De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ· „ὧδε ἐγὼ ἕστηκα ἐκεῖ πρὸ τοῦ σὲ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ“ (Exod. 17,6), ἴσον τῷ οὗτος ἐγὼ ὁ ἐμφανὴς καὶ ἐνταῦθα ὢν ἐκεῖ τέ εἰμι καὶ πανταχοῦ, πεπληρωκὼς τὰ πάντα, ἑστὼς ἐν ὁμοίῳ καὶ μένων, ἄτρεπτος ὤν, πρὶν ἢ σὲ ἤ τι τῶν ὄντων εἰς γένεσιν ἐλθεῖν, ἐπὶ τῆς ἀκροτάτης καὶ πρεσβυτάτης ἱδρυμένος δυνάμεως ἀρχῆς, ἀφ’ ἧς ἡ τῶν ὄντων γένεσις ὤμβρησε καὶ τὸ σοφίας ἐπλήμμυρε νᾶμα.

ἐγὼ γάρ εἰμι „ὁ ἐξαγαγὼν ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος“ (Deut. 8, 15) ἐν ἑτέροις εἴρηται. μαρτυρεῖ δὲ καὶ Μωυσῆς περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον φάσκων· „εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), τὸ μὴ μεταβάλλειν διὰ τῆς στάσεως καὶ ἱδρύσεως αἰνιττόμενος.

ἀλλὰ γὰρ τοσαύτη περὶ τὸ θεῖόν ἐστιν ὑπερβολὴ τοῦ βεβαίου, ὥστε καὶ ταῖς ἐπιλελεγμέναις φύσεσιν ἐχυρότητος, ὡς ἀρίστου κτήματος, μεταδίδωσιν. αὐτίκα γέ τοι τὴν πλήρη χαρίτων διαθήκην ἑαυτοῦ — νόμος δ’ ἐστὶ καὶ λόγος τῶν ὄντων ὁ πρεσβύτατος — ὡς ἂν ἐπὶ βάσεως τῆς τοῦ δικαίου ψυχῆς ἄγαλμα θεοειδὲς ἱδρύσεσθαι παγίως φησίν, ἐπειδὰν λέγῃ τῷ Νῶε· „στήσω τὴν διαθήκην μου πρὸς σέ“ (Gen. 9, 11).

παρεμφαίνει δὲ καὶ δύο ἕτερα, ἓν μὲν ὅτι τὸ δίκαιον ἀδιαφορεῖ διαθήκης θεοῦ, ἕτερον δὲ ὅτι οἱ μὲν ἄλλοι χαρίζονται τὰ διαφέροντα τῶν λαμβανόντων, ὁ δὲ θεὸς οὐ μόνον ταῦτα, ἀλλὰ αὐτοὺς ἐκείνους ἑαυτοῖς· ἐμὲ γὰρ ἐμοὶ δεδώρηται καὶ ἕκαστον τῶν ὄντων ἑαυτῷ· τὸ γὰρ „στήσω τὴν διαθήκην μου πρὸς σὲ“ ἴσον ἐστὶ τῷ „σοὶ δωρήσομαι.“

σπουδάζουσι δὲ καὶ πάντες οἱ θεοφιλεῖς τὸν φιλοπραγμοσύνης χειμῶνα ἀποδιδράσκοντες, ἐν ᾧ σάλος καὶ κλύδων ἀεὶ κυκᾶται, τοῖς τῆς ἀρετῆς εὐδίοις καὶ ναυλοχωτάτοις ἐνορμίζεσθαι λιμέσιν.

οὐχ ὁρᾷς, οἷα περὶ Ἀβραὰμ λέγεται τοῦ σοφοῦ, ὥς ἐστιν „ἑστὼς ἐνώπιον κυρίου“ (Gen. 18, 22) ; πότε γὰρ εἰκὸς δύνασθαι στῆναι διάνοιαν μηκέθ’ ὡς ἐπὶ τρυτάνης ταλαντεύουσαν ἢ ὅτε [*](1 ὁ δὲ Α 4 ἕστηκα scripsi: ἔστη καὶ (sed. ι eras.) Α, ἕστηκα καὶ v ἐκεῖ scripsi: ἐκεῖσε Α 4. 5 ἐν Χωρὴβ ex LXX scripsi: ἐγχωρεῖν A 5 οὗτος scripsi: οὕτως Α 7 ὧν A ἤ τι Mang.: ἐπὶ Α 8 ἱδρυμένος Mang.: ὁρώμενος Α 9 ἐπλημμύρει conicio 11 Μωσῆς Α 13 μεταβάλλον coni. Mang. 16 γέ scripsi: δέ Α 18 ὡσὰν Α ἐπιβάσεως Α 19 ἱδρύσεσθαι Mang.: ἱδρύσασθαι Α 25 σοὶ δὲ coni. Mang. 26 πολυπραγμοσύνης Mang. 29 ὥς coni. Mang. : ὅς Α ποτὲ Α εἰκὸς μᾶλλον coni. Mang.)

v.3.p.295
ἀντικρύς ἐστι θεοῦ, ὁρῶσά τε καὶ ὁρωμένη;

διχόθεν γὰρ αὐτῇ τὸ ἀρρεπές, ἐκ μὲν τοῦ ὁρᾶν τὸν ἀσύγκριτον, ὅτι ὑπὸ τῶν ὁμοίων πραγμάτων οὐκ ἀνθέλκεται, ἐκ δὲ τοῦ ὁρᾶσθαι, ὅτι ἣν ἀξίαν ἔκρινεν εἰς ὄψιν ὁ ἡγεμὼν τὴν ἑαυτοῦ ἐλθεῖν, τῷ ἀρίστῳ μόνῳ προσεκλήρωσεν, αὑτῷ. καὶ Μωυσεῖ μέντοι θεοπρόπιον ἐχρήσθη τοιόνδε· „σὺ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31), δι’ οὗ τὰ λεχθέντα ἄμφω παρίσταται, τό τε μὴ κλίνεσθαι τὸν ἀστεῖον καὶ ἡ τοῦ ὄντος περὶ πάντα βεβαιότης.

καὶ γὰρ τῷ ὄντι τὸ τῷ θεῷ συνεγγίζον οἰκειοῦται κατὰ τὸ ἄτρεπτον αὐτοστατοῦν, καὶ ἠρεμήσας ὁ νοῦς, ἡλίκον ἐστὶν ἀγαθὸν ἠρεμία, σαφῶς ἔγνω καὶ θαυμάσας αὐτῆς τὸ κάλλος ὑπέλαβεν, ὅτι ἢ θεῷ μόνῳ προσκεκλήρωται ἢ τῇ μεταξὺ φύσει θνητοῦ καὶ ἀθανάτου γένους.

φησὶ γοῦν· „κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν“ (Deut. 5, 5), οὐχὶ τοῦτο δηλῶν, ὅτι ἐπὶ τῶν ἑαυτοῦ ποδῶν ἠρήρειστο, ἀλλ’ ἐκεῖνο βουλόμενος ἐμφῆναι, ὅτι ἡ τοῦ σοφοῦ διάνοια χειμώνων μὲν καὶ πολέμων ἀπαλλαγεῖσα, νηνέμῳ δὲ γαλήνῃ καὶ βαθείᾳ εἰρήνῃ χρωμένη κρείττων μέν ἐστιν ἀνθρώπου, θεοῦ δὲ ἐλάττων.

ὁ μὲν γὰρ ἀγελαῖος ἀνθρώπειος νοῦς σείεται καὶ κυκᾶται πρὸς τῶν ἐπιτυχόντων, ὁ δ’ ἅτε μακάριος καὶ εὐδαίμων ἀμέτοχος κακῶν· μεθόριος δὲ ὁ ἀστεῖος, ὡς κυρίως εἰπεῖν μήτε θεὸν αὐτὸν εἶναι μήτε ἄνθρωπον, ἀλλὰ τῶν ἄκρων ἐφαπτόμενον, ἀνθρωπότητι μὲν θνητοῦ γένους, ἀρετῇ

δὲ ἀφθάρτου. τούτῳ παραπλήσιόν ἐστι καὶ τὸ χρησθὲν λόγιον ἐπὶ τοῦ μεγάλου ἱερέως· „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἄνθρωπος οὐκ ἔσται, ἕως ἂν ἐξέλθῃ“ (Lev. 16, 17) ; εἰ δὲ μὴ γίνεται τότε ἄνθρωπος, δῆλον ὅτι οὐδὲ θεός, ἀλλὰ λειτουργὸς θεοῦ, κατὰ μὲν τὸ θνητὸν γενέσει, κατὰ δὲ τὸ ἀθάνατον οἰκειούμενος τῷ ἀγενήτῳ.

τὴν δὲ μέσην τάξιν εἴληχεν, ἕως ἂν ἐξέλθῃ πάλιν εἰς τὰ τοῦ σώματος καὶ τῆς σαρκὸς οἰκεῖα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν μὲν ἐξ ἔρωτος θείου κατασχεθεὶς ὁ νοῦς, συντείνας ἑαυτὸν ἄχρι τῶν ἀδύτων, ὁρμῇ [*](1 διχόθεν Markland: δειχθέν Α 2 ἀνομοίων coni. Mang. 3 οὐκέτ᾿ conicio 4 ἑαυτοῦ Mang. (Hoesch. in mg. A): ἑαυτῶ Α ἐλθεῖν τῷ addidi 5 αὐτῶ Α Μωσεῖ Α 9· αὐτοστατοῦν] αὐτῷ τῷ ἑστῶτι 12 ἡμῶν Hoesch. 13. 14 ἐρήρειστο v 16 κρείττω Α 17 σείεται Mang. : ἵεται A, οἴεται Hoesch. 18 ἄτε (sic) Α: αὖ τε v καὶ A: τε καὶ Mang. 24 δῆλον δ’ ὅτι οὐδὲ θεός, τί ἄλλο ἡ λειτουργὸς e. gr. conicio; θεοῦ, δῆλον ὅτι μεθόριος ἀνθρώπου καὶ θεοῦ coni. Cohn (δ' ὅτι antea) 25 ἀγεννήτω 26 εἴληχεν, ἕως Mang. : εἰληχέναι ὡς A) [*](22 sqq. cf. ad. p. 289,7)

v.3.p.296
καὶ σπουδῇ πάσῃ χρώμενος προέρχηται, θεοφορούμενος ἐπιλέλησται μὲν τῶν ἄλλων, ἐπιλέλησται δὲ καὶ ἑαυτοῦ, μόνου δὲ μέμνηται καὶ ἐξήρτηται τοῦ δορυφορουμένου καὶ θεραπευομένου, ᾧ τὰς ἱερὰς καὶ ἀναφεῖς καθαγιάζων ἀρετὰς ἐκθυμιᾷ.

ἐπειδὰν δὲ στῇ τὸ ἐνθουσιῶδες καὶ ὁ πολὺς ἵμερος χαλάσῃ, παλινδρομήσας ἀπὸ τῶν θείων ἄνθρωπος γίνεται, τοῖς ἀνθρωπίνοις ἐντυχών, ἅπερ ἐν τοῖς προπυλαίοις ἐφήδρευεν,

ἵνα αὐτὸ μόνον ἐκκύψαντα ἔνδοθεν ἐξαρπάσῃ. τὸν μὲν οὖν τέλειον οὔτε θεὸν οὔτε ἄνθρωπον ἀναγράφει Μωυσῆς, ἀλλ’, ὡς ἔφην, μεθόριον τῆς ἀγενήτου καὶ φθαρτῆς φύσεως· τὸν δὲ προκόπτοντα πάλιν ἐν τῇ μεταξὺ χώρᾳ ζώντων καὶ τεθνηκότων τάττει, ζῶντας μὲν καλῶν τοὺς συμβιοῦντας φρονήσει, τεθνηκότας δὲ τοὺς ἀφροσύνῃ χαίροντας.

λέγεται γὰρ ἐπὶ Ἀαρὼν ὅτι „ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων, καὶ ἐκόπασεν ἡ θραῦσις“ (Num. 16, 48). ὁ γὰρ προκόπτων οὔτε ἐν τοῖς τεθνηκόσι τὸν ἀρετῆς βίον ἐξετάζεται, πόθον καὶ ζῆλον ἔχων τοῦ καλοῦ, οὔτε ἐν τοῖς μετὰ τῆς ἄκρας καὶ τελείας ζῶσιν εὐδαιμονίας — ἔτι γὰρ πρὸς τὸ πέρας ἐνδεῖ —, ἀλλ’ ἑκατέρων ἐφάπτεται.

διὸ καὶ κυρίως ἐπιλέγεται τὸ „ἐκόπασεν ἡ θραῦσις“, ἀλλ’ οὐκ ἐπαύσατο· παύεται μὲν γὰρ ἐπὶ τῶν τελείων τὰ περιθραύοντα καὶ κατακλῶντα καὶ καταγνύντα τὴν ψυχήν, μειοῦται δὲ ἐπὶ τῶν προκοπτόντων ὡς ἂν αὐτὸ μόνον ἀνακοπτόμενα καὶ στελλόμενα.

Τῆς οὖν στάσεως καὶ ἱδρύσεως καὶ τῆς ἐν ταὐτῷ κατὰ τὸ ἀμετάβλητον καὶ ἄτρεπτον εἰς ἀεὶ μονῆς πρῶτον μὲν ὑπαρχούσης περὶ τὸ ὄν, ἔπειτα δὲ περὶ τὸν τοῦ ὄντος λόγον, ὃν διαθήκην ἐκάλεσε, τρίτον δὲ περὶ τὸν σοφὸν καὶ τέταρτον περὶ τὸν προκόπτοντα, τί παθὼν ὁ φαῦλος καὶ πάσαις ἀραῖς ἔνοχος νοῦς ᾠήθη μόνος ἵστασθαι δύνασθαι, φορούμενος ὥσπερ ἐν κατακλυσμῷ καὶ κατασυρόμενος ταῖς τῶν ἐπιρρεόντων διὰ τοῦ νεκροφορουμένου σώματος δίναις ἐπαλλήλοις;

„ᾤμην“ γάρ φησιν „ἑστάναι ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ“ (Gen. 41, 17). [*](4 εὐαγεῖς vel ἐναγεῖς coni. Mang. καθαγίζων coni. Mang. ἐκθυμία Α τὸ add. Mang. 4. 5 ἐνθουσιώδης coni. Hoesch. 6 προπυλέοις Α 7 αὐτὸ Hoesch.: αὐτῶ Α 8 Μωσῆς Α ἔφην Mang. : ἔφη Α 9 ἀγεννήτου Α 12. 13 καὶ τῶν ζώντων ex LXX add. Hoesch. 16 γάρ τι Mang. ἑκατέρων τῶν τῶν ἄκρων coni. Mang. (cf. § 189) 20 ὡσάν A αὐτὸ Hoesch.: αὐτῶ Α 22 εἰσαεὶ Α μόνης A 27 δίναις Hoesch.: δειναῖς Α 28 ἐπὶ] παρὰ conicio, cf. ἑ 216. 261) [*](9—11 cf. ad. p. 46, 8.)

v.3.p.297
λόγον δὲ συμβολικῶς ποταμὸν εἶναί φαμεν, ἐπειδὴ ἑκάτερος ἔξω τε φέρεται καὶ ῥέων συντόνῳ χρῆται τῷ τάχει καὶ τοτὲ μὲν εὐφορεῖ πλημμύραις ὁὁ μὲν ὕδατος, ὁὁ δὲ ῥημάτων καὶ ὀνομάτων, τοτὲ δὲ ἀφορεῖ χαλώμενος καὶ συνίζων·

καὶ ὠφελοῦσι μέντοι ὁ μὲν ἄρδων τὰς ἀρούρας, ὁ δὲ τὰς τῶν φιληκόων ψυχάς, καὶ ἔστιν ὅτε βλάπτουσι κυμήναντες, ὁ μὲν τὴν ὅμορον γῆν ἐπικλύσας, ὁ δὲ ἀνακυκήσας καὶ συγχέας τὸν τῶν οὐ προσεχόντων λογισμόν. οὗτος μὲν εἰκάζεται ποταμῷ.

διττὴ δὲ λόγου φύσις, ἡ μὲν ἀμείνων, ἡ δὲ χείρων, ἀμείνων μὲν ἡ ὠφελοῦσα, χείρων δὲ κατὰ τὸ ἀναγκαῖον ἡ βλάπτουσα.