De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τὴν σφαγὴν ἐργάσασθαι. καὶ ὁ μὲν διασῴζεται, τὸ δῶρον ἀντιχαρισαμένου τοῦ θεοῦ καὶ τὸν φέροντα ἐν οἷς εὐσεβεῖτο ἀντιτιμήσαντος· τῷ δ’ ἤδη καὶ ἡ πρᾶξις, εἰ καὶ μὴ τὸ τέλος ἐπηκολούθησεν, ὁλόκληρος καὶ παντελὴς οὐ μόνον ἐν ταῖς ἱεραῖς βίβλοις ἀλλὰ καὶ ἐν ταῖς τῶν ἀναγινωσκόντων διανοίαις ἀνάγραπτος ἐστηλίτευται.
ἀλλὰ τοῖς φιλαπεχθήμοσι καὶ πάντα διαβάλλουσιν, οἳ ψόγον πρὸ ἐπαίνου τιμᾶν ἐθίζονται, τὸ πραχθὲν ἔργον οὐ δοκεῖ μέγα καὶ θαυμαστόν, ὡς ἡμεῖς ὑπολαμβάνομεν εἶναι.
πολλοὺς γὰρ καὶ ἄλλους φασὶ τῶν πάνυ φιλοικείων καὶ φιλοτέκνων ἐπιδοῦναι τοὺς ἑαυτῶν παῖδας, τοὺς μὲν ὑπὲρ πατρίδων σφαγιασθησομένους, λυτήρια ἢ πολέμων ἢ αὐχμῶν ἢ ἐπομβρίας ἢ νοσημάτων λοιμικῶν γενησομένους, τοὺς δ’ ὑπὲρ νενομισμένης εὐσεβείας, εἰ καὶ μὴ πρὸς ἀλήθειαν οὔσης·
Ἑλλήνων μέν γε τοὺς δοκιμωτάτους, οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ βασιλεῖς, ὀλίγα φροντίσαντας ὧν ἐγέννησαν διὰ τῆς τούτων ἀναιρέσεως δυνάμεις στρατευμάτων μεγάλας καὶ [*](1 τὸ om. C σταθερῷ—βλέμματι om. CFG μὲν] μέντοι Η2(ν) alt. σταθερῶ BEKCFG Arm: σταθερωτέρω MAHP(v) 2 δὲ τῶ ΒΚΗ2, τῶ οm. δὲ) Ε: μέντοι ceteri φησι ora. H(v) post τέκνον add. ἔφη H2(v) 3 αὐτῶ F καὶ εἰ ἐρημία πολλή Η2 (Turn.) 4 εὑρεθήσεται C (fort. recte) ἴσθι BEK Ar: εἰσὶ ceteri .5 παρ’ BEK: παρὰ oeteri ἦ ΑΒΕP, ἢ M, ἦ om. CFG 6 ἐξαρτήσας coni. Mang. 7 ἀπ’ BEMA Arm: ἐπ’ Κ, ἐν ceteri (Turn. Mang.) 8 ἧ FHP: ἣ CBEKM, ἡ AG ἀνέχειν] ἄρχειν Κ μὴ ΒΕΚ: μηδὲ ceteri 9 ἴν’ BEK: ἵνα ceteri ἐπιστρέψασα καὶ ἀντισπάσασα BE 10 ἐργάσασθαι om. Arm 11 εὐσεβεῖ τὸ Α 12 τῷ] τὸ Α ἤδη καὶ BEK: ora. ceteri ἡ πρᾶξις] εἰ πράξεις Α πρᾶξις] χάρις mg. C εἰ μὴ ἰαὶ transp. Κ 14 τῶν om. F post ἀναγινωσκόντων add. ἀναγκαιοτάτων G ἀνάγραπτος] ἀνεξάλειπτος Arm 15 οἷς ψόγοι CH2 (Turn.), οἳ ψόγοι FG, ψόγον om. 1 16 πραχθέν ΒΕΚΗ2: προσταχθὲν ceteri δοκεῖ BEK: δόξει ceteri 16. 17 ὡς— εἶναι om. Arm 17 φήσουσι Arm (coni. Mang.) 18 ἑαυτῶν BEK: αὐτῶν ceteri 19 λυτήρια] λύτρα coni. Mang. 20 δὲ BEK 22 βασιλεῖς οm. F φροντίσαντες H1P)