De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν, ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται, καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι, ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι [*](1 ἐπειδήπερ BEK: ἐπείπερ ceteri 2 τι F ἐπισκευαζούσας CG ἀπαμφιάσας Η: ἀναπαμφιάσας Α, ἀπαμφιέσας ε corr. ex α) E, ἀπαμφιέσας BKP, ἐναπαμφιέσας CFGM 3 διότι] ὅτι vel δὴ ὅτι conicio 4. 5 καὶ καλὰς—ὑπηχεῖ om. Arm 5 ὑφηχεῖ Ε, ὑφηγεῖται (γεῖται in ras.) Β δὲ ΒΕΚ: δ’ ccteri καὶ παιδευόμενος om. 7 αὐτῶ τοῦτο μόνον ἐστὶ BEK, τοῦτο αὐτῷ μόνον ἐστὶ Arm: ἐστὶν post πάθος (6) transp. ceteri 9 αὐτῆς] αὐτοῖς ’P πράγμασιν Κ 10 συμβουλικῶς E νοῦς φιλοσώματος BEK Arm: ὁ νοῦς ὁ φιλοσώματος ceteri ·καθυποκρινάμενος C II ἐπιμορφάζειν Κ 12 ἀκροατὴς ’P’ 13 καὶ om. Κ 14 θεῶ BEK: τῶ θεῶ ceteri 15 ἐμίσησε BEK: ἐμίσησέ τε ceteri ἀπεβάλετο ΒΕ, ἀπεβάλλετο Κ 16 διά τινων ΜΑ ἢ codd.: ἦ v 17 ἐπεξιόντα coni. Mang. τιτρώσκει ΒΕΚ Arm: πικρῶς ceteri 18 ὀλιγοδέεια BEMP, ὀλιγόδειαν v 19 δὲ om. ΒΕ 20 μίαν . . . ψυχὴν ABE Arm: μιᾷ . . . ψυχὴ ceteri 21 φύσει CFG 21. 22 συναχθῶσιν Κ 23 ᾖ] ἡ Α 24 ὅταν ΒΕΚ: ἐπὰν ceteri χειρῶν Κ (Mang.): χεῖρον BE, χείρονα ceteri ἄμιλλα BE τὰς ἰδίας δυνάμεις ΒΕ)

v.4.p.25
πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα θαρρήσῃ·

κακίαν μὲν γὰρ ἡττᾶσθαι οὐκ αἰσχρόν, ᾗ συγγενὲς ἀδοξία, ἀρετὴν δὲ ὄνειδος, ᾗ πάντων οἰκειότατον εὔκλεια, δι’ ἣν πέφυκε νικᾶν ἢ διατηρεῖν αὑτὴν ἀήττητον.

Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας — οἱ δὲ θειοτέρας ὄντες φύσεως ἐλελήθεσαν — προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες ἐπινεύουσι.

πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν,“ αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας, ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν.