De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τότε μοι δοκεῖ πρῶτον οὐκέθ’ ὁμοίαν τῶν ὁρωμένων λαβεῖν φαντασίαν, ἀλλὰ σεμνοτέραν ἢ προφητῶν ἢ ἀγγέλων μεταβαλόντων ἀπὸ πνευματικῆς
καὶ ψυχοειδοῦς οὐσίας εἰς ἀνθρωπόμορφον ἰδέαν. τὸ μὲν οὖν φιλόξενον τοῦ ἀνδρὸς εἴρηται, πάρεργον ὂν ἀρετῆς μείζονος· ἡ δ’ ἀρετὴ θεοσέβεια, περὶ ἧς καὶ πρότερον εἴπομεν, ἧς δεῖγμα σαφέστατον τὰ νῦν λεχθέντα ἐστὶν ὡς ἐπὶ ξένων ἀνδρῶν.
εἰ δ’ εὐδαίμονα καὶ μακάριον οἶκον ὑπέλαβον εἶναί τινες, ἐν ᾧ συνέβη καταχθῆναι καὶ ἐνδιατρῖψαι σοφούς, οὐκ ἂν ἀξιώσαντας ἀλλ’ οὐδ’ ὅσον διακῦψαι μόνον, εἴ τι πάθος ἐνεώρων ταῖς ψυχαῖς τῶν ἔνδον ὄντων ἀνίατον, ἐγὼ δὲ οὐκ οἶδα, τίνα ὑπερβολὴν εὐδαιμονίας καὶ μακαριότητος εἶναι φῶ περὶ τὴν οἰκίαν, ἐν ᾗ καταχθῆναι καὶ ξενίων λαχεῖν ὑπέμειναν ἄγγελοι πρὸς ἀνθρώπους, ἱεραὶ καὶ θεῖαι φύσεις, ὑποδιάκονοι καὶ ὕπαρχοι τοῦ πρώτου θεοῦ, δι’ ὧν οἷα πρεσβευτῶν ὅσα ἂν θελήσῃ τῷ γένει ἡμῶν προθεσπίσαι διαγγέλλει.
πῶς γὰρ ἂν τὴν ἀρχὴν εἰσελθεῖν ὑπέμειναν, εἰ μὴ καθάπερ νεὼς εὖ συντεταγμένον πλήρωμα τοὺς ἔνδον ἅπαντας ᾔδεσαν ἑνὶ [*](1 ταὐτῶ BEK: τῶ αὐτῶ ceteri 2 ἐμπρεπές BKMA: εὐπρεπές ceteri οὐδ’ codd.: οὐχ Turn. Mang. ὑπισχνουμένους HP, ὑπισχνουμένης Α 4 ἀπεγνώκεσαν BEK: ἀπέγνωσαν ceteri παίδων coni. Mang. οὑν BEK: γοῦν ceteri 4. 5 τὴν γυναῖκα ἐν ἀρχῆ BEK: ἐν ἀρχὴ τὴν γυναῖκα transp. ceteri 5 γελάσαι φησὶ transp. Κ φησὶ BEK: φασὶ ceteri ταῦτ’ CFGMA G τῶ θεῶ BEK: θεῶ ΜΑΗ2, θεοῦ CFGH1P πᾶν ῥῆμα BEK: πᾶν om. ceteri ἠρνῆσθαι Κ, ἠρνεῖσθαι BE: ἀρνήσασθαι ceteri 8 πρῶτον om. Arm ὁμοίαν CBEK: ὅμοιον ceteri, ὁμοίως Arm 9 προφητῶν BEK: προφητῶν τινων ceteri μεταβαλλόντων MFG(v) 10 ἰδέαν] οὐσίαν P 11 ὂν] ἦν Α ἀρετῆς μείζονος BEK Arm: μείζονος ἀρετῆς ceteri 12 εἴπομεν] εἴρηται BEK ἧς] εἰς F σαφέστερον BE 13 εἰ δ’] ἦς BE, εἰς Arm 13. 14 μακάριον οἶκον BEK Arm: οἶκον post τινες transp. ceteri 14 καταταχθῆναι Α, καταχθῆναι om. CFG διατρῖψαι CFG 15 ἀξιώσαντας] ἀνακύψαντας BE οὐδ’ ΒΕΚ: οὐδὲ ceteri 16 ἐνεώρων BEK: ἑώρων ceteri ὄντων BEK Arm: om. ceteri post ἀνίατον add. ὄν BE δ’ ΒΕΚ 17 φῶ] ἐφ’ ὧ BE 18 καταταχθῆναι Α ἀγγέλων Κ ἀνθρώπων C 20 ἡμῶν om. BE 21 διαστέλλει CFG ἂν om. BEK 22 συντεταγμένης Arm τοὺς] τῆς C πάντας ΗΡ)