De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διακειμένῳ δ’ οὕτως ἐξαπιναίως θεσπίζεται λόγιον οὔποτ’ ἐλπισθέν, [*](1 σαρκὶ] σαρκικαὶ BEK τῖς Κ, τῆς F πάθεσιν] φίλοις BEK ἐδουλώθησαν G 2 δ’ BEK ἀναβλέψαι Arm (fort. recte) ἑτέρας om. HP 4 τῶν] τὰ coni. Wendl. 5 πέντε] ἑπτὰ Turn., om. Arm ἁρμόττον ἣν om. HP1, add. mg. P2 6 διαμένειν εἰ in ras.) Β, διαμένων E εἰλεῖται ΕΜFH 7 μόνον] μόνως Η2 (Turn.) 8 post χαίρουσα add. τούτοις καὶ BEK τούτων θέα transp. Κ διὸ καὶ BEK Arm: καὶ om. ceteri 9 διασυνιστῶσιν HP, διανιστᾶσιν BE, παριστῶσιν Κ 10 μικράν μὲν λέγεσθαι (om. γὰρ) BEK 11 μεγάλην ΒΕΚ διότι] ὅτι ΗΡ(ν), om. BEK post μεγάλων add. γὰρ BEK 12 καταθεάσασθαι BEK: θεάσασθαι ceteri 13 οὖν CBEK: om. ceteri 14 ἑστιᾶν] ἐστιν F εἱστιᾶτο KHP: ἑστιᾶτο ceteri καθόσον codd. 15 ἡμῖν om. BE 16 γὰρ om. CFG Arm δέω φάναι om. BE 19. 20 ἐξέφενεν Η1, ἐξέφανεν Α 20 τἀς ἀρετὰς Κ ὡς] ὧν BE παθεῖν G, ποθεῖν BE, πόθον παθεῖν Αrm μὴ post ποθεῖν transp. BE ἐξ εὐνοίας BE Arm στοργια 21 γνώμῃ Mang.: γνώμης codd. φιλοσοφία C, φιλοσοφία BEK 22 δια κειμένων CA οὔποτ’ BEK: οὔποτε ceteri) [*](17 sqq. Gen. cap. 22)

v.4.p.39
σφαγιάσαι τὸν υἱὸν ἐπί τινος ὑψηλοτάτου κολωνοῦ πορρωτάτω πόλεως ἀποστάντα τριῶν ὁδὸν ἡμερῶν.

ὁ δὲ καίτοι ἀλέκτῳ πόθῳ τοῦ παιδὸς ἐκκρεμάμενος οὔτε τὴν χρόαν μετέβαλεν οὔτε τὴν ψυχὴν ἐγνάμφθη, γνώμῃ δ’ ἀνενδότῳ καὶ ἀρρεπεῖ διέμεινεν ἀκλινής, οἷος καὶ πρόσθεν ἦν· ἔρωτι δὲ θείῳ δεδαμασμένος ἀνὰ κράτος ἐνίκα πάντα ὅσα συγγενείας ὀνόματα καὶ φίλτρα καὶ μηδενὶ τῶν ἔνδον ἐξειπὼν τὸ λόγιον, ἐκ πολυανθρώπου θεραπείας οἰκετῶν δύο μόνους τοὺς πρεσβυτάτους καὶ μάλιστα φιλοδεσπότους παραλαβών, ὡς ἕνεκά τινος ἱερουργίας τῶν ἐν ἔθει τέταρτος ἐξῄει σὺν τῷ παιδί.

τὸν δὲ προσταχθέντα χῶρον ὥσπερ ἀπὸ σκοπιᾶς ἰδὼν ἐκ μακροῦ τοῖς μὲν θεράπουσι κελεύει καταμένειν, τῷ δὲ παιδὶ πῦρ καὶ ξύλα δίδωσι κομίζειν, αὐτὸ δικαιώσας τὸ ἱερεῖον τὰ πρὸς τὴν θυσίαν ἐπηχθίσθαι, κουφότατον βάρος· οὐδὲν γὰρ εὐσεβείας ἀπονώτερον.

βαδίζοντες δ’ ἰσοταχῶς οὐ τοῖς σώμασι μᾶλλον ἢ ταῖς διανοίαις ὁδὸν τὴν ἐπίτομον, ἧς ὁσιότης τὸ τέλος, ἐπὶ τὸν προσταχθέντα τόπον ἀφικνοῦνται.