De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν ἐν ψυχαῖς σύνοδον ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων, ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην [*](1 μεθ’ ἡμέρας A καὶ νύκτωρ om. Α νύκτας C παραπέλαυσε ΒΚMΑ, παραπέλευσε Ε: παραπήλαυσε ceteri 2 καὶ σύμπας ΒΕΚ: καὶ om. ceteri συμπάσας C ὁ οἶκος αὐτῶ BEKArm: αὐτῶ ὁ οἶκος ceteri; αὐτοῦ coni. Μang. προνομία F 3 αἰνεῖν GFG οὐχὶ BE 4 ἀγνία M 5 διασώζεται ΒΕΚ Arm: διεσώζετο ceteri δ’ BEK καὶ εὐσέβειαν ὁ θεὸς ΒΕΚ Arm: ὁ θεὸς καὶ εὐσέβειαν transp. ceteri 6 ἐπιδείξασθαι BEK: ἐπιδείκνυσθαι ceteri ἀνύβριστον] ἀκίνδυνον F 7 οὕπω ΒΕΚ: οὐδέπω ceteri διαφθαρῆναι τὸν γάμον ΒΕΚ Arm: τὸν γάμον διαφθαρῆναι transp. ceteri γάμον #x003E; coni. Wendl. coll. 21,23 ὃς om. Turn. ὀλίγων BEK Arm: om. ceteri 9 παντὸς ΒΕΚ: ἅπαντος ceteri τὴν ἱερωσύνην P 11 post καὶ add. ἀπὸ P 12 τόπον] τύπον H2L (Turn.) συμβουλικῶς E 16 εἶναι καὶ ἡγεμονικώτερον om. CFG ὃν] ὧν A 17 ἡδονὴ A ἔλαβεν Arm ὃν] ὧν Α 18 ἐναντιότατοι EKF δ’ BEK 20 γονὴν δ’ ὑποδέχεται BEK Arm: γονήν, ὑποδέχεται δὲ ceteri 21 ἔχειν γυναικὸς transp. HP συμβουλὰς ΒΚ 22 καὶ λόγους σπουδαίους om. Arm 23 ἀνδρῶν Κ 24 καὶ θείας om. Arm ἢ] ἡ BP)

v.4.p.24
ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει χαρακτῆρος ἐν φωναῖς.

εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος

αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος, καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος.

ὅπερ κατιδὼν ὁ ἔφορος — μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν — ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει; βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια· στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ ἄδικος δικαιοσύνης ἐπαινουμένης.