De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Τίς μὲν οὖν ἐστιν ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπολείπων τὸ τοῦ ὅρκου φρέαρ εἰς αὐτὴν ἔρχεται, δεδήλωται. σκεπτέον δὲ τὸ τρίτον καὶ ἀκόλουθον, τίς ὁ τόπος, ᾧ ὑπαντᾷ· λέγεται γάρ, ὅτι „ἀπήντησε τόπῳ“ (Gen. 28, 11).

τριχῶς δὲ ἐπινοεῖται τόπος, ἅπαξ μὲν χώρα ὑπὸ σώματος πεπληρωμένη, κατὰ δεύτερον δὲ τρόπον ὁ θεῖος λόγος, ὃν ἐκπεπλήρωκεν ὅλον δι’ ὅλων ἀσωμάτοις δυνάμεσιν αὐτὸς ὁ θεός. „εἶδον“ γάρ φησι „τὸν τόπον οὗ εἱστήκει ὁ θεὸς τοῦ Ἰσραήλ“ (Exod. 24, 10), ἐν ᾧ μόνῳ καὶ ἱερουργεῖν ἐφῆκεν ἀλλαχόθι κωλύσας· διείρηται γὰρ ἀναβαίνειν εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός, κἀκεῖ θύειν τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια καὶ τὰς ἄλλας ἀμώμους θυσίας ἀνάγειν (Deut. 12,5 ss.).

κατὰ δὲ τρίτον σημαινόμενον αὐτὸς ὁ θεὸς καλεῖται τόπος τῷ περιέχειν μὲν τὰ ὅλα, περιέχεσθαι δὲ πρὸς μηδενὸς ἁπλῶς, καὶ τῷ καταφυγὴν τῶν συμπάντων αὐτὸν εἶναι, καὶ ἐπειδήπερ αὐτός ἐστι χώρα ἑαυτοῦ, κεχωρηκὼς ἑαυτὸν καὶ ἐμφερόμενος μόνῳ ἑαυτῷ.

ἐγὼ μὲν οὖν οὔκ εἰμι τόπος, ἀλλ’ ἐν τόπῳ, καὶ ἕκαστον τῶν ὄντων ὁμοίως· τὸ γὰρ περιεχόμενον διαφέρει τοῦ περιέχοντος, τὸ δὲ θεῖον ὑπ’ οὐδενὸς περιεχόμενον ἀναγκαίως ἐστὶν αὐτὸ τόπος ἑαυτοῦ. μαρτυρεῖ δέ μοι [*](1 αἰσθήσεις ὡς ὀπάς Η ὠνομάζοντο GFHP 3 ἑαυτοῦ (ὸν s. s.) A 4 τοῦ et ὄντος GFHP: τῶν et ὄντων MA (sed v. lin. 7) 5 post ὁ add. γὰρ GFHP ἐν] ἐπὶ MA 6 γεννητοῦ AGF οὐθένειαν Α γιγνώσκει G 8 διότι F ἀπολιπὼν GFHP 10 καὶ om. F ὅτι om. GHP1 ὑπήντησεν GH, tum ἐν add. G, ἐν τῶ FHPN 12 ἐκπεπληρωμένη GFHP 13 ἐκπεπλήρωκεν] ἀφῆκεν coni. Mang. 14 φησιν F τοῦ] τὸν P 15 μόνον GFHPN ἀφῆκεν AFL2N ἄλλοθι MA διείρηται M: διήρηται Α, εἴρηται ceteri N 17 alterum τὰ om. GFIIPN ἄλλα A 20 καταφυγεῖν A (corr. Hoesch.) εἶναι αὐτόν transpos. FHPN, εἶναι καὶ αὐτόν G 21 ἑαυτοῦ MAFP2N: αὐτοῦ GH1P1, αὑτοῦ H2 21 μόνως αὐτῶ N, ἑαυτῷ μόνῳ conicio 22 οὑν οὐκ M: οὐ(??)ῦτ᾿ (i. e. οὐρανοῦ τ᾿, ut vid.) Α, οὐκ ceteri N 24 ἀναγκαῖος AP ἐστὶ Α αὐτὸ om. Α ἑαυτῶ N) [*](10 — 24 N fol. 150v: λέγεται — τόπος ἑαυτῶ. 18. 19 cf. Clem. Alex. Strom. V 74 p. 690 P.)

v.3.p.219
λόγιον τὸ χρησθὲν ἐπὶ Ἀβραὰμ τόδε· „ἦλθεν εἰς τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὸν τόπον μακρόθεν“ (Gen. 22,3. 4). ὁ ἐλθὼν εἰς τὸν τόπον, εἰπέ μοι, μακρόθεν αὐτὸν εἶδεν;

ἀλλὰ μήποτε δυεῖν πραγμάτων ἐστὶν ὁμωνυμία διαφερόντων, ὧν τὸ μὲν ἕτερον θεῖός ἐστι λόγος, τὸ δὲ ἕτερον ὁ πρὸ τοῦ λόγου θεός.

ὁ δὴ ξεναγηθεὶς ὑπὸ σοφίας εἰς τὸν πρότερον ἀφικνεῖται τόπον, εὑράμενος τῆς ἀρεσκείας κεφαλὴν καὶ τέλος τὸν θεῖον λόγον, ἐν ᾧ γενόμενος οὐ φθάνει πρὸς τὸν κατὰ τὸ εἶναι θεὸν ἐλθεῖν, ἀλλ’ αὐτὸν ὁρᾷ μακρόθεν· μᾶλλον δὲ οὐδὲ πόρρωθεν αὐτὸν ἐκεῖνον θεωρεῖν ἱκανός ἐστιν, ἀλλὰ τὸ μακρὰν τὸν θεὸν εἶναι πάσης γενέσεως αὐτὸ μόνον ὁρᾷ καὶ τὸ πορρωτάτω τὴν κατάληψιν αὐτοῦ πάσης ἀνθρωπίνης διανοίας διῳκίσθαι.

μήποτε μέντοι γε οὐδὲ τόπον νῦν ἀλληγορῶν ἐπὶ τοῦ αἰτίου παρείληφεν, ἀλλ’ ἔστι τὸ δηλούμενον τοιοῦτον· „ἦλθεν εἰς τὸν τόπον, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν“ αὐτὸν τὸν τόπον, εἰς ὃν ἦλθε, μακρὰν ὄντα τοῦ ἀκατονομάστου καὶ ἀρρήτου καὶ κατὰ πάσας ἰδέας ἀκαταλήπτου θεοῦ.

τούτων προδιωρισμένων, ὅταν εἰς Χαρράν, τὴν αἴσθησιν, ἔλθῃ ὁ ἀσκητής, „ὑπαντᾷ τόπῳ“ (Gen. 28,11), οὔτε τῷ ἐκπεπληρωμένῳ ὑπὸ σώματος θνητοῦ — μετέχουσι γὰρ αὐτοῦ πάντες οἱ γηγενεῖς ἐκπεπληρωκότες χώραν καὶ τόπον τινὰ κατὰ τἀναγκαῖον ἐπέχοντες — οὔτε τῷ τρίτῳ καὶ ἀρίστῳ, οὗ μόλις ἔννοιαν λαβεῖν ἦν ἂν ἐπὶ τοῦ φρέατος ποιούμενον τὰς διατριβάς, ὃ προσηγορεύετο ὅρκος, ᾧ τὸ αὐτομαθὲς γένος, Ἰσαάκ, ἐνδιαιτᾶται μηδέποτε τῆς πρὸς θεὸν πίστεως καὶ ἀφανοῦς ὑπολήψεως ἀφιστάμενον, ἀλλὰ τῷ μέσῳ λόγῳ θείῳ, τὰ ἄριστα ὑφηγουμένῳ καὶ ὅσα πρόσφορα τοῖς καιροῖς ἀναδιδάσκοντι.

οὐ γὰρ ἀξιῶν ὁ θεὸς εἰς αἴσθησιν ἔρχεσθαι τοὺς ἑαυτοῦ λόγους ἐπικουρίας ἕνεκα τῶν φιλαρέτων ἀποστέλλει· οἱ δ’ ἰατρεύουσι καὶ ἐκνοσηλεύουσι τὰ ψυχῆς ἀρρωστήματα, παραινέσεις ἱερὰς ὥσπερ νόμους ἀκινήτους τιθέντες [*](1 λόγιον MAFP, in ras. H2, L1: ἅγιον G(H1)L2 post ἐπὶ add. τοῦ GFHP 2 post ὀφθαλμοῖς add. αὐτοῦ GFHP 3 τὸν om. F 4 δυεῖν AGF: δυοῖν MHP 5 θεῖός MAP2: οἷός ceteri πρὸ] περὶ Turn. δὴ] δὲ GFHP 6 τῆς σοφίας HP (τῆς om. etiam L) εὑρόμενος 9 οὐδὲ] οὐ Α τὸ] τῶ F 10 τὸ] τῶ F 11 ἀνθρωπίνης om. Α διῳκίσθαι MF: διῴκισται H1P, διακεῖσθαι GH2, κεῖσθαι Α 14 εἶδε MA αὐτὸν τὸν om. MA εἰσῆλθε G 15 πάσης MAG 17 ante ὑπαντᾷ add. οὐχ GFHP 19 κατ’ ἀναγκαῖον Α 20 ἄν om. GFHP1 21 προσαγορεύεται M, προσηγόρευτος F 23 ὑφιστάμενον P1 24 οὗ H2 25 ἀξιῶν (Mang.): ἀπξιῶν codd. θεός #x003E; conicio 26 ἕνεκεν MA ἀποστελεῖ GFHP δὲ GFHP)

v.3.p.220
καὶ ἐπὶ τὰ τούτων γυμνάσια καλοῦντες καὶ τρόπον ἀλειπτῶν ἰσχὺν καὶ δύναμιν καὶ ῥώμην ἀνανταγώνιστον ἐμφύοντες.

δεόντως οὖν εἰς αἴσθησιν ἐλθὼν οὐκέτι θεῷ, λόγῳ δ’ ὑπαντᾷ θεοῦ, καθὰ καὶ ὁ πάππος αὐτοῦ τῆς σοφίας Ἀβραάμ. λέγεται γάρ· „ἀπῆλθε κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, καὶ Ἀβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ“ (Gen. 18,33)· δι’ οὗ συνάγεται τὸ λόγοις τοιούτοις ἐντυγχάνειν ἱεροῖς, ὧν ὁ πρὸ τῶν ὅλων θεὸς ἀπήλλακται, μηκέτι τὰς ἀφ’ αὑτοῦ τείνων φαντασίας, ἀλλὰ τὰς ἀπὸ τῶν μεθ’ αὑτὸν δυνάμεων.

ὑπερφυέστατα δ’ ἔχει τὸ μὴ φάναι ἐλθεῖν εἰς τὸν τόπον, ἀλλ’ ἀπαντῆσαι τόπῳ· ἑκούσιον μὲν γὰρ τὸ ἔρχεσθαι, τὸ δ’ ἀπαντᾶν πολλάκις ἀκούσιον, ἵν’ ἐξαπιναίως ὁ θεῖος λόγος ἐπιφαινόμενος ἀπροσδόκητον χαρὰν ἐλπίδος μείζονα ἐρήμῃ ψυχῇ συνοδοιπορεῖν μέλλων προτείνῃ. καὶ γὰρ Μωυσῆς „ἐξάγει τὸν λαὸν εἰς τὴν συνάντησιν τοῦ θεοῦ“ (Exod. 19, 17), σαφῶς εἰδὼς ἐρχόμενον αὐτὸν ἀοράτως πρὸς τὰς ποθούσας ψυχὰς ἐντυχεῖν αὐτῷ.

Τὴν δ’ αἰτίαν ἐπιφέρει, δι’ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ“ γάρ φησιν „ὁ ἥλιος“ (Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ’ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ’ ἑτέρωσε χωρήσῃ, πάντ’ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει.

μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν ἀόρατον, ὁρατὸν δὲ ἥλιος.

τὴν μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“ (Gen. 1,27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, [*](1 prius καὶ om. Turn. ἄλειπτον G 2 καὶ τρόπον ἀκαταγώνιστον GHP ῥώ (om. μην) F ἐκφύοντες MAH 3 δ’ MAH2P2: om. GFH1P1 4 ἀπῆλθεν ὁ κύριος GFHP 6 ἱερεῖς L1 πρό] πατὴρ coni. Cohn 7 ἀπ’ αὐτοῦ MA 8 μεθ’ ἑαυτῶν G, μεθ’ αὑτὴν Turn. δέ GFHP 9 τὸν om. G ἀλλὰ GFHP ὑπαντῆσαι v 10 ὑπαντᾶν GFHP 11 ἀποφαινόμενος HP1 11. 12 μέλλων συνοδοιπορεῖν F 12 τὴν om. GFHP 15 δὲ GFHP 18 τοῦτο GFHP ἐπιλάμψει L τὰ δεύτερα om. G τῶν λόγων P πολλοὶ AGF (corr. Hoesch. in mg. A) 19 ἑτέρως FHP 20 εἰ om. A (add. Hoesch.) 21 τῆς om. GFHP ἐξομοιοῦνται A 24 ὁ ἥλιος F 26 ἐποίησεν αὐτόν om. MA τεθέντι MF: ταθέντι A, τιθέντι GP2, τίθεται Η (sed prius ι in ras.) P1)

v.3.p.221
ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“ (Gen. 9,6), τὴν δὲ ἡλίου διὰ συμβόλων μεμήνυκε.

ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι — „κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου“ ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1) — καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχετύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς — „εἶπε“ γάρ φησιν „ὁ θεός· γενέσθω φῶς“ (Gen. 1,3) —, αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων ὅμοιος.

ἔπειθ’ ὡς ἥλιος ἡμέραν καὶ νύκτα διακρίνει, οὕτως φησὶ Μωυσῆς τὸν θεὸν φῶς καὶ σκότος διατειχίσαι· „διεχώρισε γὰρ ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους“ (Gen. 1,4)· ἄλλως τε ὡς ἥλιος ἀνατείλας τὰ κεκρυμμένα τῶν σωμάτων ἐπιδείκνυται, οὕτως καὶ ὁ θεὸς τὰ πάντα γεννήσας οὐ μόνον εἰς τοὐμφανὲς ἤγαγεν, ἀλλὰ καὶ ἃ πρότερον οὐκ ἦν, ἐποίησεν, οὐ δημιουργὸς μόνον ἀλλὰ καὶ κτίστης αὐτὸς ὤν.

λέγεται δὲ πολλαχῶς κατὰ τὸν ἱερὸν λόγον ἐν ὑπονοίαις ἥλιος, ἅπαξ μὲν ὁ ἀνθρώπινος νοῦς, ὃν οἰκοδομοῦσιν ὡς πόλιν καὶ κατασκευάζουσιν οἱ γένεσιν πρὸ τοῦ ἀγενήτου θεραπεύειν ἀναγκαζόμενοι, ἐφ’ ὧν εἴρηται ὅτι „ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθώ“, τὸν λόγον ᾧ τὸ πείθειν ἀνάκειται, „καὶ Ῥαμεσσή“, τὴν αἴσθησιν, ὑφ’ ἧς ὥσπερ ὑπὸ σέων ἡ ψυχὴ διεσθίεται — ἑρμηνεύεται γὰρ σεισμὸς σητός —, „καὶ τὴν Ὤν“, τὸν νοῦν, ἣν Ἡλίου πόλιν ὠνόμασεν (Exod. 1,11), ἐπειδὴ καθάπερ ἥλιος τοῦ παντὸς ἡμῶν ὄγκου τὴν ἡγεμονίαν ἀνῆπται καὶ τὰς αὑτοῦ δυνάμεις ὥσπερ ἀκτῖνας εἰς ὅλον τείνει.

τὸν δὲ ἱερέα καὶ θεραπευτὴν τοῦ νοῦ πενθερὸν ἐπιγράφεται πᾶς ὁ τὴν τοῦ σώματος πολιτείαν ἀναψάμενος, ὄνομα Ἰωσήφ. „ἔδωκε“ γάρ φησιν „αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλίου πόλεως“ [*](1 ἐποίησε H1P τὸν δὲ ἥλιον L 2 μεμήνυκεν M, μεμύνηκε G 3 φωτισμός MA: φῶς GFHP 4 ἐν om. GFHP 5 παντὸς om. GFHP 5. 6 πρεσβύτερον ἀρχετύπου GFHP 7 πληρέστατος] περιφεγγέστατος vel περιαυγέστατος coni. Mang. (cf. § 72) 7. 8 εἷπε — φῶς MA: om. ceteri 10 Μωυσῆς Α: Μωσῆς ceteri 12 ὁ ἥλιος FHP ἀνατείλας om. GFHP οὕτω HP 15 δὲ om. GFHP τόν ἱερὸν λόγον GFHP: Μωσῆν MA 16 ὁ ἥλιος GFHP 17 γένησιν F ἀγεννήτου codd. 18 ἐφ’] ἀφ’ G1 19 Πειθών G τὸν λόγον om. MA 'Ραμεσσή M: 'Ραμεσή A, 'Ραμεσσήν GF, Ῥαμεσήν HP 20 σεῶν M: σαιῶν Α, σητῶν ceteri δ’ ἐσθίεται Α 21 τὴν ὢν GHP (alt. ν eras. in P) L1: κτηνῶν ceteri ἡλιούπολιν codd. 21. 22 ὠνόμασαν HP 23 τὴν om. Α αὐτοῦ (sic) MA: ἀφ’ αὑτοῦ ceteri 25 ἀναγραψάμενος H 26 αὐτῶ φησιν MA Πεντεφρῆ AF ἡλιουπόλεως MA)

v.3.p.222
(Gen. 41,45).

δεύτερον δὲ ἥλιον καλεῖ συμβολικῶς τὴν αἴσθησιν, ἐπειδὴ τὰ αἰσθητὰ πάντα δείκνυται διανοίᾳ. περὶ ἧς λελάληκεν ὧδε· „ἀνέτειλεν ὁ ἥλιος αὐτῷ, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ“ (Gen. 32, 31)· τῷ γὰρ ὄντι ταῖς ἱερωτάταις ἰδέαις καὶ ὡς ἂν εἰκόσιν ἀσωμάτοις ὅταν μηκέτι δυνώμεθα συνδιατρίβειν, ἀλλ’ ἑτέρωσε τρεπόμενοι μεταχωρήσωμεν, ἄλλῳ φωτὶ τῷ κατὰ αἴσθησιν χρώμεθα σκότους πρὸς τὸν ὑγιῆ λόγον οὐδὲν ἁπλῶς διαφέροντι·

ὅπερ ἀνατεῖλαν ὅρασιν μὲν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν καὶ ὄσφρησιν καὶ ἁφὴν ὥσπερ κοιμωμένας ἀνήγειρε, φρόνησιν δὲ καὶ δικαιοσύνην ἐπιστήμην τε καὶ σοφίαν ἐγρηγορυίας εἰς ὕπνον ἔτρεψεν.