De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

λαβὼν δὲ ὁ θεὸς οἶκτον ἅτε σωτὴρ καὶ φιλάνθρωπος τὰς μὲν κατὰ φύσιν ἀνδρῶν καὶ γυναικῶν συνόδους γινομένας ἕνεκα παίδων σπορᾶς ηὔξησεν ὡς ἔνι μάλιστα, τὰς δ’ ἐκφύλους καὶ ἐκθέσμους διαμισήσας ἔσβεσε καὶ τοὺς ὀργῶντας ἐπὶ ταύτας προβαλόμενος οὐχὶ τὰς ἐν ἔθει καινουργήσας δ’ ἐκτόπους καὶ παρηλλαγμένας τιμωρίας ἐτιμωρήσατο. [*](1 εὔυδρος KMHP: ἄυδρος Α, ἔνυδρος BKCFG εὐφορία καρπῶν BEK: καρπῶν εὐφορία ceteri 2 εἶπεν ἄν F 4 τὸν τ. φ. νόμον C; τῶν τ. φ. νόμων ceteri 5 ὀψοφαγείας HP 6 ὄντες ora. Arm 9 ἦν om. ΒΕ βεβαιοτέρας BE νικώμενος coni. Mang. 10 ἐθίζοντας Κ; ἐθίζειν coni. Mang. 11 γεννηθέντας om. BEK (fort. recte) κατεσκεύασαν BEK Arm: κατεσκεύαζον ceteri αὐτοῖς Η2(ν) κακῶν BEAHP 12 οὐ μόνον BEKArm: οὐ μόνον γὰρ ceteri γυναικοῦντοςλ M 13 ἀγεννεστέρας BKK: ἀγεννεστάτας CMP, ἀγενεστάτας AFH, ἀγεννεστάτως G ἀπεργασάμενοι H καὶ alt. BEK Arm: om. ceteri γε BEKM: γ’ ceteri 13. 14 ἐπ’ αὐτοὺς scripsi: ἐφ’ αὐτοῖς BE Arm, ἐφ’ ἑαυτοῖς Κ, ἐπ’ αὐτοῖς ceteri 14 γένος ἀνθρώπων transp. H εἰ] οἱ Α οὑν ΒΕΚ 16 ἠρήμωντο] ἤρθησαν Κ, ἤριαν (sic) BE ἄν om. Κ λοιμώδη EF, λιμώδει KP 17 οἶκτον δὲ λαβὼν ὁ θεὸς Arm 18. 19 ἕνεκα παίδων σπορᾶς om. BEK (fort. recte), σπορᾶς om. Arm 19 ὡς ἔνι μάλιστα om. Arm καὶ om. C ἀθέσμους BEK 20 ἐπὶ ταῦτα BEHP(v) προβαλόμενος CM: προβαλλόμενος ceteri τὰς ΚΗ2: ταῖς ceteri (v) 21 καινουργήσας] καινουργίαις CFG(v) δὲ M ἐκτόπους BEKAH: ἐκτόποις ceteri (v) παρηλλαγμένας τιμωρίας ΒΕΚΗ: —αις—αις ceteri (v) ἐτιμωρήσατο ΒΕΚ: ἐπετιμωρήσατο ceteri) [*](2 Menand. frg. 724 Kock: ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν, ὠγαθέ, τὰ λίαν ἀγαθά.)

v.4.p.32
κελεύει γὰρ ἐξαίφνης τὸν ἀέρα νεφωθέντα πολὺν ὄμβρον οὐχ

ὕδατος ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·

ἐπαύλεις δὲ καὶ οἰκίαι καὶ τείχη καὶ ὅσα ἐν οἰκοδομαῖς ἰδιωτικὰ καὶ δημόσια πάντα συγκατεπίμπραντο καὶ ἡμέρᾳ μιᾷ αἱ μὲν εὐανδροῦσαι πόλεις τάφος τῶν οἰκητόρων ἐγεγένηντο, αἱ δ’ ἐκ λίθων καὶ ξύλων κατασκευαὶ τέφρα καὶ λεπτὴ κόνις.

ἐπεὶ δὲ τὰ ἐν φανερῷ καὶ ὑπὲρ γῆς ἅπαντα κατανάλωσεν ἡ φλόξ, ἤδη καὶ τὴν γῆν αὐτὴν ἔκαιε κατωτάτω διαδῦσα καὶ τὴν ἐνυπάρχουσαν ζωτικὴν δύναμιν ἔφθειρεν εἰς ἀγονίαν παντελῆ, ὑπὲρ τοῦ μηδ’ αὖθίς ποτε καρπὸν ἐνεγκεῖν ἢ χλοηφορῆσαι τὸ παράπαν δυνηθῆναι· καὶ μέχρι νῦν καίεται, τὸ γὰρ κεραύνιον πῦρ ἥκιστα σβεννύμενον ἢ νέμεται ἢ ἐντύφεται.