De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἡττημένος δὲ τυφλὴν καὶ ἀχειραγώγητον, οὐχ ὁδόν, ἀλλ’ ἀνοδίαν τοῦ βίου διεξέρχεται, βάτοις καὶ τριβόλοις περιπειρόμενος, ἔστι δ’ ὅτε καὶ κατὰ κρημνῶν κυλιόμενος καὶ ἄλλοις ἐπιφερόμενος, ὡς ἐκείνους τε καὶ ἑαυτὸν οἰκτρῶς διαφθείρειν.

ὁ δὲ βαθὺς καὶ διωλύγιος ὕπνος, ᾧ πᾶς κατέχεται φαῦλος, τὰς μὲν ἀληθεῖς καταλήψεις ἀφαιρεῖται, ψευδῶν δὲ εἰδώλων καὶ ἀβεβαίων φαντασμάτων ἀναπίμπλησι τὴν διάνοιαν, τὰ ὑπαίτια ὡς ἑπαινετὰ ἀναπείθων ἀποδέχεσθαι. καὶ γὰρ νυνὶ λύπην ὡς χαρὰν ὀνειροπολεῖ καὶ οὐκ αἰσθάνεται, ὅτι τὸ ἀφροσύνης καὶ τοῦ παραπαίειν * * * φυτόν, ἄμπελον, ὁρᾷ.

„ἦν“ γάρ φησιν „ἄμπελος ἐναντίον μου“ (Gen. 40, 9), [*](10 κανῶν Mang. : κανόν Α, κανοῦ rioesch. 14 post βλαστοὺς add. καὶ Hoesch. 18 ἔχει fort. del. vel lin. 17 γε #x003E; scrib. τὸ Hoesch.: τῶ A prius τῷ per errorem om. Mang. μὴ secl. Hoesch. 19 δι’ ἀφροσύνης Hoesch.: διὰ σωφροσύνης Α ὀρθιότητι coni. Mang. 20 παρίεται coni. Mang. 22 δέ #x003E; conicio vel πεπηρωμένος δὲ 24 περιπηρόμενος A 28 ὡς add. Hoesch. 30 lacuna 9 — 10 litt. Α, αἴτιον vel γεννητικὸν suppl. Mang., fort. παραίτιον suppl. (v. De plant. § 27))

v.3.p.285
τὸ ποθούμενον τῷ ποθοῦντι, κακία κακῷ· ἣν καθ’ ἑαυτῶν λελήθαμεν οἱ ἀνόητοι γεωργοῦντες, ἧς τὸν καρπὸν ἐσθίομέν τε καὶ πίνομεν εἰς ἑκάτερον τροφῆς κατατάττοντες εἶδος, ἧς ὡς ἔοικεν οὐκ ἐφ’ ἡμισείᾳ τῇ βλάβῃ ἀλλ’ ἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ μεταποιούμεθα.

Προσήκει δὲ μὴ ἀγνοεῖν, ὅτι τὸ ἀμπέλιον μέθυσμα τοὺς χρησομένους ἅπαντας οὐχ ὁμοίως, ἀλλὰ πολλάκις ἐναντίως διατίθησιν, ὡς τοὺς μὲν ἀμείνους, τοὺς δὲ χείρους ἑαυτῶν ἐξετάζεσθαι.

τῶν μὲν γὰρ τὸ σύννουν καὶ σκυθρωπὸν ἐπανῆκε καὶ τὰς φροντίδας ἐχάλασεν ὀργάς τε καὶ λύπας ἐπράυνε τά τε ἤθη πρὸς τὸ ἐπιεικὲς ἐπαιδαγώγησε καὶ τὰς ψυχὰς ἑαυταῖς ἵλεως ἐποίησε· τῶν δὲ ἔμπαλιν τοὺς θυμοὺς ἐπήλειψε καὶ τὰς ὀδύνας ἐπέσφιγξε καὶ τοὺς ἔρωτας ἐκίνησε καὶ τὰς ἀγροικίας ἀνήγειρεν, ἄκλειστον στόμα καὶ γλῶτταν ἀχαλίνωτον καὶ αἰσθήσεις ἀθύρους καὶ λελυττηκότα πάθη κἀξηγριωμένον καὶ ἐπτοημένον πρὸς πάντα νοῦν ἀποτελοῦν·

ὡς δοκεῖν τὴν μὲν τῶν προτέρων κατάστασιν ἢ τῇ κατὰ τὸν ἀέρα νηνέμῳ αἰθρίᾳ ἢ τῇ κατὰ θάλατταν ἀκύμονι γαλήνῃ ἢ τῇ κατὰ τὰς πόλεις εἰρηνικωτάτῃ εὐσταθείᾳ ἐοικέναι, τὴν δὲ τῶν ὑστέρων ἢ βιαίῳ καὶ συντόνῳ πνεύματι ἢ χειμαίνοντι καὶ κυματουμένῳ πελάγει ἢ στάσει, ἀσπόνδου καὶ ἀκηρύκτου πολέμου δυσωνυμωτέρᾳ ταραχῇ.

δυεῖν γοῦν συμποσίων τὸ μὲν πέπλησται γέλωτος, παιδιᾶς, ἐπαγγελλομένων, ἀγαθὰ ἐλπιζόντων, χαριζομένων, εὐθυμίας, εὐφημίας, ἱλαρότητος, εὐφροσύνης, ἀδείας·

τὸ δὲ συννοίας, κατηφείας, προσκρουσμάτων, λοιδοριῶν, τραυμάτων, βριμουμένων, ὑποβλεπομένων, ὑλακτούντων, ἀγχόντων, καταπαγκρατιαζόντων, ἀκρωτηριαζόντων ὦτα καὶ ῥῖνας καὶ ἅπερ ἂν τύχῃ τοῦ σώματος μέρη καὶ μέλη, τὴν [τοῦ] παντὸς τοῦ βίου μέθην καὶ παροινίαν ἐν ἀνιέρῳ ἀγῶνι μετὰ αἰσχρουργίας τῆς πάσης ἐπιδεικνυμένων.

ἀκόλουθον οὖν ἂν εἴη λογίζεσθαι, ὅτι καὶ ἄμπελος δυεῖν σύμβολον πραγμάτων ἐστίν, ἀνοίας τε καὶ εὐφροσύνης. ἑκάτερον δέ, καίτοι μηνυόμενον ἐκ πολλῶν, ἵνα μὴ μακρηγορῶμεν, δι’ [*](1 τοῦ ποθοῦντος conicio κακοῦ conicio 3 ἧς scripsi: ἢν Α οὐκ ἐφ’ ἡμισείᾳ Hoesch.: οἱ ἐφημησείας Α 4 τῇ βλάβη scripsi: τῆς βλάβης Α ἀρτίῳ καὶ ὁλοκλήρῳ καὶ παντελεῖ scripsi: ἀρτίου καὶ ὁλοκλήρου καὶ παντελῶς παντελοῦς Mang.) Α 5 ἀμπέλινον conicio 6 χρησαμένους conicio 11 ὀδύνας Hoesch. : ὠδῖνας Α, ἡδονὰς coni. Mang. 11. 12 ἀγερωχίας coni. Mang. 13 πρὸς] περὶ coni. Mang. 14 νοῦν Mang.: οὑν A 18. 10 δυσωνυμωτέρᾳ (hoc iam Mang.) ταραχῇ scripsi: δυσωνύμῳ ταραχὴ Α 19 δυοῖν v πεπλῆσθαι Α 19. 20 παιδιᾶς Mang.: παιδείας Α 2.0 ἐπαγαλλομένων coni. Mang. χαριεντιζομένων Mang. 24 lacuua 10 — 12 litt. Α, μέρη καὶ μέλη supplevi τοῦ seclusi 26 ἂν addidi καὶ Hoesch.: κἂν Α, καὶ ἡ coni. Mang. 27 δυοῖν v συννοίας coni. Mang. 28 καίτοι Mang. : καὶ τὸ Α)

v.3.p.286
ὀλίγων ἐπιδείξομεν.

ἡνίκα ἡμᾶς διὰ τῆς τῶν παθῶν καὶ ἀδικημάτων ἐρήμης ὁδοῦ, φιλοσοφίας, ἀγαγὼν καὶ ὥσπερ ἔμπορος ἀναβιβάσας τὸν ὀρθὸν λόγον ἔστησεν ἐπὶ σκοπῆς καὶ ἐκέλευε περιαθρεῖν τὴν ἅπασαν ἀρετῆς χώραν, εἴτε εὔγειος καὶ βαθεῖα καὶ χλοηφόρος καὶ καρποτόκος ἐστὶ καὶ ἀγαθὴ μὲν καὶ τὰ σπειρόμενα μαθήματα συναυξῆσαι, ἀγαθὴ δὲ τὰ φυτευόμενα καὶ δενδρούμενα δόγματα στελεχῶσαι, εἴτε καὶ τοὐναντίον, καὶ περὶ τῶν ὡσανεὶ πόλεων πράξεων, εἰ εὐερκέσταται καὶ ὀχυρώταται ἢ γυμναὶ καὶ ἀπημφιασμέναι οἷα κύκλων τὸ βέβαιον, καὶ περὶ οἰκητόρων, εἰ πρός τε πλῆθος καὶ πρὸς ἀλκὴν ἐπιδεδώκασιν ἢ δι’ ἀσθένειαν ὀλιγανδροῦσιν ἢ δι’ ὀλιγανδρίαν ἀσθενοῦσιν,

τότε οὐ δυνηθέντες ὅλον τὸ σοφίας στέλεχος βαστάσαι κληματίδα μίαν καὶ βότρυν σταφυλῆς τεμόντες ἤραμεν χαρᾶς σαφέστατον δεῖγμα, κουφότατον ἄχθος, βλάστημα καὶ καρπὸν ὁμοῦ καλοκἀγαθίας ἐπιδειξόμενοι τοῖς διάνοιαν ὀξυδορκοῦσι τὴν εὐκληματοῦσαν καὶ βοτρυηφόρον ἄμπελον (cf.

νυμ. 13). ταύτην, ἧς μοῖράν τινα λαβεῖν ἐδυνήθημεν, εὐσκόπως ἐξομοιοῦσιν εὐφροσύνῃ. μαρτυρεῖ δέ μοί τις τῶν πάλαι προφητῶν, ὃς ἐπιθειάσας εἶπεν· „ἀμπελὼν κυρίου παντοκράτορος οἶκος τοῦ Ἰσραήλ“ (Ies. 5,7).

ὁ μὲν Ἰσραήλ ἐστι νοῦς θεωρητικὸς θεοῦ τε καὶ κόσμου — καὶ γὰρ ἑρμηνεύεται θεὸν ὁρῶν —, οἶκος δὲ διανοίας ὅλη ψυχή. αὕτη δ’ ἐστὶν ἀμπελὼν ἱερώτατος, τὸ θεῖον βλάστημα καρποφορῶν, ἀρετήν.

οὕτω μέντοι τὸ φρονεῖν εὖ, τὸ εὐφροσύνης ἔτυμον, μέγα καὶ λαμπρόν, ὥστε φησὶ Μωυσῆς καὶ θεὸν αὐτῷ μὴ ἀπαξιῶσαι χρῆσθαι, καὶ τότε μάλιστα, ὁπότε τὸ ἀνθρώπων γένος ἐκτρέποιτο μὲν ἁμαρτήματα, ἐπικλίνοι δὲ καὶ ἐπιστρέφοι πρὸς δικαιοσύνην, ἑκουσίῳ γνώμῃ φύσεως νόμοις καὶ θεσμοῖς ἑπόμενον. [*](1 ἐπιδείξωμεν conicio 2 ante ἀγαγὼν add. τις Mang. ἔμπορος] ἔφορον coni. Mang., εἰς ὄρος conicio (v. Num. 13,18) 3 σκοπιᾶς coni. Mang. ἐκέλευσε v 5 ἐστι Cohn: ἐπεὶ Α, pro ἐπεὶ καὶ coniciebam καὶ πίων (cf. Num. 13,21) prius ἀγαθὴ scripsi: ἀπαθεῖ Α, ἀπειθεῖ Hoesch., ἡ βαθεῖα Mang. alt. αὶ vid. secl. vel ante τὰ φυτευόμενα transp. ἀγαθὴ Α 6 δὲ] τά δὲ Mang. 7 εἰ Hoesch.: ἡ A lacuna —12 litt. Α, εὐερκέσταται supplevi 8 ὀχυρόταται Α γυμνὰ Iloesch. ἀπημφιασμέναι Mang. : ἀπημφιεσμένα A οἷα κυκλῶν A: κύκλων (secl. οἷα) Mang., οἶα #x003E; κύκλον conicio 12 τεμόντες scripsi: γέμοντες Α, κόπτοντες v ἤραμεν Mang. : ἤραν μετὰ Α 13 δι’ ἄνοιαν Α 15 ταύτην Mang. : ταύτης Α ἠδυνήθημεν v, δυνηθείημεν coni. Mang. IG εὐσκόπως Cotelerius: εὐσκόποις Α 20 αὕτη scripsi: αὐτὴ Α, αὐτὴ V 22 ἔτυμον Cotelerius: ἕτοιμον Α, ἐφόδιον coni. Mang. φησὶ Hoesch.: φασὶ Α Μωσῆς Α 24 ἁμαρτήματα scripsi: ἁμαρτημάτων A ἐπιστρέφοι scripsi: ἐπιτρέποι Α, ἐπιρρέποι coni. Mang.)

v.3.p.287
„ἐπιστρέψει“

γάρ φησι „κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σὲ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσι σου, ἐὰν εἰσακούσῃς τῆς φωνῆς αὐτοῦ, φυλάσσειν πάσας τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰς κρίσεις τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου“ (Deut. 30, 9. 10).

τίς ἂν δύναιτο μᾶλλον ἀρετῆς ἵμερον ἢ καλοκἀγαθίας ζῆλον ἐμφῦσαι; βούλει, φησίν, ὦ διάνοια, εὐφραίνεσθαι θεόν; εὐφράνθητι αὐτὴ καὶ ἀνάλωμα μὲν μὴ εἰσενέγκῃς μηδέν — τίνος γὰρ τῶν σῶν χρεῖός ἐστιν; —, ἀλλ’ ἔμπαλιν ὅσα σοι δίδωσιν ἀγαθὰ χαίρουσα δέξαι.

διδοὺς γάρ, ὅταν ἄξιοι χάριτος ὦσιν οἱ λαμβάνοντες, εὐφραίνεται· εἰ μὴ νομίζεις, ὅτι οἱ μὲν ὑπαιτίως ζῶντες παραπικραίνειν καὶ παροργίζειν ἐνδίκως λέγοιντ’ ἂν θεόν, οἱ δ’ ἐπαινετῶς οὐχὶ εὐφραίνειν.

ἀλλὰ πατέρας μὲν καὶ μητέρας, τοὺς θνητοὺς γονεῖς, οὐδὲν οὕτως ὡς τέκνων εὐφραίνουσιν ἀρεταί, μυρίων ὅσων ἐνδεεῖς ὄντας· τὸν δὲ τῶν ὅλων γεννητὴν καὶ μηδενὸς ἐνδεᾶ τὸ παράπαν οὐχ ἡ καλοκἀγαθία τῶν λεγομένων;

μαθοῦσα οὖν, ὦ διάνοια, ἡλίκον κακὸν μέν ἐστιν ὀργὴ θεοῦ, ἡλίκον δὲ ἀγαθὸν εὐφροσύνη θεοῦ, μηδὲν μὲν τῶν ὀργῆς ἀξίων ἐπ’ ὀλέθρῳ κίνει τῷ σεαυτῆς, μόνα δὲ δι’ ὧν εὐφρανεῖς θεὸν ἐπιτήδευε.

ταῦτα δὲ εὑρήσεις οὐ μακρὰς καὶ ἀτριβεῖς διεξιὼν ὁδοὺς ἢ ἄπλωτα πελάγη περαιούμενος ἢ ἐπὶ τοὺς γῆς καὶ θαλάττης ἀπνευστὶ συντείνων ὅρους· οὐ γὰρ πορρωτάτω διῴκισται καὶ τῆς οἰκουμένης ἔξω πεφυγάδευται, ἀλλ’, ᾗ φησι Μωυσῆς (Deut. 30, 12 — 14), ἐγγὺς οὑτωσὶ τἀγαθὸν παρίδρυταί σοι καὶ συμπέφυκε, τρισὶ τοῖς ἀναγκαιοτάτοις μέρεσιν ἡρμοσμένον, καρδίᾳ, στόματι, χερσί, τὸ δ’ ἐστὶ διανοίᾳ, λόγῳ, πράξεσιν, ἐπειδὴ τὰ καλὰ καὶ φρονεῖν καὶ λέγειν καὶ ποιεῖν ἀναγκαῖον, συμπληρούμενον ἔκ τε εὐβουλίας καὶ εὐπραξίας καὶ εὐλογίας.