De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὁ δὲ καταθύσας σκευάζει τάχιστα· βραδὺς γὰρ οὐδεὶς πρὸς φιλανθρωπίαν ἐν οἴκῳ σοφοῦ, ἀλλὰ καὶ γυναῖκες καὶ ἄνδρες καὶ δοῦλοι καὶ ἐλεύθεροι προθυμότατοι πρὸς τὰς τῶν ξενιζομένων ὑπηρεσίας.
ἑστιαθέντες δ’ οὐ τοῖς εὐτρεπισθεῖσι μᾶλλον ἢ τῇ τοῦ ξενοδόχου γνώμῃ καὶ πολλῇ τινι καὶ ἀπεράντῳ φιλοτιμίᾳ παρέχουσιν ἆθλον ἐλπίδος μεῖζον αὐτῷ, υἱοῦ γνησίου γένεσιν εἰς νέωτα βεβαιωθησομένην ὑποσχόμενοι δι’ ἑνὸς τοῦ τῶν τριῶν ἀρίστου — λέγειν [*](1 ἶνα BEK ἰσχύει ΑΚ συνίστηται MFG, συνίσταται GA εἰ alt.] ἡ Α δὲ BE 2 χρῶντο Α μηδὲν P 3 θαρρήσει F, θαρσήσῃ K, θαρσῆσαι BE κακίαν ΒΚ: κακία ceteri (κακίᾳ v) ἦ] ἡ Α 4 ἀρετὴν BEK: ἀρετὴ ceteri (v) δ’ BEK ᾖ] ἢ Α εὔκλειαν Α πέφυκε νικᾶν BEK: πέφυκεν ἡ νικᾶν ceteri 5 αὐτὴν F: αὑτὴν αὐτὴν P, αὐτὴν αὑτὴν Η1, αὐτὴ αὑτὴν Η2(ν), αὐτὴν ceteri 7 θαυμάσασθαι L (Turn.) ante μεσημβρίας add. τῶ καιρῶ Α μεσημβρίαν BE S ὄντας E 9 ἐλελήθεσαν BEK: ἐλελήθεισαν CFGMP, ἐληλύθεισαν ΑΗ προσλαβὼν BE αὐτοῦ codd. (v) 10 εἰσεληλυθότας BEK: εἰσελθόντας ceteri οἲ BM 11 εἰδότες] ἰδόντες BE 12 πάντες C ἐσπούδαζεν BEK: ἔσπευδεν celeri 13 ὑπο δοχῆς BEK: ἀποδοχῆς ceteri 14 ἐγκρυφίων codd. (v) δ’ BEK 17 καὶ δοῦλοι καὶ ἐλεύθεροι BEKArtn: καὶ ἐλεύθεροι καὶ δοῦλοι transp. ceteri 18 δ’ om. Α οὐ τοῖς] οὕτως C 19 καὶ πολλῇ—φιλοτιμίᾳ om. Arm καὶ alt. om. Κ 20 ἐλπίδος om. BE υἱοῦ τοῦ γνησίου H(v) ἐς Κ 21 τὸ βεβαιωθησόμενον BE, βεβαιωθησομένην om. Arm. ὑποσχομένου (om. δι’) Arm τοῦ et ἀρίστου om. Arm τοῦ τῶν] τούτων Α) [*](7 sqq. Gen. 18,1 sqq. 16 Origenes Homil. in Genes. IV 1 (t. VIII p. 163 Lomm.) „Puer, inquit, festinavit facere eum." ipse currit, uxor festinat, puer accelerat: nullus piger est in domo sapientis.)
ἀλλὰ γὰρ οὐδ’ ὑπισχνουμένοις ἕνεκα τοῦ περὶ τὸ πρᾶγμα ἀπίστου βεβαίως προσεῖχον· ἤδη γὰρ ὑπερήλικες γεγονότες διὰ μακρὸν γῆρας ἀπεγνώκεσαν παιδὸς σποράν.
ἀκούσασαν οὖν τὴν γυναῖκα ἐν ἀρχῇ φησι γελάσαι καὶ μετὰ ταῦτα, εἰπόντων "μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ πᾶν ῥῆμα;“ καταιδεσθεῖσαν ἠρνῆσθαι τὸν γέλωτα· πάντα γὰρ ᾔδει θεῷ δυνατὰ σχεδὸν ἐξ ἔτι σπαργάνων τουτὶ τὸ δόγμα προμαθοῦσα.