De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ὥσπερ γὰρ ἐν μὲν ταῖς τοῦ ἡνιόχου χερσὶ τὰς ἡνίας εἶναι προσῆκεν, ἐν δὲ ταῖς τοῦ κυβερνήτου τοὺς οἴακας — μόνως γὰρ οὕτως κατορθοῦται δρόμος μὲν ἅρματι, σκάφει δὲ πλοῦς —, οὕτως ἐν τῇ χειρὶ καὶ δυνάμει τοῦ θάτερον εἶδος τῆς γαστριμαργίας τεχνιτεύοντος, οἰνοφλυγίαν, ἡ τοῦ ἀκρατοῦς ἐστιν ἐκπλήρωσις.

ἀλλὰ τί παθὼν ὑπέμεινεν αὐχεῖν ἐπ’ ἀρνήσεως μᾶλλον ἢ ὁμολογίας ἐπαξίῳ πράγματι; ἢ οὐκ ἄμεινον ἦν μὴ οὐχ ὁμολογεῖν διδάσκαλον ἀκρασίας εἶναι, ἀλλὰ τῷ ἀκρατεῖ τὰ ὑπεκκαύματα τοῦ πάθους ἐπαναθεῖναι ὡς εὑρετῇ καὶ αὐτουργῷ τεθρυμμένου καὶ κατεαγότος αἰσχίστου βίου;

τοιοῦτον δ’ ἐστίν· ἀφροσύνη σεμνύνεται ἐφ’ οἷς εἰκὸς ἐγκαλύπτεσθαι· νυνὶ μὲν οὐ μόνον ἐπὶ τῷ τὴν δεξαμενὴν τῆς ἀκράτορος ψυχῆς, τὸ ποτήριον, περιφέρειν ἐν ταῖς χερσὶ καὶ ἐπιδείκνυσθαι πᾶσιν ἀγάλλεται, ἀλλὰ καὶ ἐπὶ τῷ τὴν σταφυλὴν εἰς αὐτὸ ἐκθλίβειν· τὸ δ’ ἐστὶ τὸ ἐκπληρωτικὸν τοῦ πάθους δημιουργεῖν καὶ κεκρυμμένον εἰς φῶς ἄγειν.

ὡς γὰρ τὰ βρέφη γλιχόμενα τροφῆς, ὁπότε μέλλοι σπᾶν τοῦ γάλακτος, ἐκθλίβει καὶ πιέζει τὸν μαστὸν τῆς τρεφούσης, οὕτω τὴν πηγήν, ἀφ’ ἧς τὸ οἰνοφλυγίας ὀμβρεῖ κακόν, ὁ δημιουργὸς τῆς ἀκρασίας πιέζει κραταιῶς, ἵνα ταῖς ἐκθλιβομέναις λιβάσιν ἡδίστῃ τροφῇ χρῷτο.

Τοιοῦτος μὲν ἡμῖν ὁ βεβακχευμένος ἀκράτῳ, παροίνιον καὶ παράληρον κακὸν καὶ ἀνίατον, γραφέσθω· τὸν δὲ συγγενῆ τούτου γάστρωνα καὶ αὐτὸν ὄντα, πολυφαγίας καὶ λαιμαργίας ἑταῖρον, τὰ περὶ ἐδωδὴν ἀκρατῶς τεχνιτεύοντα, πάλιν ἐπισκεπτέον.

καίτοι οὐ πολλῆς δεῖ πρὸς τὴν θήραν αὐτοῦ φροντίδος· ἔστι γὰρ ἐκμαγεῖον ἐμφερέστατον αὐτοῦ τῆς εἰκόνος ὁ φανεὶς ὄνειρος. ἀκριβώσαντες οὖν αὐτὸν ἐκεῖνον ὥσπερ ἔμφασιν ἐν κατόπτρῳ θεασόμεθα.

„ᾤμην“ γάρ φησι „τρία [*](2 ἐγχειρίσεσι Α 3 εὐοδώσει coni. Mang. 5 μόνον coni. Mang. 7 τῆς Hoesch.: τὰς Α 8 ἡ Α ἀκρατοῦς Mang.: ἀκράτου Α ἐκπλήρωσις Hoesch.: ἡ πλήρωσις Α 11 ἀκρατεῖ A: ἀκράτῳ Mang. ἐπαναθεῖναι scripsi: ἐπανατεῖναι Α 11. 12 αὐτουργῷ Mang. : αὐτογεωργοῦ A, αὐτογεωργῷ v 12 #x003E; αἰσχίστου coni. Mang. τὸ δέ τοιοῦτόν ἐστιν conicio 13 μέντοι conicio 15 ἀγάλλεται Mang.: ἀγγέλλεται Α 16 αὐτὸ (vel τοῦτο) Mang.: ταὐτὸ Α 17 τὸ κεκρυμμένον conicio 21 ἡδίστῃ Mang.: ἡδιαστῆ ἥδιστα τῇ Hoesch. 23 καὶ om. Hoesch. 23. 24 γάστρωνα Hoesch. : γάστρων A, fort. γάστριν leg. 27 οὖν add. Mang. (vel ὄνειρος ὥστε conicio) τοῦτον conicio 28 Θεασόμεθα Mang.: θεασώμεθα Α)

v.3.p.292
κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου“ (Gen. 40, 16). κεφαλὴν μὲν τοίνυν ἀλληγοροῦντές φαμεν εἶναι ψυχῆς τὸν ἡγεμόνα νοῦν, ἐπικεῖσθαι δὲ τούτῳ πάντα· καὶ γὰρ ἐξεφώνησέ ποτε ἐπ’ αὐτοῦ· „ἐπ’ ἐμὲ ἐγένετο ταῦτα πάντα“ (Gen. 42, 36).

στειλάμενος οὖν πομπὴν ὧν ἐτεχνίτευσε κατὰ γαστρὸς τῆς ταλαίνης ἐπιδείκνυται, καὶ κανηφορῶν ὁ ἀνόητος οὐκ αἰδεῖται τοσούτῳ βαρυνόμενος τριττῷ κανῶν ἄχθει, τοῦτο δ’ ἐστὶ τρισὶ χρόνου μέρεσι.

τὴν γὰρ ἡδονὴν οἱ θιασῶταί φασιν αὐτῆς ἔκ τε μνήμης τῶν παρεληλυθότων τερπνῶν καὶ ἐξ ἀπολαύσεως τῶν ἐνεστηκότων καὶ ἐξ ἐλπίδος τῶν μελλόντων συνεστάναι·

ὥστε τὰ τρία κανᾶ τοῖς τρισὶ τοῦ χρόνου μέρεσιν ἐξομοιοῦσθαι, τὰ δ’ ἐπὶ τῶν κανῶν πέμματα τοῖς ἑκάστῳ τῶν μερῶν ἐφαρμόζουσι, παρεληλυθότων μνήμαις, ἐνεστηκότων μετουσίαις, μελλόντων προσδοκίαις, τὸν δὲ βαστάζοντα ταῦτα πάντα τῷ φιληδόνῳ, ὃς οὐκ ἀφ’ ἑνὸς γένους ἀκρασίας, ἀλλ’ ἀπὸ πάντων σχεδὸν εἰδῶν καὶ γενῶν τῆς ἀκολασίας ἄσπονδον καὶ φιλίων ἁλῶν ἐπιδεᾶ τράπεζαν ἐκπεπλήρωκεν.

ἧς ἀπολαύει μόνος ὥσπερ ἐν δημοθοινίᾳ ὁ βασιλεὺς Φαραώ, σπορὰν καὶ σκέδασιν καὶ φθορὰν ἐγκρατείας ἐπιτετηδευκώς· ἑρμηνεύεται γὰρ σκεδασμός. ἔστι δὲ τὸ ὑπέρογκον καὶ βασιλικὸν αὐτῷ οὐκ ἐφ’ οἷς εἰκὸς σωφροσύνης ἀγαθοῖς ἀγάλλεσθαι, ἀλλ’ ἐν οἷς ἀπεικὸς βδελυρίας ἐπιτηδεύμασι σεμνύνεσθαι, πρὸς ἀπληστίαν καὶ λαιμαργότητα καὶ τὸ ἁβροδίαιτον ἐξοκείλαντι.

τοιγάρτοι τὰ πτηνά, τὸ δ’ ἐστὶν αἱ ἐπιποτώμεναι ἔξωθεν ἀτέκμαρτοι συντυχίαι, πάντα πυρὸς τρόπον ἐπιδραμοῦνται καὶ ἀναφλέξουσι καὶ τῇ παμφάγῳ δυνάμει καταναλώσουσιν (Gen. 40, 17), ὡς μηδὲ λείψανον γοῦν ὑπολείπεσθαι πρὸς ἀπόλαυσιν τῷ κανηφοροῦντι, ὃς ἤλπισε τὰς εὑρέσεις καὶ τὰς ἐπινοίας αὑτοῦ μέχρι παντὸς αἰῶνος οἴσειν ἀναφαιρέτους ἐν βεβαίῳ.

χάρις δὲ τῷ νικηφόρῳ θεῷ, ὃς ἀτελεῖς τὰς εἰς ἄκρον πεποιημένας σπουδὰς τοῦ φιλοπαθοῦς ἐργάζεται, πτηνὰς φύσεις ἐπιπέμπων ἀοράτως πρὸς ἀναίρεσιν καὶ φθορὰν αὐτῶν. περισυληθεὶς οὖν ὁ νοῦς ὧν ἐδημιούργησεν, ὥσπερ τὸν αὐχένα ἀποτμηθεὶς [*](1 καναχονδριτῶν Α 3 ἐπ’ αὐτοῦ scripsi: ἐπὶ τὸν A, περὶ τοῦδε Hoesch., ἐπὶ τοῦδε vel ἐπὶ τούτου Mang. 6 κανῶν Hoesch.: κακὸν Α 12 προσδοκίας Α 15 ἀπολαύειν Α 16 διασπορὰν Hoesch. 18 ἐφ’ οἶς εἰκὸς scripsi: ἐπὶ τοῖς εἰκόσι Α 19 ἐν] ἐφ’ conicio 20 λαιμαργίαν conicio 20. 21 ἐξοκείλαντι Hoesch.: ἐξωκείλοντι Α 25 αὑτοῦ Mang. (vel μέχρι τοῦ transp.): τοῦ A 27 πεπονημένας coni. Mang. 28. 29 περισυληθεὶς scripsi: περισυλληφθεὶς A, παρασυληθεὶς Mang.) [*](7 cf. Epicurea fr. 435 sqq. 429.)

v.3.p.293
ἀκέφαλος καὶ νεκρὸς ἀνευρεθήσεται, προσηλωμένος ὥσπερ οἱ ἀνασκολοπισθέντες τῷ ξύλῳ τῆς ἀπόρου καὶ πενιχρᾶς ἀπαιδευσίας.

ἕως μὲν γὰρ μηδὲν λυμαίνεται τῶν ἐξαπιναίως εἰωθότων ἀπροοράτως ἐπιφοιτᾶν, εὐοδεῖν δοκοῦσιν αἱ πρὸς ἀπόλαυσιν ἡδονῆς τέχναι· κατασκηψάντων δ’ ἐκ τοῦ ἀφανοῦς ἀνατρέπονται, καὶ ὁ δημιουργὸς αὐταῖς συνδιαφθείρεται.

Τὰ μὲν οὖν τῶν διῃρημένων τὸ γεύσεως ἐργαστήριον ἐν ἑκατέρῳ τροφῆς εἴδει, πόσεώς τε καὶ βρώσεως οὐχὶ τῆς ἀναγκαίας ἀλλὰ περιττῆς καὶ ἀκράτορος, ὀνείρατα δεδήλωται· τὰ δὲ τοῦ τούτων καὶ τῶν ἄλλων, ὅσαι ψυχῆς δυνάμεις, βασιλεύειν δοκοῦντος, ὄνομα Φαραώ, κατὰ τὸ ἀκόλουθον αὐτίκα διερευνητέον.

„ἐν γὰρ τῷ ὕπνῳ μου“ φησίν „ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον βόες ἑπτά, ἐκλεκταὶ ταῖς σαρξὶ καὶ καλαὶ τῷ εἴδει, καὶ ἐνέμοντο ἐν τῷ ἄχει. καὶ ἰδοὺ ἕτεραι ἑπτὰ βόες ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ, πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, ἃς οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ τῇ Αἰγύπτῳ αἰσχροτέρας.

καὶ κατέφαγον αἱ βόες αἱ λεπταὶ καὶ αἰσχραὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν· καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν [εἶπον].

ἐξεγερθεὶς δὲ ἐκοιμήθην, καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὡς ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνί, πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι· καὶ κατέπιον οἱ ἑπτὰ στάχυες τοὺς καλοὺς καὶ τοὺς πλήρεις“ (Gen. 41, 17 — 24).

ὁρᾷς μὲν δὴ τὸ προοίμιον τοῦ φιλαύτου, ὃς κινητὸς καὶ στρεπτὸς καὶ μεταβλητὸς ὢν κατά τε σῶμα καὶ ψυχήν φησιν· „ᾤμην ἑστάναι,“ καὶ οὐκ ἐλογίσατο, ὅτι μόνῳ θεῷ τὸ ἀκλινὲς καὶ πάγιόν ἐστιν οἰκεῖον καὶ εἴ τις αὐτῷ φίλος.

τῆς μὲν ἀκλινοῦς περὶ αὐτὸν δυνάμεως σαφεστάτη [*](2 τῷ scripsi (vel σταυρῷ τῷ conicio): αὐτῶ Α, αὖ τῷ Mang. 3 ἐξαπιναίων conicio 9 τοῦ addidi 10 ὄνομα] ὀνείρατα Hoesch. 13 ἑπτὰ βόες conicio 14 ἄχει] ἕλει male Hoesch. 16 ἅς] οἵας couicio ex LXX 17. αἱ ἑπτὰ βόες conicio ex LXX 19 lacunam ex LXX supplevi 20 εἰπον seclusi 21 ὥσπερ ex LXX conicio 23 ἐχόμενοι #x003E; ex LXX supplet Mang. 24 στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας ex suppl. 25 τὸ addidi 28 μὲν γὰρ vel οὖν conicio) [*](26 sqq. cf. Orig. comment. in Gen. p. 44 6 ἐπὶ τοῖς ῥευτοῖς καὶ ἀβεβαίοις πεποιθὼς ᾤετο ἑστάναι . . . Aristobulum apud. Eus. Praep. ev. VIII 10 § 9—12.)

v.3.p.294
πίστις ὅδε ὁ κόσμος, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων — ὁπότε δὲ ὁ κόσμος ἀρρεπής, ὁ δημιουργὸς πῶς οὐ βέβαιος; —, εἶτα μέντοι καὶ οἱ ἀψευδέστατοι μάρτυρες ἱεροὶ χρησμοί·