De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Τὰ δὲ ἑπόμενα ζητήσωμεν ἐρευνῶντες, τίς ἡ Χαρρὰν καὶ διὰ τί ὁ ἀπὸ τοῦ φρέατος ἐξελθὼν εἰς αὐτὴν ἔρχεται (Gen. 28,10). ἔστι τοίνυν, ὡς ἔμοιγε φαίνεται, Χαρρὰν μητρόπολίς τις αἰσθήσεων. ἑρμηνεύεται γὰρ τοτὲ μὲν ὀρυκτή, τοτὲ δὲ τρῶγλαι, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἑνὸς δηλουμένου πράγματος.

τὸ γὰρ σῶμα ἡμῶν εἰς τὰ τῶν αἰσθήσεων ὄργανα τρόπον τινὰ ἐξορώρυκται, καὶ γέγονεν ἕκαστον τῶν [*](1 λίαν A (corr. Hoesch.) G ἀκούωμεν Α 2 τοῦ om. Mang. 3 ἢ ἐπεχομένην om. F, secl. Maug. εὕρισκε HP: ηὕρισκε MAP, ἣ εὕρισκε G 4 αὑτῆς Η2 5 τὸ MAFH-: xdi H1P, τοῦ in ras. G λέγειν MA: τὴν λείαν HP, τὴν λίαν GF 6 τοῦ MAF: τὸ οὐ G, τῶ H, τὸ P 7 περ] παρ᾿ Α 7. 8 ἐφαίνετο P 8 παρ’ ὃν GFH2 παρ’ οὗ MAP-, παρ’ H1P1, tum καὶ add HP αἱ τροφαὶ HP 9 μικρολόγοι GFHP (Hoesch. in mg. A) 10 δὲ δὴ M: δέ Α, δ’ ἐν τῆ ceteri, δὲ τῇ conicio 11 γραφέντες HP ὄντες] ἐπιλαχόντες conicio, γέμοντες coni. Cohn 12 περὶ τεττάρων ἐστὶν οὐ φρεάτων MA: οὐ περὶ φρεάτων τεττάρων ἐστὶν ceteri 14 ἕκαστος G1, ἕκαστον, s. s. ὁ G2 πεπονημέναις coni. Mang, τετελειωμέναις coniciebam 15 post μὲν add. οὖν GFHP, sed GH rursus del. 16 ἐπεφήμισαν M: ἐπευφήμισαν A, ἐφήμισαν F, εὐφήμησαν GHP ἔχθραν εὐρυχωρίαν om. G 19 alt. καὶ—προσαγορεύεται om. G προσηγόρευται P 20 δ’ GFHP ζητήσομεν H 23 ποτὲ bis G τῶν om. GFHP 24 τὰ γὰρ σώματα GFHP 25 ἐξώρυκται A, ἐξωρώρυκται G)

v.3.p.214
ὀργάνων ἑκάστης ὀπή τις αἰσθήσεως, ἐν ᾗ πέφυκε φωλεύειν. ὅταν οὖν τις ἀπὸ τοῦ φρέατος, ὃ καλεῖται ὅρκος, ὥσπερ ἀπὸ λιμένος ἐξαναχθῇ, παραγίνεται εὐθὺς εἰς Χαρρὰν ἀναγκαίως· τὸν γὰρ ἀποδημίαν στελλόμενον ἀπὸ τοῦ ἀρίστου καὶ ἀπειρομεγέθους ἐπιστήμης χωρίου κατ’ ἀναγκαῖον αἰσθήσεις ἄνευ ξεναγῶν ὑποδέχονται.

κινεῖται γὰρ ἡμῶν ἡ ψυχὴ πολλάκις μὲν ἐφ’ ἑαυτῆς, ὅλον τὸν σωματικὸν ὄγκον ἐκδῦσα καὶ τὸν τῶν αἰσθήσεων ὄχλον ἀποδρᾶσα, πολλάκις δὲ καὶ ταῦτα ἐπαμπισχομένη. τὴν μὲν οὖν γυμνὴν κίνησιν αὐτῆς τὰ νοήσει μόνῃ καταληπτὰ ἔλαχε, τὴν δὲ μετὰ σώματος τὰ αἰσθητά.

εἴ τις οὖν ὁμιλεῖν εἰσάπαν ἀδυνατεῖ διανοίᾳ μόνῃ, δευτέραν καταφυγὴν αἴσθησιν εὑρίσκεται, καὶ ὅστις ἂν σφαλῇ τῶν νοητῶν, αὐτίκα πρὸς τὰ αἰσθητὰ κατασύρεται· δεύτερος γὰρ ἀεὶ πλοῦς ὁ πρὸς αἴσθησιν τοῖς μὴ δυνηθεῖσι πρὸς τὸν ἡγεμόνα νοῦν εὐπλοῆσαι.

καλὸν δὲ κἀν τούτῳ γενομένους μὴ καταγηράσαι καὶ διαιωνίσαι, ἀλλ’ ὡς ἐν ξένῃ διατρίβοντας παροίκων τρόπον ἀεὶ μετανάστασιν ζητεῖν καὶ ἐπάνοδον εἰς τὴν πατρῴαν γῆν. Λάβαν μὲν γὰρ οὐκ εἶδος, οὐ γένος, οὐκ ἰδέαν, οὐκ ἐννόημα, οὐκ ἄλλο τῶν νοήσει μόνῃ καταλαμβανομένων οὐδὲν ἁπλῶς εἰδώς, ἠρτημένος δὲ τῶν ἐμφανῶν, ἅπερ εἰς ὄψεις καὶ ἀκοὰς καὶ τὰς συγγενεῖς δυνάμεις ἔρχεται, πατρίδος ἠξίωται Χαρράν, ἣν ὡς ξένην ὁ φιλάρετος Ἰακὼβ πρὸς ὀλίγον οἰκεῖ χρόνον, τῆς οἴκαδε ἐπανόδου διαμεμνημένος.

φησὶ γοῦν ἡ μήτηρ, ἡ ὑπομονή, Ῥεβέκκα πρὸς αὐτόν· „ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν, καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς“ (Gen. 27, 43. 44). ἆρα οὖν κατανοεῖς, ὅτι οὐχ ὑπομένει ὁ ἀσκητὴς ἐν τῇ χώρᾳ τῶν αἰσθήσεων καταβιῶναι, ἀλλ’ ἡμέρας ὀλίγας καὶ βραχύν τινα [*](1 τις] τῆς G2 ὅταν] ὅπως Turn. 3 παραγίνεται MAN: ras. 3 litt., γίνεται εἶτ’ G, παραγίνεταί τ’ FHP χαρὰν GN ἀποδημίας ’P, ἀποδημία N 4 ἀορίστου coni. Mang. κατὰ M 4. 5 κατὰ τἀναγκαῖον GFN 5 ξεναγωγῶν M ἡμῶν om. H1P 6 ἀφ’ coni. Cohn οἶκον coni. Mang. 7 τὸν τῶν αἰσθήσεων M: τὸν τῆς αἰσθήσεως A Pal., τὸν αἰσθήσεων GFHPN, τῶν αἰσθήσεων L ἀποδράσασα GFHPN 7. 8 ἐπ’ ἀμπισχόμενα G1 8 αὐτῆς κατανοήσει G μόνον HP καταληπτὴν in ras. G2 9 εἴληχε Pal. 10 ἀδυνατεῖ om. Α (suppl. Hoesch.) τῆ διανοία Α δευτέραν om. H 12 ὁ MA: om. ceteri N 13 γινομένους N, γινόμενος F 16 οὐ γένος] ἡ γένος P 17 μόνον Α ἠρτημένως F 19 καὶ ante πατρίδος add. GFHP 20 φησὶν οὑν HP(F1) 21 ἀναστὰς om. MA 22 καὶ ποίησον ἐκεῖ ἡμέρας MA 23 οὑν MA: δὴ ceteri) [*](1—15 Ν fol. 150r: ὅταν—γῆν. 5—9 Pal. fol. 27v κινεῖται μὲν ἡ ψυχὴ— αἰσθητά.)

v.3.p.215
χρόνον διὰ τὰς τοῦ συνδέτου σώματος ἀνάγκας, ὁ δὲ μακρὸς αἰὼν αὐτῷ καὶ βίος ἐν τῇ νοητῇ πόλει ταμιεύεται;

παρό μοι δοκεῖ καὶ ὁ πάππος αὐτοῦ τῆς ἐπιστήμης, Ἀβραὰμ ὄνομα, μὴ πολὺν χρόνον ὑπομεῖναι τῇ Χαρρὰν ἐνδιατρῖψαι. λέγεται γὰρ ὅτι „Ἀβραὰμ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4), καίτοι τοῦ πατρὸς αὐτοῦ Θάρρα, ὃς ἑρμηνεύεται κατασκοπὴ ὀσμῆς, μέχρι τελευτῆς ἐν αὐτῇ

βιώσαντος. ῥητῶς γοῦν ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται, ὅτι „ἀπέθανε Θάρρα ἐν Χαρράν“ (Gen. 11,32)· κατάσκοπος γὰρ ἦν ἀρετῆς, οὐ πολίτης, καὶ ὀσμαῖς ἀλλ’ οὐ τροφῶν ἀπολαύσεσιν ἐχρῆτο, μήπω ἱκανὸς ὢν ἐμπίπλασθαι φρονήσεως, ἀλλὰ μηδὲ γεύεσθαι, τοῦτο δ’ αὐτὸ μόνον ὀσφραίνεσθαι.

καθάπερ γὰρ τοὺς θηρατικοὺς τῶν σκυλάκων λόγος ἔχει καὶ τὰ πορρωτάτω τῶν θηρίων πτώματα ῥινηλατοῦντας ἀνευρίσκειν ἠκονημένους ὑπὸ φύσεως διαφερόντως τὴν περὶ τὰς ὀσμὰς αἴσθησιν, τὸν αὐτὸν τρόπον τὴν ἀπὸ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ἀναδιδομένην ἡδεῖαν αὔραν ὁ παιδείας ἐραστὴς ἰχνηλατεῖ καὶ ποθεῖ μὲν ἐκείναις ἐντυχεῖν, ἐξ ὧν ἀναδίδοται τὸ θαυμασιώτατον γάνωμα τοῦτο, μὴ δυνάμενος δ’ ἐν κύκλῳ κενὴν περιάγει τὴν κεφαλήν, ὀσφραινόμενος αὐτὸ μόνον καλοκἀγαθίας καὶ σιτίων ἱερωτάτης κνίσσης· οὐ γὰρ ἀρνεῖται λίχνος ἐπιστήμης καὶ φρονήσεως εἶναι.

μακάριοι μὲν οὖν οἷς ἐξεγένετο τῶν σοφίας φίλτρων ἀπόνασθαι καὶ τῶν θεωρημάτων καὶ δογμάτων αὐτῆς ἑστιαθῆναι καὶ ἐνευφρανθεῖσιν ἔτι διψῆν, ἄπληστον καὶ ἀκόρεστον ἐπιφερομένοις ἵμερον ἐπιστήμης.

δεύτερα δ’ οἴσονται, οἷς ἀπολαῦσαι μὲν οὐκ ἐξεγένετο τῆς ἱερᾶς τραπέζης, κνισσοῦν δὲ τὰς ἑαυτῶν ψυχάς· αὔραις γὰρ ἀρετῆς οὗτοι ζωπυρηθήσονται, καθάπερ τῶν καμνόντων οἱ [*](1 συνθέτου GFHP post ἀνάγκας e. gr. παροικεῖ addiderim, βιῶναι subaudit Cohn 4 τὴν MA 4. 5 (??) MAHP 6 κατασκοπῆς G ὀδσμῆς (sic) G, ὀδμῆς F post μέχρι add. τῆς, ut vid., P2 7 γοῦν MA: οὑν ceteri, μὲν οὑν V ἀναγραφαῖς MA: γραφαῖς GHP, γραφῆς F δουλοῦται Α 8 Χαρρᾶ GFH1P ἦν ἀρετῆς] ἀρθεὶς ἢν Α 9 ὀδσμαῖς (sic) G, ὀδμαῖς F ἀπόλαυσιν HP 10 ἐμπίμπλασθαι M γεύσασθαι Α 11 θηρευτικοὺς G2 12 πορρώτατα F 13 φύσεως MA: τῆς φύσεως ceteri ὀδσμὰς G, ὀδμὰς F 14 τὴν ἀπὸ δικαιοσύνης om. G1, τὴν s. s. G2 τῆς ἀρετῆς τῆς ἄλλης HP 15 ἅβραν M ὁ om. G1FHP1 16 ἐξ ὦν ἀναδίδοται post τοῦτο transp. G 16. 17 μὴ δυνάμενος δ’ ἐν κύκλω MA: μηδ’ ἐν κύκλω δυνάμενος ceteri 17 καινὴν Α αὐτῶ AG 18 καὶ fort. secl. vel ἀρετῶν pro σιτίων scrib. κνίσης HP 19 ἐξεγένοντο G 21 ἐνευφρανθεῖσιν Cohn: εὐφρανθεῖσι G, ἀνευφρανθεῖσιν ceteri ἔτι om. GFHP1 21. 22 ἐπιφερόμενος G, περιφερομένοις coni. Mang. 22 δευτερεῖα coni. Mang. 23 ἐγένετο H κνισοῦν MHP ταῖς et ψυχαῖς G 24 ζωπηρηθήσονται F)

v.3.p.216
παρειμένοι διὰ τὸ μὴ δύνασθαι τροφῇ χρῆσθαι τὰς εἰς ἀνάληψιν προσφέρονται ὀσμάς, ἃς ἰατρῶν παῖδες λιποθυμίας ἄκη σωτήρια προευτρεπίζονται.

καταλιπὼν μέντοι τὴν Χαλδαίαν γῆν εἰς Χαρρὰν λέγεται μετανίστασθαι Θάρρα, τόν τε υἱὸν Ἀβραὰμ καὶ τοὺς ὁμογνίους τῆς οἰκίας ἐπαγόμενος, οὐχ ἵν’ ὡς παρὰ συγγραφέως ἱστορικοῦ μάθωμεν, ὅτι μετανάσται τινὲς ἐγένοντο, τὴν μὲν πατρῴαν γῆν καταλιπόντες, τὴν δὲ ξένην ὡς πατρίδα οἰκήσαντες, ἀλλ’ ὑπὲρ τοῦ μάθημα βιωφελέστατον καὶ ἁρμόττον ἀνθρώπῳ μὴ ἀμεληθῆναι. τί δὲ τοῦτό ἐστι;

Χαλδαῖοι μὲν ἀστρονομοῦσιν, οἱ δὲ τῆς Χαρρὰν πολῖται περὶ τὸν τῶν αἰσθήσεων τόπον πραγματεύονται. φησὶν οὖν ὁ ἱερὸς λόγος τῷ κατασκόπῳ τῶν τῆς φύσεως πραγμάτων· τί περὶ ἡλίου ζητεῖς, εἰ ποδιαῖός ἐστιν, εἰ τῆς γῆς μείζων ἁπάσης, εἰ πολλαπλάσιος αὐτῆς; τί δὲ περὶ φωτισμῶν σελήνης, εἰ νόθον ἔχει φέγγος, εἰ γνησίῳ μόνῳ χρῆται; τί δὲ περὶ τῆς τῶν ἄλλων ἀστέρων φύσεως ἢ περιφορᾶς ἢ συμπαθείας πρός τε ἀλλήλους καὶ τἀπίγεια;

τί δὲ βαίνων ἐπὶ γῆς ὑπὲρ νεφέλας πηδᾷς; τί δ’ ἅπτεσθαι τῶν ἐν αἰθέρι φῂς δύνασθαι προσερριζωμένος χέρσῳ; τί δὲ περὶ τῶν ἀτεκμάρτων τεκμαίρεσθαι τολμᾷς; τί δὲ πολυπραγμονεῖς ἃ μή σε δεῖ, τὰ μετέωρα; τί δὲ τὴν ἐν τοῖς μαθήμασιν εὑρεσιλογίαν ἄχρις οὐρανοῦ τείνεις; τί δ’ ἀστρονομεῖς μετεωρολεσχῶν; μὴ τὰ ὑπὲρ σὲ καὶ ἄνω, ὦ οὗτος, ἀλλὰ τὰ ἐγγὺς σαυτοῦ κατανόησον, μᾶλλον δὲ σαυτὸν ἀκολακεύτως ἐρεύνησον.

πῶς οὖν ἐρευνήσεις; ἴθι νοερῶς εἰς Χαρρὰν τὴν ὀρυκτήν, τὰς τρώγλας καὶ ὀπὰς τοῦ σώματος, καὶ ἐπίσκεψαι ὀφθαλμούς, ὦτα, ῥῖνας, τὰ ἄλλα [*](1 διὰ GFHP1: καὶ διὰ MAP2 τροφαῖς GFHP τὰς] ταῖς GFHP 1.2 προσφέροντες προσφέροντ᾿ F 2 ὀδμάς GF ἅς om. GFHP λειποθυμίας ἀκεστήρια ἄκη σωτήρια scripsi) MA: ἄκη λιποθυμίας (sic G, hoc recepi, λυποθυμίας F, λειποθυμίας HP) σωτήρια GFHP 2. 3 προσευτρεπίζονται GFHP 3 Χαλδαίαν MA: χαλδαίων ceteri 4 τε MA: δὲ ceteri ὁμογνίους scripsi: ὁμογνώμονας codd. οἰκείας HP 5 ἱστορικοῦ secl. Cohn 7 post καὶ add. νοερόν GFHP 8 ante ἀνθρώπῳ ras. in H μόνω post ἀνθρώπω add. GFHP, ἐπιστήμονι coni. Mang. τοῦτ’ HP 9 τρόπον F 10 φησὶ MA οὖν GFPH2: γοῦν MA, οὐκ L1, om. H1 13 εἰ] ἢ H2 ἄστρων Α 14 prius ἢ] εἰ F εἰσφορᾶς G, φορὰς FHP τἀπίγεια M: τὰ ἐπίγεια ceteri 14. 15 ἐπίγεια—βαίνων om. G 18 εὑρησολογίαν G, εὑρησιλογίαν H1P 19 ὑπὲρ σὲ καὶ ἄνω MA: ὑπερωκεάνια ceteri 20 σαυτοῦ MA: ἑαυτοῦ GFH2, αὐτοῦ H1P 21 εὑρήσεις F(?)H, tum ἐὰν ἐπιτύχῃς add. GFHP, ἐρευνήσας ἄν ἐπιτύχῃς (immo ἐπιτύχοις) coni. Mang. ἴθ’ Α νοερῶς om. MA 22. 217,1 καὶ τά ἄλλα ὅσα conicio) [*](11—14 de fontibus v. Sitzungsberichte l. c. p. 1075. 1076. 19 cf. Epicurea p. 229,1. Norden in supplem. annal. philolog. XVIII p. 270.)

v.3.p.217
ὅσα καὶ αἰσθήσεως ὄργανα, καὶ φιλοσόφησον ἀναγκαιοτάτην καὶ πρεπωδεστάτην φιλοσοφίαν ἀνθρώπῳ, ζητῶν, τί ὅρασις, τί ἀκοή, τί γεῦσις, τί ὄσφρησις, τί ἁφή, τί καὶ συνόλως αἴσθησις· κἄπειτα τί τὸ ὁρᾶν καὶ πῶς ὁρᾷς, τί τὸ ἀκούειν καὶ πῶς ἀκούεις, τί τὸ ὀσφραίνεσθαι ἢ γεύεσθαι ἢ ἅπτεσθαι καὶ πῶς ἕκαστον αὐτῶν εἴωθε γίγνεσθαι.

πρὶν δὲ τὸν ἴδιον οἶκον καλῶς ἐπεσκέφθαι, τὸν τοῦ παντὸς ἐξετάζειν οὐχ ὑπερβολὴ μανίας; καὶ οὔπω σοι μεῖζον ἐπίταγμα ἐπιτάττω, τὴν σαυτοῦ ψυχὴν ἰδεῖν καὶ τὸν νοῦν, ἐφ’ ᾧ μέγα φρονεῖς· καταλαβεῖν γὰρ αὐτὸν οὔποτε δυνήσῃ.

ἀνάβαινε νῦν εἰς οὐρανὸν καὶ καταλαζονεύου περὶ τῶν ἐκεῖ, μήπω δεδυνημένος γνῶναι κατὰ τὸ ποιητικὸν γράμμα ὅττί τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, καταγαγὼν δ’ ἀπ’ οὐρανοῦ τὸν κατάσκοπον καὶ ἀντισπάσας ἀπὸ τῆς ἐκεῖ ζητήσεως γνῶθι σαυτόν, εἶτα καὶ τοῦτ’ ἐπιμελῶς ἐκπόνησον, ἵνα τῆς ἀνθρωπίνης εὐδαιμονίας ἐπιλάχῃς.

τὸν τρόπον τοῦτον Θάρρα μὲν Ἑβραῖοι, Σωκράτην δὲ Ἕλληνες ὀνομάζουσι· καὶ γὰρ ἐκεῖνον ἐγγηράσαι φασὶν τῇ περὶ τοῦ γνῶθι σαυτὸν ἀκριβεστάτῃ σκέψει, μηδὲν ἔξω τῶν καθ’ ἑαυτὸν φιλοσοφοῦντα. ἀλλ’ ὁ μὲν ἄνθρωπος ἦν, Θάρρα δ’ αὐτὸς ὁ λόγος ὁ περὶ τοῦ γνῶναί τινα ἑαυτὸν προκείμενος οἷα δένδρον εὐερνέστατον, ἵν’ ἔχοιεν εὐμαρῶς οἱ φιλάρετοι τὸν περὶ ἠθοποιίαν δρεπόμενοι καρπὸν σωτηρίου καὶ ἡδίστης ἐμπίπλασθαι τροφῆς.

τοιοῦτοι μὲν ἡμῖν οἱ φρονήσεως κατάσκοποι, τῶν δὲ ἀθλητῶν καὶ ἀγωνιστῶν αὐτῆς αἱ φύσεις τελειότεραι· δικαιοῦσι γὰρ οὗτοι τὸν περὶ τῶν αἰσθήσεων σύμπαντα λόγον ἀκριβῶς καταμαθόντες ἐπί τι μεῖζον ἕτερον χωρεῖν [*](1 ὅσα καὶ MA: καὶ GH, καὶ δσα P, om. F αἰσθήσεως MAG: τῶν αἰσθήσεων Fv, αἰσθήσεων HP φιλοσόφησον] φιλοσοφωτάτην φιλοσοφίαν ἡ μᾶλλον εἰπεῖν HP 2 ἀνθρώπω ζητῶν MA: ἀληθεῖ, tum ras., ζητῶν G; ἀληθεία ἀνθρώπω ζητῶν F, ἀληθεία θ́ (ἀλήθειαν L) ἀναζητῶν HL, ἄλη ἄνω ζητῶν (ἄνω ζητῶν rursus 3 primum τί om. GFHP τὸ om. L 4 ὁρᾶς—πῶς om. 5 γίνεσθαι GFHP 6 συνεπεσκέφθαι G 9. 10 δυνάμενος GFHP 11 ὅτι MAFP τε om. AP τέτεκται F 12 καταγαγὼν δ’ MA: κάταγε τῶν τῶν rursus del. P) ceteri, κατάγων δ’ per errorem Mang. ἀντὶ πάσας Α 13 εἶτα om. GFHP, fort recte 14 εὐδαιμονίας MAP2: ἐπιμελείας ceteri τὸν (om. τρόπον) τοῦ Θάρρα F Θάρραν H2 16 σκέψει MAFP, mg. H: γνώσει GHL, mg. P2 τῶν] τόν Α 17 ἑαυτὸν GFHP: αὑτὸν MA 18. 19 εὐθαλέστατον Α 19 περὶ] πρὸς MA 20 ἐμπίμπλασθαι M 22 τελειότεραι MA: τελεώτεραι GFHP 23 χωρεῖν MA: ἐλθεῖν ceteri) [*](10 Hom. Od. δ 392.)

v.3.p.218
θεώρημα, καταλιπόντες τὰς αἰσθήσεως ὀπάς, αἳ Χαρρὰν ὀνομάζονται.

τούτων ἐστὶν ὁ ἐπιδόσεις καὶ βελτιώσεις πρὸς ἐπιστήμης ἄκρας ἀνάληψιν ἐσχηκὼς Ἀβραάμ· ὅτε γὰρ μάλιστα ἔγνω, τότε μάλιστα ἀπέγνω ἑαυτόν, ἵνα τοῦ πρὸς ἀλήθειαν ὄντος εἰς ἀκριβῆ γνῶσιν ἔλθῃ. καὶ πέφυκεν οὕτως ἔχειν· ὁ λίαν καταλαβὼν ἑαυτὸν λίαν ἀπέγνωκε τὴν ἐν πᾶσι τοῦ γενητοῦ σαφῶς προλαβὼν οὐδένειαν, ὁ δ’ ἀπογνοὺς ἑαυτὸν γινώσκει τὸν ὄντα.