De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Λέγωμεν οὖν τῷ θάτερον εἶδος γαστριμαργίας, πολυποσίαν, ἐπιτηδεύοντι ἀρχιοινοχόῳ· τί κακοπαθεῖς, ὦ ἀνόητε; δοκεῖς μὲν γὰρ τὰ ἀγωγὰ πρὸς εὐφροσύνην εὐτρεπίζεσθαι, τὸ δ’ ἀληθὲς ἀφροσύνης καὶ ἀκολασίας ἐξάπτεις φλόγα, πολλὴν αὐτῇ καὶ ἄφθονον ἐπιφέρων ὕλην. [*](4 τῷ] τῇ v βιβλίῳ scripsi ex LXX: βίβλῳ Α 5 τί δ’ ἄν vel τί ἄν οὖν conicio 7 αὐτὴ] ἀρετῇ coni. Mang. ἀνάθημα coni. Mang. 9 εἰ Α: ἡ coni. Hoesch. 10 παροργίζων Α 11 λέγοιτ’ Α οὐχὶ] οὐ καὶ coni. Mang. 13 ἐνδεεῖς Hoesch.: οὐδὲ εἴς Α 14 οὐχ ἡ] οὐχὶ conicio 14. 15 γεννωμένων coni. Mang., γενομένων conicio 15 κακὸν add. Mang.) [*](17 κίνει τῷ Mang. : κινείτω Α 21 ᾖ] ἡ Α Μωσῆς A ἐγγὺς οὑτωσὶ] ἐγγυτάτω conicio 23 τὸ Hoesch.: τί Α 24. 25 συμπληρούμενον Mang. : συμπληρούμενα Α 26 λέγωμεν scripsi: λέγω μὲν Α, λέγοιμ’ ἄν· coni. Mang. τῷ Mang. : τὸ Α 28 εὐφροσύνην Hoesch.: εὐφροσύνης Α)

v.3.p.288
ἀλλ’, ἴσως ἂν εἴποι, μή με προπετῶς αἰτιῶ, πρίν με σκέψασθαι.

οἰνοχοεῖν ἐτάχθην, οὐ μὴν δὴ σωφροσύνην καὶ εὐσέβειαν καὶ τὰς ἄλλας ἀρετὰς ἐνεσκευασμένῳ, ἀλλ’ ἀνδρὶ λαιμάργῳ καὶ ἀκρατεῖ καὶ ἀδίκῳ καὶ ἐπὶ ἀσεβείᾳ μέγα φρονοῦντι, ὃς ἐτόλμησέ ποτε εἰπεῖν· „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5,2)· ὡς εἰκότως ἐγὼ τὰ ἐκείνῳ δι’ ἡδονῆς ἐπιτετήδευκα.

μὴ θαυμάσῃς δέ, ὅτι τοῖς ἐναντίοις ὁ θεὸς καὶ ὁ ἀντίθεος νοῦς εὐφραίνεται, Φαραώ. τίς οὖν οἰνοχόος θεοῦ; ὁ σπονδοφόρος, ὁ μέγας ὄντως ἀρχιερεύς, ὃς τὰς τῶν ἀεννάων χαρίτων λαβὼν προπόσεις ἀντεκτίνει, πλῆρες ὅλον τὸ σπονδεῖον ἀκράτου μεθύσματος ἐπιχέων, ἑαυτόν. ὁρᾷς οἰνοχόων διαφορὰς τοῖς θεραπευομένοις ἀναλογούσας.

διὰ τοῦτο ἐγὼ μὲν ὁ τοῦ Φαραὼ κατὰ τὰς ἀνέσεις ἐπιτεινομένου τὸν σκληραύχενα καὶ πάντων ἀκράτορα λογισμὸν εὐνοῦχός εἰμι (Gen. 40,1.2), τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένος, μετανάστης μὲν τῆς ἀνδρωνίτιδος, φυγὰς δὲ καὶ τῆς γυναικωνίτιδος, οὔτ’ ἄρρεν οὔτε θῆλυ, οὔτε προέσθαι οὔθ’ ὑποδέξασθαι σπορὰν δυνάμενος, ἀμφίβολος, οὐδέτερος, ἀνθρωπείου παράκομμα νομίσματος, ἄμοιρος ἀθανασίας, ἣ τέκνων ἢ ἐγγόνων διαδοχαῖς εἰς ἀεὶ ζωπυρεῖται, συλλόγου καὶ ἐκκλησίας ἱερᾶς ἀπεσχοινισμένος· θλαδίαν γὰρ καὶ ἀποκεκομμένον ἄντικρυς διείρηται μὴ

εἰσιέναι (Deut. 23, 1). ὁ δὲ ἀρχιερεὺς ἄμωμός ἐστιν, ὁλόκληρος, ἀνὴρ παρθένου (Lev. 21, 17. 13), τὸ παραδοξότατον, οὐδέποτε γυναικουμένης, ἀλλ’ ἔμπαλιν τὰ γυναικεῖα κατὰ τὴν πρὸς τὸν ἄνδρα ὁμιλίαν ἐκλιπούσης (Gen. 18,11), καὶ οὐκ ἀνὴρ μόνον οὗτος, ἀμιάντους καὶ παρθένους γνώμας σπείρειν ἱκανός, ἀλλὰ καὶ πατὴρ λόγων ἱερῶν·

ὧν οἱ μὲν ἐπίσκοποι καὶ ἔφοροι τῶν τῆς φύσεως πραγμάτων, Ἐλεάζαρ καὶ Ἰθάμαρ (Exod. 28, 1), οἱ δὲ λειτουργοὶ θεοῦ, τὴν οὐράνιον φλόγα ἀνακαίειν καὶ ζωπυρεῖν ἐπειγόμενοι· τρίβοντες γὰρ ἀεὶ τοὺς περὶ ὁσιότητος λόγους καθάπερ ἐκ πυρείων τὸ θεοειδέστατον εὐσεβείας γένος ποιοῦσιν ἐκλάμπειν.

ὁ δὲ τούτων ὑφηγητὴς ὁμοῦ καὶ πατὴρ οὐχ ἡ τυχοῦσα μοῖρα τῆς ἱερᾶς ἐκκλησίας ἐστίν, ἀλλ’ οὗ χωρὶς σύγκλητος οὐκ ἂν ἀθροισθείη ποτὲ τῶν τῆς ψυχῆς μερῶν βουλὴ τὸ παράπαν, ὁ πρόεδρος, [*](2 μὲν conicio 3 λαιμάργῳ Mang. : μάργῳ Α 5 ὥστ’ conicio 7 γοῦν conicio 9 ἀντεκτείνει Α 10 ἑαυτοῦ conicio 11 τοῦ κατὰ 12 εἰμι Hoesch.: εἰ μὴ Α 13. 14 τῆς ἀνδρωνίτιδος ὤν (hoc omisi) Mang.: τῶν ἀνθρωνιτίδων Α 16 ἡ] ἡ A ἢ A: καὶ conicio 17 εἰς ἀεὶ Mang. : ταῖς ἀεὶ A, αἷς ἀεὶ coni. Hoesch. 18 διήρηται Α 19 ἄμωμός scripsi: ἀλώμενός Α 20 τὸ add. Mang. 25 ουράνιον scripsi: οὐρανίαν Α 27 πυρίων Α γένος Α: φέγγος Mang. 29 οὗ χωρὶς Cotelerius: οὐ χωρεῖ Α)

v.3.p.289
ὁ πρύτανις, ὁ δημιουργός, ὁ καὶ χωρὶς ἄλλων μόνος ἐφ’ ἑαυτοῦ σκοπεῖν τε καὶ πράττειν ἕκαστα ἱκανός.

οὗτος σὺν ἄλλοις μὲν ἐξεταζόμενος ὀλίγος, πολὺς δέ, ὅταν μονωθῇ, γίνεται, δικαστήριον ὅλον, ὅλον βουλευτήριον, ὅλος δῆμος, ὅλος ὄχλος, σύμπαν ἀνθρώπων γένος, μᾶλλον δέ, εἰ τἀληθὲς εἰπεῖν δεῖ, μεθόριός τις θεοῦ καὶ ἀνθρώπου φύσις, τοῦ

μὲν ἐλάττων, ἀνθρώπου δὲ κρείττων. „ὅταν“ γάρ φησιν „εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων ὁ ἀρχιερεύς, ἄνθρωπος οὐκ ἔσται“ (Lev. 16, 17). τίς οὖν, εἰ μὴ ἄνθρωπος; ἆρά γε θεός; οὐκ ἂν εἴποιμι — τὸν γὰρ τοῦ ὀνόματος τοῦδε κλῆρον ὁ ἀρχιπροφήτης ἔλαχε Μωυσῆς ἔτι ὢν ἐν Αἰγύπτῳ, προσρηθεὶς Φαραὼ θεὸς (Exod. 7, 1) — οὔτε ἄνθρωπος, ἀλλ’ ἑκατέρων τῶν ἄκρων, ὡς ἂν βάσεως καὶ κεφαλῆς, ἐφαπτόμενος.

τὸ μὲν οὖν ἕτερον εἶδος ἀμπέλου, ὅπερ εὐφροσύνη κεκλήρωται, καὶ τὸ ἐξ αὐτῆς μέθυσμα, ἡ ἄκρατος εὐβουλία, καὶ ὁ ἀρυσάμενος οἰνοχόος ἐκ τοῦ θείου κρατῆρος, ὃν αὐτὸς ὁ θεὸς ἀρετῶν πεπλήρωκεν ἐπὶ χείλη, δεδήλωται.

τὸ δὲ ἀνοίας καὶ λύπης καὶ παροινίας ἤδη μὲν τρόπῳ τινὶ τύπῳ δὲ ἕτερον ἐκτυποῦται διὰ τῶν ἑτέρωθι λεχθέντων ἐν ᾠδῇ τῇ μείζονι· „ἐκ γὰρ ἀμπέλου“ φησί „Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32, 32. 33).

ὁρᾷς ὅσα τὸ ἀφροσύνης μέθυσμα ἐργάζεται, τὸ πικρόν, τὸ κακόηθες, τὸ ἀκρόχολον, τὸ περίθυμον, τὸ ἀτίθασον, τὸ δηκτικόν, τὸ ἐπίβουλον. ἐμφαντικώτατα δὲ ἀφροσύνης ἔρνος ἐν Σοδόμοις φησὶν εἶναι — τύφλωσις δὲ ἢ στείρωσις ἑρμηνεύεται Σόδομα —, ἐπειδὴ τυφλὸν καὶ ἄγονον καλῶν ἀφροσύνη, ὑφ’ ἧς ἀναπεισθέντες τινὲς μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμεῖν πάντα καθ’ αὑτοὺς ἠξίωσαν· [*](1 ἱερουργός coni. Mang., δήμαρχος coni. Cohn μόνος Mang. : μόνον Α 3 ὀλίγος Mang. ὁ λόγος Α prius ὅλον addidi ὅλον δικ. coni. Mang.) 5 καὶ ἀνθρώπου add. Mang. τοῦ] θεοῦ conicio 9 τοῦ δὲ A Μωσῆς Α 10 οὔτε οὖν θεὸς οὔτε (v. § 230) aut ἀλλ’ οὐδὲ ἄνθρωπος, ἑκατέρων conicio, οὐκέτι Mang. 12 πρότερον conicio εὐφροσύνῃ Hoesch. 15 συννοίας coni. Mang. εἶδος, γένει γένει; vel παροινίας ἰδιοτρόπῳ τινὶ τύπῳ διερμηνεύεται διὰ e. gr. conicio 16 ἑτέρῳ coni. Hoesch. ἑτέρωθι scripsi: ἑτέρων Α ὧ δὴ A 19 αὐτοῖς Hoesch.: αὐτῆς Α 22 ἐμφατικώτατα v δὲ] καὶ per errorem Mang. ἔρνος Mang.: ἔρανος Α 25 καθ’ αὑτοὺς Mang. : κατ’ αὐτοὺς Α) [*](7 sqq. cf. ad. p. 20,6 17 sqq. cf. Ambros. De Noe 19,69 p. 463 Sch. (de ebr. § 222. 223).)

v.3.p.290
Γομόρρα γὰρ μεταληφθέν ἐστι μέτρον.

Μωυσῆς δὲ στάθμην καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπέλαβεν εἶναι τὸν θεόν, ἀλλ’ οὐ τὸν ἀνθρώπινον νοῦν. δηλοῖ δὲ διὰ τούτων φάσκων· „οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι“ (Deut. 25, 13—15).

ἀληθὲς δὲ καὶ δίκαιον μέτρον τὸ τὸν μόνον δίκαιον θεὸν ὑπολαβεῖν πάντα μετρεῖν καὶ σταθμᾶσθαι καὶ ἀριθμοῖς καὶ πέρασι καὶ ὅροις τὴν τῶν ὅλων περιγράψαι φύσιν, ἄδικον δὲ καὶ ψευδὲς τὸ νομίσαι κατὰ τὸν ἀνθρώπινον νοῦν ταῦτα συμβαίνειν.

Ὁ δὲ εὐνοῦχος ἅμα καὶ ἀρχιοινοχόος τοῦ Φαραὼ τὸ ἀφροσύνης γεννητικὸν φυτόν, ἄμπελον, φαντασιωθεὶς προσαναζωγραφεῖ τρεῖς πυθμένας, ἵνα τὰς ἐν τῷ διαμαρτάνειν κατὰ τοὺς τρεῖς χρόνους ἐσχατιὰς

παρεμφήνῃ· πυθμὴν γὰρ τὸ ἔσχατον. ἐπειδὰν οὖν ἀφροσύνη πᾶσαν ψυχὴν ἐπισκιάσῃ καὶ κατασχῇ καὶ μηδὲν αὐτῆς ἄφετον μηδὲ ἐλεύθερον μέρος ἐάσῃ, οὐ μόνον ὅσα τῶν ἁμαρτημάτων ἰάσιμα δρᾶν ἀναγκάζει, ἀλλὰ καὶ ὅσα ἀνίατα.

τὰ μὲν οὖν θεραπείαν ἐνδεχόμενα ῥᾷστα καὶ πρῶτα γράφεται, τὰ δὲ ἀθεράπευτα παγχάλεπα καὶ ὕστατα, πυθμέσιν ἀναλογοῦντα.

καὶ καθάπερ, οἶμαι, ἡ φρόνησις ἄρχεται μὲν ἀπὸ τῶν ἐλαττόνων ὠφελεῖν, λήγει δὲ εἰς τὰς ὑπερβολὰς τῶν κατορθωμάτων, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀφροσύνη καταβιάζουσα τὴν ψυχὴν ἄνωθεν καὶ κατ’ ὀλίγον ἀφιστᾶσα παιδείας μακρὰν ὀρθοῦ λόγου διοικίζει καὶ μέχρι τῶν ἐσχατιῶν καθαιρεῖ.

τὸ δ’ ὄναρ ἐδήλου μετὰ τοὺς πυθμένας ἀνθοῦσαν καὶ βλαστάνουσαν καὶ καρποφοροῦσαν τὴν ἄμπελον — „αὐτὴ“ γάρ φησι „θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς“ (Gen. 40, 10) —, ἣν εἴθε ἀκαρπίᾳ χρῆσθαι καὶ μηδέποτε χλοηφορῆσαι καὶ πάντα μεμαράνθαι τὸν αἰῶνα.

τί γὰρ ἂν εἴη μεῖζον κακὸν [ἢ] θαλλούσης καὶ εὐφορούσης ἀφροσύνης; ἀλλὰ καὶ „τὸ ποτήριον Φαραώ“, ἡ δεξαμενὴ τῆς ἀνοίας καὶ παροινίας καὶ τῆς παρὰ [*](1 γὰρ addidi Μωσῆς Α 3. 4 μαρσίπῳ Α 4 ἡ Hoesch. : καὶ Α 5 μέτρον καὶ μέτρον add. Hoesch., cf. Addenda 9 ψευδὲς scripsi: ψεῦδος A 11 εὐνοῦχος Hoesch.: εὔνους A 13 ἐσχατιὰς Mang. (cf. § 198): ἐσχάτας Α 15 πᾶσαν ex Cantabr. Coll. S. Trin. Mang.: πᾶσα A 16 ἰάσημα Α 20 ὠφελειῶν conicio καταβιάζουσαν Hoesch. 23 καθαιρεῖ Mang.: καθαίρει Α, καθείργει coni. Mang. μετὰ] κατὰ coni. Mang. 25 πέπειροι Hoesch.: περὶ ἣν Α 26 ἣν scripsi: ἣν Α, ἤσαν v εἴθε corruptum: εὐκτέον vel κρεῖττον e. gr. conicio, εἰκὸς Cohn, εἴωθεν ἄφρων Mang. 28 ἡ seclusi εὐφορούσης Mang. : ἐμφορούσης Α)

v.3.p.291
πάντα τὸν βίον ἀπαύστου μέθης, „ἐν τῇ χειρί μου“ (Gen. 40, 11), φησίν, ἐστίν, ἴσον τῷ ἐν ταῖς ἐμαῖς ἐγχειρήσεσι καὶ ἐπιβολαῖς καὶ δυνάμεσιν· οὐ γὰρ ἄνευ γε τῶν ἐμῶν ἐπινοιῶν εὐοδήσει τὰ πάθος ἐξ ἑαυτοῦ.