De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

κἄπειθ’ ὁ μὲν πατὴρ συνεκόμιζε λίθους, ἵνα δείμαιτο βωμόν, ὁ δὲ υἱὸς τὰ μὲν ἄλλα ὁρῶν ὅσα πρὸς ἱερουργίαν εὐτρεπῆ, ζῷον δὲ μηδέν, ἀπιδὼν εἰς τὸν πατέρα „ἰδοὺ τὸ πῦρ“ ἔφη „καὶ τὰ ξύλα, πάτερ, ποῦ τὸ ἱερεῖον“;

ἕτερος μὲν οὖν ἃ δρᾶν ἔμελλεν εἰδὼς καὶ τῇ ψυχῇ συσκιάζων ὑπὸ τοῦ λεχθέντος κἂν συνεχύθη καὶ δακρύων πληρωθεὶς ἔμφασιν τοῦ γενησομένου παρέσχεν ἐκ τῆς περιπαθήσεως ἡσυχάζων.

ὁ δ’ οὐδεμίαν ἐνδεξάμενος τροπὴν οὔτε κατὰ [*](1 σφαγιάσαι] ἐναγίσαι F Κολοφωνίου BE πορρωτάτου Α 2 ὁδῶν F πόθω ἀλέκτῳ transp. HP 3 ἐγνάμφθη CFG: ἠγνάμφθη Α, ἐκνάμφθη BE, ἐκάμφθη MKHP(v) 4 δὲ ΒΕΚ ἀνενδοιάστῳ BEK διέμενεν HP ἀκλινής] ἀρρεπής Κ πρόσθεν ἢν] πρότερον Κ, πρότερος BE 5 δὲ BEKH-: om. ceteri post κράτος add. δ’ C, ὃς Arm 6 καὶ alt. om. BE τὸ λόγιον ἐξειπών transp. Κ 7 μόνους BEK: om. ceteri τέταρτος] tertius Ambros. 10 σκοπιῆς BEK θεραπεύουσι BEKAG κάτω καταμένειν Arm 11 δίδωσιν ἐπιφέρειν BEK δικαιώσας] δίκαιον νομίσας BEKMA ἱερὸν FGH1P 12 τὴν om. E ἐπηχθῆσθαι C, ἐπηχθεῖσθαι BE, ἐπειχθῆσθαι Α 13 δ’ ἰσοταχῶς M: δ’ ἴσοι ταχέως CFGHP, διό σοι ταχέως Α, διὸ ταχέως Arm, εἰς ὃ τάχος BE, οὑν ὡς τάχος Κ 14 ἧ C, καὶ ἧ FG τὸ om. CFG Arm 15 κἄπειθ’ BEK Arm: καὶ ceteri 16 δείμοιτο C, δειμαίνῃ FG, ἐπὶ τῶ δεῖμαι (pro ἴνα δείμαιτο) Α τὸν βωμὸν AFG δ’ BEK εἰς ὁρῶν post ἱερουργίαν transp. H(v) 17 πρὸς Κ 18 ἁ] ἂν G 19 κἂν] καὶ F 21 ἡσυχάζων post ὁ δ’ transp. BEK ἐνδεξάμενος BE: ἐνδειξάμενος ceteri (v)) [*](6 Ambros. De Abrah. 18,68 senex Abrabam et dives pecoris atque abundans servitiorum non quaesivit comitatus sui agmina: ipse quoque ligna concidit et obsequia maiora viribus suis non intermisit . . . et cum duobus ipse tertius proficiscitur hostiam suam ducens et die tertio ad locum sacrificii venit.)

v.4.p.40
τὸ σῶμα οὔτε κατὰ τὴν διάνοιαν σταθερῷ μὲν τῷ βλέμματι σταθερῷ δὲ τῷ λογισμῷ φησι πρὸς τὴν πεῦσιν ἀποκρινόμενος· „ὦ τέκνον, ὁ θεὸς ὄψεται ἱερεῖον ἑαυτῷ καὶ ἐν ἐρημίᾳ πολλῇ, δι’ ἣν ἴσως ἀπογινώσκεις εὑρεθήσεσθαι· πάντα δ’ ἴσθι θεῷ δυνατὰ καὶ ὅσα ἐν ἀμηχάνῳ καὶ ἀπόρῳ κεῖται παρ’ ἀνθρώποις“.

καὶ ταῦθ’ ἅμα λέγων ᾗ τάχιστα τὸν υἱὸν ἐξαρπάσας ἐπιτίθησι τῷ βωμῷ καὶ σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος ἐπέφερεν ὡς ἀναιρήσων· φθάνει δ’ ὁ σωτὴρ θεὸς ἀπ’ ἀέρος φωνῇ μεσολαβήσας τὸ ἔργον, ᾗ προσέταττεν ἀνέχειν καὶ μὴ ψαῦσαι τοῦ παιδός, ὀνομαστὶ καλέσας δὶς τὸν πατέρα, ἵν’ ἐπιστρέψας καὶ ἀντισπάσας διακωλύσῃ