De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

πίστις δὲ σαφεστάτη τὰ ὁρώμενα· τοῦ γὰρ συμβεβηκότος πάθους μνημεῖόν ἐστιν ὅ τε ἀναδιδόμενος ἀεὶ καπνὸς καὶ ὃ μεταλλεύουσι [*](2 νηφούσης ABE, νειφούσης FHP ἀδιαστάτως καὶ ἀπαύστως C ῥύμης C 3 φλογὸς BEKHP: πυρὸς CFGMA 4 καὶ δρυμοὶ BEK: δρυμοί τε ceteri δ’ ἡ] δὴ HP 5 ante τῶν add. ὁ ΒΕΚΑ δὲ] δὴ ΒΕΚ τῆς ὀρεινῆς ἡ δενδροφόρος BEK: ὁ τῆς ὀρεινῆς δενδροφόρος ceteri (v) fi στελέχων MHP, στελέγχων F αὐτῶν Κ 7 καὶ ὅσα — δημόσια om. Arm ἰδιωτικαῖς καὶ δημοσίαις F 7. 8 συγκατεπίμπραντο Α, συγκατεπίπραντο BEK: συγκατεπίμπρατο ceteri 9 κατασκευασταὶ Η 10 κατηνάλωσεν C 11 ἔκαιεν αὐτὴν transp. Κ καὶ alt. aute κατωτάτω transp. BEK Arm ἐνυπάρχουσαν om. Arm 12 ἀγονία παντελεῖ (om. εἰς) CFG ἀγωνίαν M παντελῶς Κ 13 δυνηθῆναι om. Arm 14 πῦρ om. CFG σβέννυται G, σβέννυται μόνον CF, σβέννυται μὲν HP ἢ pr. et ἢ ἐντύφεται om. Arm 15 τοῦ] ταῦτα CFG 16 μνημεῖον BEK Arm: σημεῖον ceteri post ἐστι repet. τὰ ὁρώμενα BEK ἀεὶ om. Arm) [*](1 sqq. Gen. 19,24 11 sqq.. Ioseph. Ant. Iud. I 104 ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς . . . (195) χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτόν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. 14 sqq. Sap. Salom. 10,6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ πενταπόλεως· (7) ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά. loseph. Bell. Iud. IV 483 γειτνιᾷ δ’ ἡ Σοδομῖτις αὐτῇ (scil. τῇ Ἀσφαλτίτιδι λίμνῃ), πάλαι μὲν εὐδαίμων γῆ καρπῶν θ’ ἕνεκα καὶ τῆς κατὰ πόλεις περιουσίας, νῦν δὲ κεκαυμένη πᾶσα. (484) φασὶ δ’ ὡς δι’ ἀσέβειαν οἰκητόρων κεραυνοῖς κατεφλέγη· ἔστι γοῦν ἔτι λείψανα τοῦ θείου πυρὸς καὶ πέντε μὲν πόλεων ἰδεῖν σκιάς, ἔτι δὲ κἀν τοῖς καρποῖς σποδιὰν ἀναγεννωμένην, οἲ χρόαν μὲν ἔχουσι τοῖς ἐδωδίμοις ὁμοίαν, δρεψαμένων δὲ χερσὶν εἰς καπνὸν ἀναλύονται καὶ τέφραν.)

v.4.p.33
θεῖον· τῆς δὲ περὶ τὴν χώραν παλαιᾶς εὐδαιμονίας ἐναργέστατον ὑπολείπεται δεῖγμα πόλις μία τῶν ὁμόρων καὶ ἡ ἐν κύκλῳ γῆ, πολυάνθρωπος μὲν ἡ πόλις, εὔχορτος δὲ καὶ εὔσταχυς καὶ συνόλως καρποφόρος ἡ γῆ, πρὸς ἔλεγχον δίκης γνώμῃ θείᾳ δικασθείσης.

ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ δηλῶσαί με τὰς μεγαλουργηθείσας συμφορὰς καινὰς ταῦτα διεξῆλθον, ἀλλ’ ἐκεῖνο βουλόμενος παραστῆσαι, ὅτι τῶν τριῶν ὡς ἀνδρῶν ἐπιφανέντων τῷ σοφῷ δύο μόνους εἰς τὴν ἀφανισθεῖσαν χώραν τὰ λόγιά φησιν ἐλθεῖν ἐπ’ ὀλέθρῳ τῶν οἰκητόρων, τοῦ τρίτου μὴ δικαιώσαντος ἥκειν·

ὃς κατά γε τὴν ἐμὴν ἔννοιαν ἦν ὁ πρὸς ἀλήθειαν ὤν, ἁρμόττον ὑπολαβὼν εἶναι τὰ μὲν ἀγαθὰ παρὼν δι’ αὑτοῦ χαρίζεσθαι, μόναις δ’ ἐπιτρέπειν ταῖς δυνάμεσι καθ’ ὑπηρεσίαν τὰ ἐναντία χειρουργεῖν, ἵνα μόνων ἀγαθῶν αἴτιος, κακοῦ δὲ μηδενὸς προηγουμένως νομίζηται.

τοῦτό μοι δοκοῦσι καὶ τῶν βασιλέων οἱ μιμούμενοι τὴν θείαν φύσιν πράττειν, τὰς μὲν χάριτας δι’ ἑαυτῶν προτείνοντες, τὰς δὲ τιμωρίας δι’ ἑτέρων βεβαιοῦντες.