De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
Φανερώτατα μέντοι καὶ διαπονητότατα μηνύει διὰ τῶν ἑξῆς τὸ δηλούμενον. ἡ Σοδομιτῶν χώρα, μοῖρα τῆς Χανανίτιδος γῆς, ἣν ὕστερον ὠνόμασαν Συρίαν Παλαιστίνην, ἀδικημάτων μυρίων ὅσων γεμισθεῖσα καὶ μάλιστα τῶν ἐκ γαστριμαργίας καὶ λαγνείας ὅσα τε μεγέθη καὶ πλήθη τῶν ἄλλων ἡδονῶν ἐπιτειχίσασα ἤδη παρὰ τῷ δικαστῇ τῶν ὅλων κατέγνωστο.
αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος [*](1 ὑφ’ ΒΕΚ ποιῶνται BE τἀς om. F τὴν BEK: om. ceteri 2 τέλος ἔνεστιν Α 3 δ’ ἡ] δὴ G δύναμις Arm δυνάμει suspectum; cf. 2719 G ὁδοιπόρους BEK τρεῖς BEK: τρισὶ ceteri αὐτῶ codd. (v) 7 εἰ ὄρα BEK Arm: ἄρα om. ceteri 8. 9 τὸ γὰρ — παρέλθῃς om. Arm 8 κύριος CG 9 ἓν Η1Ρ 10 λέγεσθαι] πλέκεσθαι M 11 τὸν ξενοδόχον BEK Arm: τὸν μὲν ξενοδόχον MAFGH, τὸ μὲν ξενοδόχον CP; τῷ μὲν ξενοδότῳ (sic) Turn. εἷς] οἷς Α 12 σπορὰς CFG ἐπανιὼν om. BE 13 ἐς Κ εἰς νέωτα] εἰς ὥρας Arm καὶ ἔσται υἱὸς Σάρρᾳ τῇ γυναικί σου Arin 14 διαπονητότατα MGH(v), ἀδιαπονητότατα AP (prob. Mang.), ἀδιαπόνητα BEK, διαπορώ(??)τατα (ω corr. ex η) F, om. in C, καὶ διαπ. om. Arm; ἀδιαπορητότατα conicio μηνύει BEK: μηνύεται ceteri 15 μοῖρα om. CFG χαναναιώτιδος BE post γῆς add. ἦν ΒΕΚ 16 συρίαν BE: σύροι ceteri; Συρίας coni. Mang. ὅσων om. BEKF Arm 17 ἐν γαστριμαργίαις καὶ λαγνείαις C, ἐν etiam G 17. 18 μεγέθει καὶ πλήθει KG 18 ἐπιτειχίσας G, ἐπιτυχίσασα F) [*](15 sqq. Clem. Alex. Laedag. III 8 p. 280 P. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος . . . καταφλεγῆναι προσέταξε τὰ Σόδομα . . . γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰ κῶν)
ὧν ἀδυνατοῦντες φέρειν τὸν κόρον ὥσπερ τὰ θρέμματα σκιρτῶντες ἀπαυχενίζουσι τὸν τῆς φύσεως νόμον, ἄκρατον πολὺν καὶ ὀψοφαγίας καὶ ὀχείας ἐκθέσμους μεταδιώκοντες· οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄρρεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες, ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας.
εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας θήλειαν κατεσκεύασαν αὐτοῖς νόσον, κακὸν δύσμαχον, οὐ μόνον τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστέρας ἀπεργαζόμενοι, καὶ τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον· εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι.