De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

καὶ μὴν τῷ γε τῆς ἑρμηνείας ἰδιοτρόπῳ καὶ ὁ βραδύτατος ἕτερόν τι τοῦ ῥητοῦ κατανοεῖν ἂν προαχθείη· μᾶλλον γὰρ ἀφορισμῷ ἢ παραινέσει ἔοικε τὸ διάταγμα. παραινῶν μὲν γὰρ εἶπεν ἄν τις· τὸ ἐνεχυρασθὲν ἱμάτιον, ἐὰν τοῦτ’ ᾖ μόνον τῷ χρεώστῃ, πρὸ ἑσπέρας ἀπόδος, ἵν’ ἔχῃ νύκτωρ ἀμπέχεσθαι, ἀφοριζόμενος δὲ οὕτως, ὡς νῦν ἔχει· „ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτῷ μόνον, τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται“ (Exod. 22,27) ;

ταῦτα μὲν δὴ καὶ τὰ τοιαῦτα πρὸς τοὺς τῆς ῥητῆς πραγματείας σοφιστὰς καὶ λίαν τὰς ὀφρῦς ἀνεσπακότας εἰρήσθω, λέγωμεν δὲ ἡμεῖς ἑπόμενοι τοῖς ἀλληγορίας νόμοις τὰ πρέποντα περὶ τούτων. φαμὲν τοίνυν λόγου σύμβολον ἱμάτιον εἶναι. τάς τε γὰρ ἀπὸ κρυμοῦ καὶ θάλπους εἰωθυίας τῷ σώματι κατασκήπτειν βλάβας ἐσθὴς ἀπωθεῖται καὶ ἐπισκιάζει τὰ τῆς φύσεως ἀπόρρητα καὶ ἔστιν ἁρμόττων σώματι κόσμος ἡ ἀμπεχόνη.

κατὰ τὸ παραπλήσιον μέντοι καὶ ἀνθρώπῳ λόγος [*](1. 2 καὶ γὰρ—τοὺς om. F ἀπαμφίσκουσι G 2 οἴχοντας FH (P1) alt. δὴ L μὴ om. F ἡμέρα A ἢ οὐ] ἢ οὖν H1P, οἷον L 6 ποτέ Α διότι F 7 δὲ GFHP 8 δὲ GFHP 9 ἐστίν AGF: εἰσίν MHP τῶ λαβόντι transp. HP 10. 11 περιελεῖν ἀναστάντι καὶ καὶ om. Α) MA: πάλιν ceteri, πάλιν ἀναστάντι conicio 11 ἰδίω τρόπω Α 12 βραδύτητος L1, βραδύτερος L2 προσαχθείη HP 13 ἐοικὸς G, ἔοικεν ante ἢ transpos. H 14 ἐνεχυριασθὲν Α τοῦτ’ ἦ M: τουτὶ Α, τοῦτο ἡ ceteri 15 πρὸς AHP ἑσπέραν Α ἀπόδοσ, tum ras. 2 litt. F: ἀπόδοσιν L2 ἔχοι GFHP 16 post ἔχει vid. add. ἀποδώσεις αὐτῶ post prius τοῦτο add. τὸ GFHP τὸ Α: om. ceteri 17 αὐτῶ GFHP 19 εἰρῆσθαι prius P, εἰρήσεω F λέγωμεν M: λέγομεν ceteri δέ Α: δὴ M, γὰρ ceteri 20 τοῖς] τοῖς τῆς Α 21 τὸ ἱμάτιον P post ἀπὸ ras. 23 litt. G κρύους GFHP 22 εἰωθείας F κατασκήπτει Α 23 ἐπισκιάζεται Α ἁρμόττον Α κόσμου F 24 ἡ om. GFHP ἀμπεχομένη Α ἀνθρωπίνω G)

v.3.p.227
δώρημα κάλλιστον ἐδόθη παρὰ θεοῦ, πρῶτον μὲν κατὰ τῶν νεωτεριζόντων εἰς αὐτὸν ὅπλον ἀμυντήριον — ὡς γὰρ τῶν ἄλλων ἕκαστον ζῴων ἡ φύσις οἰκείοις ἕρκεσιν ὠχύρωσε, δι’ ὧν τοὺς ἐπιχειροῦντας ἀδικεῖν ἀποκρούσεται, καὶ ἀνθρώπῳ μέγιστον ἔρυμα καὶ φρουρὰν ἀκαθαίρετον λόγον δέδωκεν, οὗ κραταιῶς οἷα πανοπλίας ἐνειλημμένος οἰκεῖον καὶ προσφυέστατον ἕξει δορυφόρον· τούτῳ δὲ προαγωνιστῇ χρώμενος δυνήσεται τὰς ἀπὸ τῶν ἐχθρῶν ἐπιφερομένας ἀπωθεῖσθαι ζημίας —,

δεύτερον δὲ καὶ αἰσχύνης καὶ ὀνειδῶν ἀναγκαιότατον περίβλημα — δεινὸς γὰρ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων λόγος —, τρίτον δὲ πρὸς ὅλου τοῦ βίου κόσμον· ὁ γὰρ βελτιῶν ἕκαστον καὶ πάντα ἄγων ἐπὶ τὸ κρεῖττον οὗτός ἐστιν.

ἀλλὰ γάρ εἰσι λῶβαί τινες καὶ κῆρες ἀνθρώπων, οἳ καὶ τὸν λόγον ἐνεχυράζουσιν ἀφαιρούμενοι τοὺς ἔχοντας καί, συναυξῆσαι δέον, ὅλον ὑποτέμνονται, καθάπερ οἱ τὰ τῶν πολεμίων δῃοῦντες χωρία καὶ τόν τε σῖτον καὶ τὸν ἄλλον καρπὸν φθείρειν ἐπιχειροῦντες, ὃς ἀφεθεὶς μεγάλη τοῖς χρησαμένοις ἂν ὄνησις ἦν.

πόλεμος οὖν ἐστιν ἐνίοις ἄσπονδος καὶ ἀκήρυκτος πρὸς τὴν λογικὴν φύσιν, οἵτινες τὰς βλάστας αὐτῆς ἀποκείρουσιν ἐν χρῷ καὶ τὰς πρώτας ἐπιφύσεις ἐκθλίβουσιν, ἄγονον καὶ στεῖραν, ὡς ἔπος εἰπεῖν, καλῶν ἐπιτηδευμάτων ἀπεργαζόμενοι.

ὁρμῶσαν γὰρ ἔστιν ὅτε πρὸς παιδείαν ἀκατασχέτῳ ῥύμῃ καὶ πληχθεῖσαν ἔρωτι τῶν φιλοσοφίας θεωρημάτων ὑπὸ βασκανίας καὶ φθόνου δείσαντες, μὴ μεγάλα πνεύσασα καὶ ἐπὶ μήκιστον ἀρθεῖσα τὰς γλισχρολογίας αὐτῶν καὶ πιθανὰς κατὰ τῆς ἀληθείας εὑρέσεις ἐπικλύσῃ χειμάρρου τρόπον, ἑτέρωσε ταῖς ἑαυτῶν κακοτεχνίαις τὴν φορὰν ἔτρεψαν, εἰς βαναύσους καὶ ἀνελευθέρους τέχνας μετοχετευσάμενοι· πολλάκις δὲ καὶ [*](2 αὐτὸν om., ὅπλον bis habet F 3 οἰκείαις Η2 ἕρκεσιν MA: ἄλκεσιν GFH1P, ἀλκαῖς Η2 3. 4 τοὺς χειρῶν ἄρχοντας ἀδίκων Oxon. Coll. Novi 143 4 ἀποκρούεσθαι GF 5 ἔδωκεν GFHP πανοπλία F ἀνειλημμένος GFH 6 post οἰκεῖον add. μὲν GFHP 7 ἀπὸ] ἐπὶ F φερομένας H 8 αἰσχῶν coni. Mang. 10 ὁ λόγος GFHP ὅλου FP (coni. Mang.): ὅλον ceteri 11 κρείττων F 12 κῆρες HP: κῆραι ceteri οἲ καὶ] αἳ MA 12. 13 ἐνεχυριάζουσιν AF 13 ἀφαιρούμεναι Α 15 ὃς] ὃ F 16 χρησομένοις conicio ἐνίοις ἐστὶν GFHP 18 χρόνω GFHP τἀς om. Α 19. 20 ὁρμώσης et πληχθείσης coni. Cohn 20 post παιδείαν add. τὴν ἱερὰν GFHP 21 τῶν] τῆς H1P, om. Mang. post φιλοσοφίας add. ἀληθοῦς GFHP ὑπὸ] ἢ τὰς Α βασκάνου Η 22 μεγάλη GFHP γλισχρολογίας MAP2 (coni. Mang.): αἰσχρολογίας ceteri 23 πιθανὰς] ras. 2 litt., δεινάς G εὑρέσεις ante κτὰ transpos, GFHP ἐπικλύσει A 24 ante ταῖς add. δὲ PH1 αὐτῶν MA)

v.3.p.228
ἀμβλώσαντες καὶ ἐπιφράξαντες ἀργὸν τὸ μεγαλοφυὲς κατέλιπον, ὥσπερ βαθύγειον καὶ εὐδαίμονα γῆν ὀρφανῶν παίδων ἐπίτροποι κακοὶ χέρσον, καὶ οὐκ ᾐδέσθησαν οἱ πάντων ἀνηλεέστατοι τὸ μόνον ἱμάτιον ἀνθρώπου περισυλῶντες, λόγον· „ἔστι“ γάρ φησι „τοῦτο περιβόλαιον αὐτῷ μόνον“ (Exod. 22,27). τί πλὴν ὁ λόγος;

ὥσπερ γὰρ ἵππου τὸ χρεμετίζειν ἴδιον καὶ τὸ ὑλακτεῖν κυνὸς καὶ βοὸς τὸ μυκᾶσθαι καὶ τὸ ὠρύεσθαι λέοντος, οὕτω καὶ ἀνθρώπου τὸ λέγειν καὶ αὐτὸς ὁ λόγος. τοῦτον γὰρ ἔρυμα, περίβλημα, πανοπλίαν, τεῖχος τὸ ζῷον τὸ θεοφιλέστατον,

ὁ ἄνθρωπος, ἐκ πάντων ἴδιον κεκάρπωται. διὸ καὶ ἐπιφέρει· „τοῦτο τὸ ἱμάτιον αὐτὸ μόνον ἀσχημοσύνης αὐτοῦ“ (Exod. 22,27). τίς ἄλλος γὰρ οὕτως τὰ ὀνείδη καὶ τὰ αἴσχη τοῦ βίου συσκιάζει καὶ συγκρύπτει, ὡς λόγος; ἀμαθία μὲν γὰρ ἀλόγου φύσεως συγγενὲς αἶσχος, παιδεία δὲ ἀδελφὸν λόγου, κόσμος οἰκεῖος.

„ἐν τίνι οὖν κοιμηθήσεται“, τουτέστιν ἠρεμήσει καὶ διαναπαύσεται ἄνθρωπος, πλὴν ἐν λόγῳ; λόγος γὰρ τὸ βαρυποτμότατον ἡμῶν γένος ἐπικουφίζει. ὥσπερ οὖν τοὺς λύπαις ἢ φόβοις ἤ τισιν ἄλλοις κακοῖς πιεσθέντας εὐμένεια καὶ συνήθεια καὶ δεξιότης φίλων πολλάκις ἐθεράπευσεν, οὕτως οὐ πολλάκις ἀλλ’ ἀεὶ τὸ βαρύτατον ἄχθος, ὅπερ ἐπιτιθέασιν ἡμῖν αἵ τε τοῦ συνδέτου σώματος ἀνάγκαι καὶ αἱ τῶν ἔξωθεν κατασκηπτόντων ἀπροόρατοι συντυχίαι, μόνος ὁ ἀλεξίκακος λόγος ἀπωθεῖται.

φίλος γὰρ καὶ γνώριμος καὶ συνήθης καὶ ἑταῖρος ἡμῖν ἐστιν, ἐνδεδεμένος, μᾶλλον δὲ ἡρμοσμένος καὶ ἡνωμένος κόλλῃ τινὶ φύσεως ἀλύτῳ καὶ ἀοράτῳ. διὰ τοῦτο καὶ προλέγει τὰ συνοίσοντα καὶ συμβάντος τινὸς ἀβουλήτου πάρεστιν αὐτοκέλευστος βοηθήσων, οὐ τὴν ἑτέραν φέρων μόνον ὠφέλειαν, ἣν ὁ μὴ δρῶν σύμβουλος ἢ ὁ συναγωνιστὴς ἥσυχος, ἀλλ’ ἀμφοτέρας.

οὐ γὰρ ἡμίεργον ἐπιτετήδευκε δύναμιν, ἀλλὰ πᾶσι τοῖς μέρεσιν ὁλόκληρον· ὅς [*](3 ἀνηλέστατοι P 3. 4 ἀνθρώπου ἱμάτιον transpos. GFHP 4 περιαλόντες Α 5 ὁ om. GFHP ὥσπερ MA: ὡς ceteri 7 οὕτως GFHP 8 τοῦτο L πανοπλία F prius τὸ om. GFHP, quo omisso fort. leg. ζῴων 10 τὸ MA: om. ceteri αὐτὸ M: αὐτῶ GFHP, om. Α 11 ἄλλος Mang.: καλῶς codd., γὰρ ἄλλος conicio, nisi potius καλῶς secl. 12 ἀμαθεία G 14 ὁ ἄνθρωπος G 15 βαρυπονώτατον GFHP 16 γοῦν conicio τοὺς] ταῖς H 17 συνήθεια Mang.: συνέχεια codd. φίλου G1 18 ἀλλά εἰς τὸ MA αἰεὶ v τε om. GFHP 20 ἀνεξίκακος Α 21 ἐνδεδυμένος G 22 κάλλει G ἀρρήκτῳ coni. Mang. 23 καὶ om. F ἀβουλήτῳ Α 24 βοηθήσει Α ἑτέρων MA μόνον φέρων transpos. GFHP 25 ἢ] ἦν Α ὁ Α (Mang.): ὁ μὴ ceteri ἀλλὰ F, ἀλλά καὶ G 26 μέλεσιν G)

v.3.p.229
γε, κἂν σφαλῇ πείρας ἐν οἷς διανοεῖται ἢ ἔργῳ ἐπεξέρχεται, [ἢ] ἐπὶ τὸ τρίτον ἀφικνεῖται βοήθημα, παρηγορίαν. φάρμακον γὰρ ὡς τραυμάτων, καὶ ψυχῆς παθῶν ὁ λόγος ἐστὶ σωτήριον, ὃν "πρὸ δυσμῶν ἡλίου“ φησὶ δεῖν ὁ νομοθέτης ἀποδοῦναι (Exod. 22, 26), τουτέστι πρὶν τὰς τοῦ μεγίστου καὶ ἐπιφανεστάτου θεοῦ καταδῦναι περιλαμπεστάτας αὐγάς, ἃς δι’ ἔλεον τοῦ γένους ἡμῶν εἰς νοῦν τὸν ἀνθρώπινον οὐρανόθεν ἀποστέλλει.

παραμένοντος γὰρ ἐν ψυχῇ τοῦ θεοειδεστάτου καὶ ἀσωμάτου φωτὸς ἀποδώσομεν τὸν ἐνεχυρασθέντα λόγον, ὡς ἱμάτιον, ἵν’ ἐγγένηται τῷ λαβόντι τὸ ἴδιον ἀνθρώπου κτῆμα τήν τε αἰσχύνην τοῦ βίου περιστεῖλαι καὶ τῆς θείας ἀπόνασθαι δωρεᾶς καὶ μετ’ ἠρεμίας ἀναπαύσασθαι παρουσίᾳ τοιούτου συμβούλου καὶ προασπιστοῦ τάξιν ἣν ἐτάχθη μηδέποτε λείψοντος.

ἕως οὖν ἔτι σοι τὸ ἱερὸν φέγγος ὁ θεὸς ἀκτινοβολεῖ, σπούδασον ἐν ἡμέρᾳ τὸ ῥύσιον ἀποδοῦναι τῷ κυρίῳ· δύντος γάρ, ὡς πᾶσα Αἴγυπτος (Exod. 10, 21), ψηλαφητὸν ἕξεις σκότος τὸν αἰῶνα καὶ πληχθεὶς ἀορασίᾳ καὶ ἀγνοίᾳ, ὧν ἐδόκεις ἐπικρατεῖν πάντων ἀφαιρεθήσῃ, πρὸς τοῦ βλέποντος Ἰσραήλ, ὃν ἐρρυσίαζες ἀδούλωτον ὄντα φύσει, δουλούμενος ἀνάγκῃ.

τοῦτον δὴ τὸν δόλιχον ἀπεμηκύναμεν οὐκ ἄλλου του χάριν ἢ τοῦ διδάξαι, ὅτι ἡ ἀσκητικὴ διάνοια κινήσεσιν ἀνωμάλοις πρός τε εὐφορίαν καὶ τοὐναντίον χρωμένη καὶ τρόπον τινὰ ἀνιοῦσα καὶ κατιοῦσα συνεχῶς, ὅταν μὲν εὐφορῇ καὶ πρὸς τὸ ὕψος αἴρηται, ταῖς ἀρχετύποις καὶ ἀσωμάτοις ἀκτῖσι τῆς λογικῆς πηγῆς τοῦ τελεσφόρου θεοῦ περιλάμπεται, ὅταν δὲ καταβαίνῃ καὶ ἀφορῇ, ταῖς ἐκείνων εἰκόσιν, ἀθανάτοις λόγοις, οὓς καλεῖν ἔθος ἀγγέλους.

διὸ καὶ νῦν φησιν· „ἀπήντησε τόπῳ· ἔδυ γὰρ ὁ ἥλιος“ (Gen. 28, 11). ὅταν γὰρ τὴν ψυχὴν ἀπολίπωσιν αἱ τοῦ θεοῦ αὐγαί, δι’ ὧν σαφέσταται αἱ τῶν πραγμάτων γίνονται καταλήψεις, ἀνατέλλει [*](1 κἄν] καὶ G σφαλεῖ G ἔργων G ἢ secl. Mang. 2 τὸ om. AP γὰρ om. P 3 πρὸς F(H1) 4 δεῖν ὁ νομοθέτης GFHP: Μωυσῆς ωσῆς A) δεῖν MA 5 post μεγίστου add. ἡλίου MA 6 ἡμῶν om. L ἄνθρωπον G 7 οὐρανὸν GFP, νοῦν Η, sed rursus del. 8 καὶ ἀσωμάτου om. GFHP ἐνεχυριασθέντα Α 9 ἴνα GFHP 11 παρουσίᾳ om. Α τοῦ τοιούτου AF συμβόλου GP 12 λείψαντος AP, λήψαντος G 14 δύναντος P2, δυνατός Α (corr. Hoesch.) πᾶσαν P ἀψηλάφητον Α ἕξεις ΑΗ2: ἔξει ceteri 15. 16 πάντων ἀποκρατεῖν GFHP 16 ἀφαιρήσει MA ἐρρυσίαζεις G: ἐρυσίαζες ceteri 18 του] δὴ GFH2, δεῖν P(H1) 20 καὶ κατιοῦσα om. L 21 τὸ om. GFHP 22 πηγῆς] αὐγῆς coni. Mang. 23 ἀφορᾶ MAP2 εἰκότι H2, κινήσεσιν Turn. 24 ὑπήντησε V 26 αἱ τῶν — καταλήψεις om. Α)

v.3.p.230
τὸ δεύτερον καὶ ἀσθενέστερον λόγων, οὐκέτι πραγμάτων, φέγγος, καθάπερ καὶ ἐν τῷδε τῷ κόσμῳ· σελήνη γὰρ τὰ δευτερεῖα ἡλίου φερομένη καταδύντος ἐκείνου φῶς ἀμυδρότερον ἐπὶ τὴν γῆν ἀποστέλλει.

καὶ τὸ ὑπαντᾶν μέντοι τόπῳ ἢ λόγῳ τοῖς μὴ δυναμένοις τὸν πρὸ τόπου καὶ λόγου θεὸν ἰδεῖν αὐταρκεστάτη δωρεά, διότι τὴν ψυχὴν ἀφώτιστον εἰσάπαν οὐκ ἔσχον, ἀλλ’ ἐπειδὴ τὸ ἄκρατον ἐκεῖνο φέγγος ἀπ’ αὐτῶν ἔδυ, τὸ κεκραμένον ἐκαρπώσαντο. „τοῖς γὰρ υἱοῖς Ἰσραὴλ φῶς ἦν ἐν πᾶσιν οἷς κατεγίνοντο“, φησὶν ἐν Ἐξαγωγῇ (10, 23), ὡς νύκτα καὶ σκότος ἀεὶ πεφυγαδεῦσθαι, μεθ’ ὧν οἱ τὰ ψυχῆς ὄμματα πρὸ τῶν σώματος πεπηρωμένοι ζῶσιν, ἀρετῆς αὐγὰς οὐκ εἰδότες.

ἔνιοι δὲ ἥλιον μὲν ὑποτοπήσαντες εἰρῆσθαι νυνὶ συμβολικῶς αἴσθησίν τε καὶ νοῦν, τὰ νενομισμένα καθ’ ἡμᾶς αὐτοὺς εἶναι κριτήρια, τόπον δὲ τὸν θεῖον λόγον, οὕτως ἐξεδέξαντο· ἀπήντησεν ὁ ἀσκητὴς λόγῳ θείῳ δύντος τοῦ θνητοῦ καὶ ἀνθρωπίνου φέγγους.

ἄχρι μὲν γὰρ ὁ νοῦς τὰ νοητὰ καὶ τὰ αἰσθητὰ αἴσθησις οἴεται παγίως καταλαμβάνειν καὶ ἄνω περιπολεῖν, μακρὰν ὁ θεῖος λόγος ἀφέστηκεν· ἐπειδὰν δ’ ἑκάτερον ἀσθένειαν ὁμολογήσῃ τὴν ἑαυτοῦ καὶ τρόπον τινὰ καταδύσει χρησάμενον ἀποκρυφθῇ, προϋπαντᾷ δεξιούμενος εὐθὺς ὁ ἔφεδρος ἀσκητικῆς ψυχῆς ὀρθὸς λόγος ἑαυτὴν μὲν ἀπογινωσκούσης, τὸν δὲ ἐπιφοιτῶντα ἔξωθεν ἀφανῶς ἀναμενούσης.

Φησὶ τοίνυν ἑξῆς ὅτι „ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ“ (Gen. 28, 11). θαυμάσαι ἄν τις οὐ μόνον τὴν ἐν ὑπονοίαις πραγματείαν καὶ φυσιολογίαν αὐτοῦ, ἀλλὰ καὶ τὴν ῥητὴν πρὸς πόνου καὶ καρτερίας μελέτην ὑφήγησιν.