De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

οὗ χάριν ἁγνεύειν οὐδένα πρὸ ἑσπέρας φησὶν ὁ ἱερὸς λόγος (Lev. 11,24 al.) δύνασθαι, τῆς διανοίας ὑπὸ τῶν κατ’ αἴσθησιν κινήσεων ἔτι παρευημερουμένης. ἄφυκτον δὲ καὶ τοῖς ἱερεῦσι νόμον ἐν ταὐτῷ καὶ γνώμην ἀποφαινόμενος τίθησιν, ἐπειδὰν λέγῃ· „Οὐκ ἔδεται ἀπὸ τῶν ἁγίων, ἐὰν μὴ λούσηται τὸ σῶμα ὕδατι καὶ δύῃ ὁ ἥλιος καὶ γένηται καθαρός“ (Lev. 22, 6. 7).

δηλοῖ γὰρ σαφέστατα διὰ τούτων, ὅτι εὐαγὴς εἰσάπαν οὐδείς ἐστιν, ὡς ταῖς ἁγίαις καὶ ἱεροπρεπέσι χρῆσθαι τελεταῖς, ᾧ τὰς αἰσθητὰς τοῦ θνητοῦ βίου λαμπρότητας ἔτι τετιμῆσθαι συμβέβηκεν. εἰ δέ τις αὐτὰς οὐκ ἀποδέχεται, κατὰ τὸ ἀκόλουθον τῷ φρονήσεως ἐπιλάμπεται φέγγει, δι’ οὗ δυνήσεται τὰς τῶν κενῶν δοξῶν ἐκνίπτεσθαι καὶ ἀπολούεσθαι κηλῖδας.

ἢ τὸν ἥλιον αὐτὸν οὐχ ὁρᾷς, ὅτι τἀναντία καὶ ἀνατέλλων καὶ δυόμενος ἐργάζεται; ἐπειδὰν γὰρ ἀνίσχῃ, τὰ μὲν κατὰ γῆν ἅπαντα περιλάμπεται, τὰ δὲ κατ’ οὐρανὸν ἀποκρύπτεται· δύντος δ’ ἔμπαλιν οἱ μὲν ἀστέρες προφαίνονται, τὰ δὲ περίγεια συσκιάζεται.

τὸν αὐτὸν τρόπον καὶ ἐν ἡμῖν, ὅταν μὲν τὸ τῶν αἰσθήσεων φέγγος ὡς ἥλιος ἀνατείλῃ, τὰς ὀλυμπίους καὶ οὐρανίους ὡς ἀληθῶς ἐπιστήμας κρύπτεσθαι συμβέβηκεν· ὅταν δὲ πρὸς δυσμὰς γένηται, τὰς [*](1 καλεῖ ἥλιον GFHP 2 δείκνυσι GFHP, fort. recte (an ἐπιδείκνυται? cf. § 91) διάνοια GF 3 ὁ om. GFHP 4 εἰκόνα H1P, εἰκότι H2 5 συντρίβειν F μετατρεπόμενοι GFH 8 ἁφὴν καὶ ὄσφρησιν GFHP δὲ scripsi: τε codd. 9 διανοίας ante εἰς add. H 10 οὐδὲν ἀπὸ ἑσπέρας Α πρὸς GFHP φησιν ὁ ἱερὸς λόγος GFHP: φησὶ Μωσῆς MA 11 τῆς om. GFHP 12 ἐπ’ αὐτῶ Α 13 ἔδετε Α 14 λούσητε et ὕδασι Α 16 ἅπαν MGFH1 οὐδὲ εἷς GFHP ὡς] ὃς Α χρῆσθαι MA: μυῆσθαι G, μυεῖσθαι FHP 17 ὦ, tum ras. G (coni. Mang.): ὧν ceteri τἀς αἰσθητὰς MAG2: τὰς ἐσθῆτας ceteri, ταῖς αἰσθηταῖς et λαμπρότησι coni. Mang. λαμπρότητας ἔτι scripsi: λαμπρότητος G2, λαμπρότητι ceteri 18. 19 ἐπιλάμπει Α 19 φέγγει MA: φωτὶ ceteri 20 καὶ ἀπολούεσθαι om. Turn. ἦ v τὰ ἐναντία HP 21 γὰρ MA: μὲν γὰρ ceteri ἀνάσχῃ conicio 23 δύναντος GFHP 26 ἀποκρύπτεσθαι GFP, ἐπικρύπτεσθαι H δυσμαῖς GH)

v.3.p.223
ἀστεροειδεστάτας καὶ θειοτάτας ἀναφαίνεσθαι ἀρετῶν αὐγάς, ὅτε καὶ καθαρὸς ὁ νοῦς ὑπὸ μηδενὸς κρυπτόμενος αἰσθητοῦ γίνεται.

κατὰ δὲ τὸ τρίτον σημαινόμενον ἥλιον καλεῖ τὸν θεῖον λόγον, τὸ τοῦ κατ’ οὐρανὸν περιπολοῦντος, ὡς πρότερον ἐλέχθη, παράδειγμα, ἐφ’ οὗ λέγεται· „ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ“ (Gen. 19, 23. 24).

ὁ γὰρ τοῦ θεοῦ λόγος, ὅταν ἐπὶ τὸ γεῶδες ἡμῶν σύστημα ἀφίκηται, τοῖς μὲν ἀρετῆς συγγενέσι καὶ πρὸς αὐτὴν ἀποκλίνουσιν ἀρήγει καὶ βοηθεῖ, ὡς καταφυγὴν καὶ σωτηρίαν αὐτοῖς πορίζειν παντελῆ, τοῖς δὲ ἀντιπάλοις ὄλεθρον καὶ φθορὰν ἀνίατον ἐπιπέμπει.

λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι’ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα·

πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς καταλυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦντας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις, ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει.

φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν“ — ἄκανθαι δ’ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρωσκόντων ψυχὴν σύμβολον —, „καὶ ἐβεβηλώθη“ φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ“ — αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται—, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ“ (Num. 25, 1. 4).

οὐ γὰρ μόνον τὰ κεκρυμμένα τῶν ἀδικημάτων ἐμφανῆ γενέσθαι βουλόμενος ταῖς ἡλιακαῖς περιέλαμψεν ἀκτῖσιν, ἀλλὰ καὶ διὰ συμβόλων ἥλιον τὸν πατέρα τῶν ὅλων ἐκάλεσεν, ᾧ πάντα προὖπτα καὶ ὅσα ἐν μυχοῖς τῆς διανοίας ἀοράτως ἐπιτελεῖται· γενομένων δ’ ἐμφανῶν ἵλεώ [*](1 καὶ θειοτάτας om. GFHP 2 αἰσθητὸς Turn. γίνεται in ras. P, γένηται AF 3 δέ τὸ GP: τὸ MA, δὲ FH alt. τὸ Η2: τὸν ceteri 5 ἐξῆλθεν ὁ ἥλιος MA (sed v. quaest. in Gen. IV § 51) τῆς γῆς P Σηγώρ AP2: Σιγώρ MH ι vid. corr.) (P1) Σοὲρ GF 7 ἀφίκηται σύστημα ἡμῶν F 8 αὐτὴν MA: ἀρετὴν ceteri 10 κατὰ MA; καὶ κατὰ ceteri 11 post ὅλων add. θεὸς καὶ GFHP 12 συσκιάζεσθαι δοκοῦντα ἀνακαλύπτεται GFHP 13 οὕτω G καὶ per errorem om. Mang. 13. 14 καταλυθέντων conicio τόνων τῶν ψυχικῶν MAP2: ὄντων ψυχικῶς ceteri 14 καὶ ante ἀκολάστως add. GFHP λαγνέστερον Α 15 τοῦ νοῦ GFHP χαμαιτύποις v post πόρναις add. τοῦ νοῦ G, ras. 4 litt. in Η 17 Σαττίοις F, Σάττειν Mang. (LXX) δὲ GFHP ἑρμηνεύονται GFHP, post παθῶν transpos, HP 19 δ’ GFHP alterum αἰ om. GFHP νοῦ MAP2: om. ceteri 23 μόνα H 26 ἀοράτοις GFP δὲ HP ἵλεών HP)

v.3.p.224
φησιν ἔσεσθαι τὸν μόνον ἵλεω. διὰ τί;

ὅτι, ἐὰν ὑπολαβοῦσα διάνοια λήσεσθαι τὸ θεῖον ἀδικοῦσα, ὡς μὴ πάντα καθορᾶν δυνάμενον, κρύφα καὶ ἐν μυχοῖς διαμαρτάνῃ καὶ μετὰ ταῦτα εἴτ’ ἐξ αὑτῆς εἴτε καὶ ὑφηγησαμένου τινὸς ἐννοήσῃ, ὅτι ἀμήχανον ἄδηλον εἶναί τι τῷ θεῷ, καὶ ἑαυτὴν καὶ τὰς ἑαυτῆς πράξεις ἁπάσας ἀναπτύξῃ καὶ εἰς μέσον προενεγκοῦσα καθάπερ εἰς ἡλιακὸν φῶς ἐπιδείξηται τῷ τῶν ὅλων ἐπισκόπῳ φήσασα μετανοεῖν ἐφ’ οἷς πρότερον ἀγνώμονι γνώμῃ χρωμένη κακῶς ἐδόξαζε — μηδὲν γὰρ ἄδηλον, γνώριμα δὲ καὶ δῆλα πάντα, οὐ τὰ πραχθέντα μόνον, ἀλλὰ καὶ τὰ ἐλπιζόμενα κατὰ πολλὴν περιουσίαν ὑπάρχειν αὐτῷ —, κεκάθαρται καὶ ὠφέληται καὶ τὸν ἐφεστῶτα κολαστὴν ἔλεγχον ἡμέρωκεν ὀργῇ δικαίᾳ χρώμενον, εἰ τὸ μετανοεῖν ἀδελφὸν νεώτερον ὂν

τοῦ μηδ’ ὅλως ἁμαρτεῖν ἀποδέχεται. φαίνεται μέντοι καὶ ἑτέρωθι κατὰ σύμβολον ἐπὶ τοῦ αἰτίου τὸν ἥλιον παραλαμβάνων, ὡς ἐν τῷ γραφέντι νόμῳ περὶ τῶν ἐπ’ ἐνεχύροις δανειζόντων· λέγε τὸν νόμον· „ἐὰν ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ. ἐν τίνι κοιμηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρὸς μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι“ (Exod. 22, 26. 27).

ἆρ’ οὐκ ἄξιον τοὺς οἰομένους τὴν τοσαύτην σπουδὴν εἶναι τῷ νομοθέτῃ περὶ ἀμπεχόνης, εἰ καὶ μὴ ὀνειδίζειν, ἀλλά τοί γε ὑπομιμνῄσκειν φάσκοντας· τί λέγετε, ὦ γενναῖοι; ὁ τῶν ὅλων κτίστης καὶ ἡγεμὼν ἐλεήμονα ἑαυτὸν ἐφ’ οὕτως εὐτελοῦς πράγματος, ἱματίου μὴ ἀποδοθέντος χρεώστῃ πρὸς δανειστοῦ, καλεῖ;

τὸ μέγεθος καθάπαξ τῆς ἀρετῆς τοῦ πάντα [*](1 γενέσθαι Α post ἵλεω ἵλεων HP) add. τῶ λαὼ GFHP 3 ἐν—alt. καὶ om. G ταῦτ’ GF εἴτ᾿ MA: εἴτε καὶ ceteri αὑτῆς H2: αὐτῆς ceteri 4 ἐννοήσει Α τῷ om. FHP 5 ἀναπτύξει AG 5. 6 προενεγκοῦσα GFHP: ἐνεγκοῦσα MA 6 φῶς MA: φέγγος ceteri ἐπιδείξῃ τὰ P, ἀποδείξαι ταῦτα G 8 πάντα καὶ δῆλα GFHP 10 κεκάθαρται om. Α (add. Hoesch.) ἀπολέλουται coni. Mang. 11 δικαίω GHP χρώμενος A εἰ] ὃς Η, om. Α ὃν om. Α 12 ἁμαρτεῖν] ἀμαρτάνειν ὃν Α ἀπωθεῖται vel #x003E; ἀποδέχεται (sc. διάνοια) conicio, aut lin. 11 #x003E; δικαίᾳ leg. 14 post νόμω add. ἐνορῶ GFH2, ἐν ὦ P(H1) ἐπ’ om. GFHP λέγεται F, λέγειν H2 16 αὐτῶ MA: αὐτό GFHP αὐτὸ H1L τοῦτο τὸ ex LXX scripsi (cf. ad § 101. 109): τὸ Α; ras., tum τὸ P, τοῦτο ceteri 17 τῆς ἀσχημοσύνης Α ante ἐν add. καὶ AP2 οὖν MAP2: om. ceteri 20 ἀμπεχόνην F, fort. recte 21 ὁ MA: ὅτι FH1P1, ὅτι ὁ GH2P2 22 μὴ om. H1P1 χρέος τὸ G1, χρέους τοῦ G2 23 δανειστὴν GFH1P1 καλεῖ] παρέχει coniciebam ante τὸ add. τῶν mg. G καθάπαξ GFHP: om. MA τὰ πάντα Η2)

v.3.p.225
μεγάλου θεοῦ μὴ συνεωρακότων τοιαῦτ’ ἐστὶν ὑπολαμβάνειν καὶ τὴν ἀνθρωπίνην μικρολογίαν τῇ ἀγενήτῳ καὶ ἀφθάρτῳ καὶ πλήρει μακαριότητος καὶ εὐδαιμονίας φύσει παρὰ θέμιν καὶ δίκην προσνεμόντων.

τί γὰρ ἄτοπον ποιοῦσιν οἱ τὰ ῥύσια κατέχοντες δανεισταὶ παρ’ αὑτοῖς, ἄχρις ἂν τὰ ἴδια ἀναπράξωνται; πένητες οἱ χρεῶσται, φήσει τις ἴσως, καὶ ἄξιον ἐλεεῖν αὐτούς. εἶτ’ οὐκ ἄμεινον ἦν γράψαι νόμον, δι’ οὗ τούτους ἐρανιοῦσι μᾶλλον ἢ χρεώστας ἀποφανοῦσιν ἢ ἐπ’ ἐνεχύροις τοῦ δανείζειν κωλύσουσιν; ὁ δὲ ἐφεὶς οὐκ ἂν εἰκότως ἐπὶ τοῖς ἃ ἔλαβον πρὸ καιροῦ μὴ προιεμένοις δυσχεραίνοι ὡς ἀσεβοῦσι.

πενίας δ’ εἰς αὐτά τις ἐλθών, ὡς ἔπος εἰπεῖν, τὰ πέρατα καὶ ῥάκιον ἓν ἀμπεχόμενος δανειστὰς καινοὺς ἐπάγεται τὸν ἀπὸ τῶν ὁρώντων παρεὶς ἔλεον, ὃς τοῖς κεχρημένοις ταῖς τοιαύταις κακοπραγίαις κατ’ οἰκίαν καὶ παρ’ ἱεροῖς καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ προκέχυται;

νυνὶ δὲ καὶ ὃ μόνον εἶχε προκάλυμμα αἰδοῦς, ᾧ τὰ τῆς φύσεως ἀπόρρητα συνεσκίαζε, τοῦτο φέρων προὔτεινε· ῥύσιον ὑπὲρ τίνος, εἰπέ μοι; ἢ ὑπὲρ ἑτέρας ἀμείνονος ἐσθῆτος; τροφῆς μὲν γὰρ ἀναγκαίας ἄπορος οὐδείς, ἄχρις ἂν πηγαὶ μὲν ἀναβλύζωσι, ποταμοὶ δὲ χείμαρροι πλημμυρῶσι, γῆ δὲ τοὺς ἐτησίους ἀναδιδῷ καρπούς.

οὕτω δὲ ἢ βαθύπλουτός τις ἢ λίαν ὠμὸς ὁ δανειστής, ὡς ἢ τετράδραχμον, τάχα δὲ καὶ ἔλαττον ἐθέλειν τῳ συμβαλεῖν ἢ οὕτω πενιχρῷ δανείζειν ἀλλὰ μὴ χαρίζεσθαι ἢ ὃ μόνον ἦν ἱμάτιον ἐκείνῳ λαμβάνειν ἐνέχυρον, ὅπερ ἑτέρῳ ὀνόματι λωποδυτεῖν εἰκότως ἂν λέγοιτο; [*](1 μὴ add. H2 post συνεωρακότων add. μηδὲ συνορώντων GFHP ἐστὶ τοὶαῦθ᾿ GFHP 2 μικρολογίαν Α: σμικρολογίαν ceteri ἀγεννήτω AGF 3 προσνεμόντων GFHP: προσνέμειν MA 4 αὑτοῖς Η2: αὐτοῖς ceteri 5 ἴδια τί διαπράξονται G cum ras. post δι φησί τις GF G ἐλεεῖν corr. in ἑλεῖν P post οὐκ add. εὔλογον καὶ GFHP 7 τούτοις v ἀποφαίνουσιν (sic) MA ἢ om. MA 8 τοῦ] τὸ conicio κωλύσουσιν MAGFP: κωλῦσαι H, κωλύει Μωυσῆς conicio ἀφεὶς Α 9 προιέμενος G1H1P 10. 11 ἐναμπεχόμενος L2v, ἀμπεχόμενος (om. ἓν) HP1 11 ἐπάξεται coni. Mang. ἔλαιον Α 12 ὃς F(?)H: οἷς ceteri ante κατ’ add. ἃ GF, ras. in HP 13 ἱεραῖς Α πανταχῆ P ὅμοιον Α 14 τούτω Α 15 ἡ v 17 ἀναβλύζωσι GFHP: ἀναβλύωσι MA ποταμοὶ δὲ MAP2 χείμαρροι addidi): ποταμῶν χείμαρροι δέ GFHP1, post δὲ add. ποταμῶν Η (del. Η2) P1, ποταμοὶ δὲ αὐθιγενεῖς τε καὶ χείμαρροι coni. Mang. πλημυρῶσι G 18 ἀναδιδῷ scripsi: ἀναδίδωσι codd. οὕτως GFHP φιλόπλουτός conicio prius ἢ] ἡ M post ὠμὸς add. καὶ Α, ἢ λίαν σκαιὸς GFHP 19 ὡς ἡ] ὡσεὶ Η2, ὥστε v τετράδι δραχμῶν G μὴ ἐθέλειν male Mang. οὕτως GF 20 GFHP ὅμοιον Α ἱμάτιον ἐκείνω GFHP: ἐκείνω ἱμάτιον MA 21 ὁ περαιτέρω Α λωποδοτεῖν G)

v.3.p.226
καὶ γὰρ λωποδύταις ἔθος ἀπαμπίσχουσι τὰς μὲν ἐσθῆτας ἀφαιρεῖσθαι, γυμνοὺς δὲ τοὺς ἔχοντας ἀποφαίνειν.

διὰ τί δὲ νυκτὸς μὲν καὶ τοῦ μὴ ἀνείμονά τινα κοιμηθῆναι προὐνόησεν, ἡμέρας δὲ καὶ τοῦ μὴ ἐγρηγορότα γυμνὸν ἀσχημονεῖν οὐκέθ’ ὁμοίως ἐφρόντισεν; ἢ οὐ νυκτὶ μὲν καὶ σκότῳ κρύπτεται πάντα, ὡς ἧττον ἢ μηδ’ ὅλως αἰδεῖσθαι, ἡμέρᾳ δὲ καὶ φωτὶ ἀνακαλύπτεται, ὡς τότε μᾶλλον ἐρυθριᾶν ἀναγκάζεσθαι;

διὰ τί δ’ οὐ διδόναι τὸ ἱμάτιον, ἀλλ’ ἀποδιδόναι προσέταξεν; ἀπόδοσις γὰρ ἐπ’ ἀλλοτρίοις γίνεται, τὰ δ’ ἐνέχυρα τῶν δεδανεικότων μᾶλλον ἢ τῶν δεδανεισμένων ἐστίν. ἐκεῖνο δὲ οὐκ ἐννοεῖς, ὅτι λαβόντι τῷ χρεώστῃ πρόσκοιτον τὸ ἱμάτιον οὐ προσέταξε μεθ’ ἡμέραν περιελεῖν ἀναστάντι καὶ κομίσαι τῷ δανειστῇ;