ δὲ φόβῳ τῷ ἀπ’ ἀνθρώπων (e C: cf. ad 42,15) 21—42,15 οἱ δὲ—καὶ μὴν om. CFG 21 τιμῆς] ἀτιμίας H1P)

v.4.p.42
ἐν τῷ παρόντι, εὐφημίας δὲ τῆς εἰς ὕστερον.