De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

παγκάλως δὲ προσδιέσταλται τὸ "διετήρησεν ὁ πατὴρ τὸ ῥῆμα“ (Gen. 37,11)· ψυχῆς γὰρ οὐ νεωτέρας οὐδὲ ἀγόνου καὶ ἐστειρωμένης, ἀλλὰ τῷ ὄντι πρεσβυτέρας καὶ γεννᾶν ἐπισταμένης ἔργον ἐστὶ συζῆν εὐλαβείᾳ καὶ μηδενὸς καταφρονεῖν τὸ παράπαν, ἀλλὰ τὸ ἄδραστον καὶ ἀνίκητον τοῦ θεοῦ κράτος κατεπτηχέναι καὶ περιαθρεῖν ἐν κύκλῳ, τί ἄρα ἀποβήσεται τὸ τέλος αὐτῇ.

διὰ τοῦτο καὶ τὴν Μωυσέως ἀδελφὴν — ἐλπὶς δὲ παρ’ ἡμῖν τοῖς ἀλληγορικοῖς ὀνομάζεται — φασὶν ἀποσκοπεῖν μακρόθεν (Exod. 2, 4) οἱ χρησμοί, πρὸς τὸ τοῦ βίου δήπου τέλος ἐμβλέπουσαν, ἵνα αἴσιον ἀπαντήσῃ, τοῦ τελεσφόρου καταπέμψαντος αὐτὸ ἄνωθεν ἀπ’ οὐρανοῦ.

πολλοὶ γὰρ πολλάκις ἄπλωτα πελάγη διαβαλόντες καὶ μακρὸν πλοῦν οὐρίοις πνεύμασιν ἀκίνδυνοι παραπεμφθέντες ἐν αὐτοῖς λιμέσιν ἐξαίφνης ἐναυάγησαν, μέλλοντες ἤδη προσορμίζεσθαι.

μυρίοι δὲ καὶ βαρεῖς καὶ πολυετεῖς πολέμους ἀνὰ κράτος ἑλόντες καὶ ἄτρωτοι διατελέσαντες, ὡς [*](4 παρ’ ἀδεκάστοις Mang.: παρὰ δὲ ἑκάστοις Α 6 ὁ addidi ὀρθὸς Hoesch. : ὀρθῶς Α 7 τοῦ] τῆς Mang. θιάσου secl. Mang. ψυχὴ seclusi, ψυχῆς coni. Mang. 8 συντενοῦσι Mang. : συντείνουσι Α 9 κατὰ στοῖχον scripsi: κατάστιχον Α κατὰ στίχον v 10 προσευξόμεθα Mang. #x003E; τῦφον couicio ὑφέντες coni. Mang. 11 ἐπιχειρήσομεν Mang. 12 ἐπὶ Α 13 φῶς Hoesch.: φωτός Α 14 πλάστην coni. Maug. 15 προσδιέσταλται Mang. : προδιέσταλται Α 19 ἀδιάδραστον coni. Mang. 21 Μωϋσέος Α 22 ἀποσκοπεῖν vel κατασκοπεύειν (v. Exod. 2,4) Cohn: ἀποσκοπεύειν Α 24 αὐτὸ Mang. : αὐτῶ Α 25 ἄπλωτα πελάγη Mang. : πλωτά μεγάλα Α 25 διαβαλόντες Mang. : διαλαβόντες Α 27 μυρίοι Maug. : μυρίους A)

v.3.p.282
μηδ’ ἐπιφάνειαν ἄκραν νυχθῆναι, ἀλλ’ ὥσπερ ἐκ πανηγύρεως κοινοδήμου καὶ δημοτελοῦς ἑορτῆς τελεῖν * * * ὁλοκλήροις καὶ παντελέσι, μεθ’ ἱλαρᾶς ἐπιστρέψαντες εὐθυμίας ἐν ταῖς ἰδίαις ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν ἐπεβουλεύθησαν οἰκίαις, τὸ λεγόμενον τοῦτο, „βόες ἐπὶ φάτνῃ“ σφαγέντες.

ὥσπερ δὴ ταῦτα ἀπροσδόκητοι καὶ ἀτέκμαρτοι συντυχίαι κατασκήπτειν φιλοῦσιν, οὕτω καὶ τὰς περὶ ψυχὴν δυνάμεις ἀντωθοῦσι πρὸς τἀναντία καὶ ἀντιμετακλίνουσιν, ἢν οἷαί τε ὦσι, καὶ ἀνατρέψαι βιάζονται. τίς γὰρ εἰς τὸν ἀγῶνα τοῦ βίου παρελθὼν ἄπτωτος ἔμεινε;

τίς δ’ οὐχ ὑπεσκελίσθη; εὐδαίμων δ’ ὁ μὴ πολλάκις. τίνι δ’ οὐκ ἐφήδρευεν ἡ τύχη, διαπνέουσα καὶ συλλεγομένη ῥώμην, ἵνα συμπλακεῖσα εὐθὺς ἐξαρπάσῃ, πρὶν φθάσαι τὸν ἀντίπαλον κονίσασθαι;

οὐκ ἤδη τινὰς ἴσμεν ἐκ παίδων εἰς γῆρας ἀφιγμένους, οἳ μηδεμιᾶς ἐπῄσθοντο ταραχῆς εἴτε δι’ εὐμοιρίαν φύσεως εἴτε διὰ τὴν τῶν τρεφόντων καὶ παιδευόντων ἐπιμέλειαν εἴτε καὶ ἀμφότερα, βαθείας δ’ εἰρήνης ἀναπλησθέντας τῆς ἐν ἑαυτοῖς, ἣ πρὸς ἀλήθειάν ἐστιν εἰρήνη, τῆς κατὰ τὰς πόλεις ἀρχέτυπον, καὶ διὰ τοῦτ’ εὐδαίμονας νομισθέντας, ὅτι τὸν ὑπὸ τῶν παθῶν ἀναρριπιζόμενον ἐμφύλιον πόλεμον, ἀργαλεώτατον ὄντα πολέμων, οὐδ’ ὄναρ ἐπῄσθοντο, εἶτ’ ἐν αὐταῖς τοῦ βίου ταῖς δυσμαῖς ἐξοκείλαντάς τε καὶ ναυαγήσαντας ἢ περὶ γλῶτταν ἄθυρον ἢ περὶ γαστέρα ἄπληστον ἢ περὶ τὴν τῶν ὑπογαστρίων ἀκράτορα λεγνείαν;

οἱ μὲν γὰρ τὸν μειρακιώδη τῶν ἀσώτων, ἄτιμον, ἀποκήρυκτον, αἰσχρὸν βίον ἐζήλωσαν „ἐπὶ γήραος οὐδῷ“, οἱ δὲ τὸν πανοῦργον καὶ συκοφάντην καὶ ῥᾳδιουργόν, ἀπαρχόμενοι φιλοπραγμοσύνης, ὅτε εἰκὸς ἦν ἤδη καὶ παλαιὰν οὖσαν [*](1 νυχθῆναι Mang.: μιχθῆναι Α 1. 2 καινοδήμου Α 2 δημοτελεῖς v ἑορτῆς Mang. : ἑορτὰς Α τελεῖν, tum lacuna 10 litt. A: ἐπανελθεῖν ἐξελθεῖν Cohn) τοῖς σώμασιν conicio, μέλεσιν add. vel ὁλόκληροι καὶ παντελεῖς coni. Mang. 4 οἰκείαις Α φάτνῃ Mang. : φάτνης A 5 δὲ Mang. 6 κατασκήπτειν Mang. : κατασκάπτειν Α 7 ἣν Unna, Uber den Gebrauch der ätze bei Philo p. 35: ἶν’ Α οἷοί τε Α 9 ὑπεσκελίσθη Flor. Laur. : ὑποσκελισθείς .A. 9. 10 ἐφήδρευσεν coni. Mang. 11 φθάσει Α οὐκ ἤδη Hoesch.: οὐκ εἰ δὴ Α, οὐχὶ δὴ Mang. 12 ἐπῄσθοντο Mang. : ἐπείθοντο Α, ἐπειρῶντο coni. Hoesch. 13 εὐμοιρίαν Mang.: εὐμάρειαν Α 14 καὶ Α: καὶ δι’ v 14. 15 τῆς ἐν Mang. : τὴν A 15 αὑτοῖς Mang. 15. 16 ἀρχέτυπον Hoesch.: ἀρχετύπων A 16 εὐδαιμονίας Α εὐδαιμονισθέντας coni. Mang. 16. 17 accusativi pro genetivis offendunt 16 ὑπὸ scripsi: ἀπὸ Α 18. 19 ἐξοκείλαντάς et ναυαγήσαντας Hoesch.: ἐξωκείλαντες (sic) et ναυαγήσαντες Α 19. 20 ter παρὰ coni. Mang.) [*](4 Hom. Od. δ 535. 8. 9 Flor. Laur. No. 17: τίς εἰς—πολλάκις. 19 cf. Theogn. 421 et ἀθυρόγλωττος apud Eur. Or. 903. 21. 22 Uom. II. X 60 al.)

v.3.p.283
καταλῦσαι.

διὸ χρὴ τὸν θεὸν ποτνιᾶσθαι καὶ λιπαρῶς ἱκετεύειν, ὅπως τὸ ἐπίκηρον ἡμῶν γένος μὴ παρέλθῃ, κελεύσῃ δὲ διαιωνίζειν αὐτοῦ τὸν σωτήριον ἔλεον· χαλεπὸν γὰρ εἰρήνης ἀκράτου γευσαμένους κωλυθῆναι κορεσθῆναι.

ἀλλὰ φέρε, δίψης κουφότερόν ἐστι κακὸν ὁ λιμὸς οὗτος, ἔρωτα καὶ πόθον ἔχων παρηγοροῦντας. ὅταν δὲ ἀφ’ ἑτέρας πηγῆς, ἧς θολερὸν καὶ νοσερὸν τὸ νᾶμα, διὰ τὸν τοῦ πιεῖν ἵμερον ἐμφορεῖσθαι δέῃ, τότε ἀνάγκη γλυκυπίκρου πληρουμένους ἡδονῆς ἐν ἀβιώτῳ βίῳ διαζῆν, τοῖς βλαβεροῖς ὡς ὠφελίμοις ἐπιτρέχοντας ἀγνοίᾳ τοῦ συμφέροντος.

ἡ δὲ τῶν κακῶν ἀνιαροτάτη φορὰ γίνεται τούτων, ἐπειδὰν αἱ ἄλογοι δυνάμεις τῆς ψυχῆς ἐπιθέμεναι ταῖς τοῦ λογισμοῦ κρατήσωσιν.

ἕως μὲν γὰρ ἢ βουκόλια βουκόλοις ἢ ποιμέσι ποίμνια ἢ αἰπόλοις αἰπόλια πειθαρχεῖ, τὰ περὶ τὰς ἀγέλας κατορθοῦται· ἐπειδὰν δὲ ἀσθενέστεροι τῶν θρεμμάτων οἱ ἐπιστατοῦντες ἀγελάρχαι γίνωνται, πλημμελεῖται τὰ πάντα καὶ συμβαίνει ἀταξία μὲν ἐκ τάξεως, ἀκοσμία δ’ ἐξ εὐκοσμίας, ταραχὴ δ’ ἐξ εὐσταθείας καὶ σύγχυσις ἐκ διακρίσεως, ἅτε μηδεμιᾶς ἔτι νομίμου καθεστώσης ἐπιστασίας· εἰ γὰρ ἦν, ἤδη καθῄρητο.

τί οὖν; οὐκ οἰόμεθα καὶ ἐν ἡμῖν αὐτοῖς θρεμμάτων μὲν ἀγέλην εἶναι, παρόσον ἀποτέτμηται ψυχῆς τὸ ἄλογον στῖφος, ἀγελάρχην δὲ τὸν ἡγεμόνα νοῦν; ἀλλ’ ἕως μὲν ἔρρωταί τε καὶ ἱκανὸς ἀγελαρχεῖν ἐστιν, ἐνδίκως ἅπαντα καὶ συμφερόντως ἐπιτελεῖται.

ὅταν δὲ ἀσθένειά τις ἐπιγένηται τῷ βασιλεῖ, συγκάμνειν ἀνάγκη καὶ τὸ ὑπήκοον· καὶ ὅτε μάλιστα ἠλευθερῶσθαι δοκεῖ, τότε μάλιστα γίνεται ἑτοιμότατον ἆθλον κείμενον τοῖς βουλομένοις αὐτὸ μόνον κονίσασθαι. πέφυκε γὰρ ἀναρχία μὲν ἐπίβουλον, ἀρχὴ δ’ εἶναι σωτήριον, καὶ μάλισθ’ ᾗ νόμος καὶ δίκη τετίμηται· αὕτη δ’ ἐστὶν ἡ σὺν λόγῳ.

Τὰ μὲν δὴ τῆς κενῆς δόξης ὀνείρατα ὧδε ἠκριβώσθω· τὰ δὲ τῆς γαστριμαργίας εἴδη πόσις τε καὶ βρῶσις, ἀλλὰ τῇ μὲν οὐ ποικίλων, τῇ δὲ μυρίων ὅσων ἡδυσμάτων καὶ παραρτυμάτων χρεία. ταῦτα μέντοι δυσὶ φροντισταῖς ἐπανατίθεται, τὰ μὲν τῆς περιέργου πόσεως ἀρχιοινοχόῳ, τὰ δὲ τῆς ἀναγκαιοτέρας ἐδωδῆς ἀρχισιτοποιῷ. [*](2 κελεύσει Α συνδιαιωνίζειν αὐτῷ coni. Mang. 6 τοῦ add. Mang. 7 πληρουμένους Mang. : πληρουμένης Α 9 ἀνιαρωτάτη A 13 γίνονται v 15 σύγχυσις e codice Coli. S. Trin. Mang. : συγχύσεις A. 16. 17 καθήρηται conicio 18 #x003E; ἐκτέτμηται conieio 19 ἱκανῶς Α 20 ἅπαντα Mang. : ἔχοντα A 23. 24 ἀναρχία et ἀρχὴ scripsi: ἀναρχίαν et ἀρχὴν Α 25 αὐάτη scripsi; αὐτὴ Α 27 τῇ Mang. : τῆς Α 28 ποικίλων Mang.: ποικίλα A τῇ Mang.: τῆς A 29 φαντασταῖς coni. Mang.) [*](30 ἀναγκαιοτέρας scripsi: ἀνθηροτέρας Α)

v.3.p.284
σφόδρα δ’ ἐξητασμένως μιᾷ νυκτὶ φαντασιούμενοι τοὺς ὀνείρους εἰσάγονται·

πρὸς γὰρ τὴν αὐτὴν χρείαν σπεύδουσιν ἀμφότεροι, τροφὴν οὐχ ἁπλῆν, ἀλλὰ τὴν μεθ’ ἡδονῆς καὶ τέρψεως εὐτρεπιζόμενοι. καὶ ἑκάτερος μὲν περὶ τροφῆς ἥμισυ πονεῖται, ἀμφότεροι δὲ περὶ πᾶσαν.

ἔστι δὲ καὶ θάτερον μέρος ὁλκὸν θατέρου· καὶ γὰρ οἱ φαγόντες εὐθὺς ὀρέγονται ποτοῦ καὶ αὐτίκα ἐδωδῆς οἱ πιόντες· ὥστε οὐχ ἥκιστα καὶ διὰ τοῦτο χρόνον τὸν αὐτὸν τῆς φαντασίας ἀμφοτέροις ἀναγεγράφθαι.

ὁ μὲν οὖν ἀρχιοινοχόος οἰνοφλυγίαν, ὁ δὲ ἀρχισιτοποιὸς λαιμαργίαν ἔλαχε. φαντασιοῦται δὲ ἑκάτερος τὰ οἰκεῖα, ὁ μὲν οἶνον καὶ τὸ γεννητικὸν οἴνου φυτόν, ἄμπελον, ὁ δ’ ἐπὶ κανῶν διακειμένους ἐκκεκαθαρμένους ἄρτους καὶ κανηφοροῦντα ἑαυτόν (Gen. 40, 16. 17).

ἁρμόττον δὲ ἂν εἴη πρότερον τὸ πρότερον ἐξετάζειν ὄναρ, ἔστι δὲ τοιόνδε· „ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον, καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας Φαραώ“ (Gen. 40, 9 — 11).

θαυμασίως γε προανεφθέγξατο καὶ ἀψευδῶς ἔχει τὸ „ἐν τῷ ὕπνῳ μου.“ τῷ γὰρ ὄντι ὁ μὴ τὴν δι’ οἴνου μέθην μᾶλλον ἢ τὴν δι’ ἀφροσύνης ἐπιτηδεύων, ὀρθότητι καὶ ἐγρηγόρσει δυσχεραίνων, ὥσπερ οἱ κοιμώμενοι καταβέβληται καὶ παρεῖται καὶ καταμέμυκε τὰ τῆς ψυχῆς ὄμματα, οὐδὲν οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν τῶν θέας καὶ ἀκοῆς ἀξίων οἷός τε ὤν·