De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ταύτας δαίμονας μὲν οἱ ἄλλοι φιλόσοφοι, ὁ δὲ ἱερὸς λόγος ἀγγέλους εἴωθε καλεῖν προσφυεστέρῳ χρώμενος ὀνόματι· καὶ γὰρ τὰς τοῦ πατρὸς ἐπικελεύσεις τοῖς ἐγγόνοις καὶ τὰς τῶν ἐγγόνων χρείας τῷ πατρὶ διαγγέλλουσι.

παρὸ καὶ ἀνερχομένους αὐτοὺς καὶ κατιόντας εἰσήγαγεν, οὐκ ἐπειδὴ τῶν μηνυσόντων ὁ πάντῃ ἐφθακὼς θεὸς δεῖται, ἀλλ’ ὅτι τοῖς ἐπικήροις ἡμῖν συνέφερε μεσίταις καὶ διαιτηταῖς λόγοις χρῆσθαι διὰ τὸ τεθηπέναι καὶ πεφρικέναι τὸν παμπρύτανιν καὶ τὸ μέγιστον ἀρχῆς αὐτοῦ κράτος.

οὗ λαβόντες ἔννοιαν ἐδεήθημέν ποτέ τινος τῶν μεσιτῶν λέγοντες· „λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν“ (Exod. 20, 19). οὐ γὰρ ὅτι κολάσεις, ἀλλ’ οὐδ’ ὑπερβαλλούσας καὶ ἀκράτους εὐεργεσίας χωρῆσαι δυνάμεθα, ἃς ἂν αὐτὸς προτείνῃ δι’ ἑαυτοῦ μὴ χρώμενος ὑπηρέταις ἄλλοις.

παγκάλως δὲ ἐστηριγμένον ἐν τῇ γῇ διὰ συμβόλου κλίμακος φαντασιοῦται τὸν ἀέρα· τὰς γὰρ ἀναδιδομένας ἐκ γῆς ἀναθυμιάσεις [*](2 om. F ἀριθμοὺς] ὁρισμοὺς FL2 3 θνητοῦ om. PL 9 ἐπιγείων Α 10 post ὥσπερ add. γὰρ G ἀκοαὶ] ὀφθαλμοὶ H2 ὄψεις MA: ὦτα ceteri ἀφορῶσαι GFHP 11 ὁ δὲ ἱερὸς λόγος GFHP: Μωυσῆς Μωσῆς A) δ’ MA 12 ὁρώμενος Α 13 ἐπικλήσεις G ἐκγόνοις GFHP ἐκγόνων GFHP 14 αὐτοὺς post κατιόντας transpos. GHP 15 πάντῃ scripsi: πάντα codd., ἐπὶ πάντα coni. Cohn. post ἐφθακὼς add. εἰδέναι GFHP δεῖται θεός GFHP 16 παραιτηταῖς coni. Mang. 17 περιφρικέναι H 18 ἀρχῆς om. Α αὐτοκρατοῦς οὐ λαβόντες G 19 μέσων GFHP σὺ om. GFHP 20 ποτε om. GFHP θεοῦ γάρ #x003E; ὅτι conicio 21 οὐδέ GFHP 22 ἅς] ὡς F 23 δ’ GFHP ἐστηριγμένος GFHP συμβόλων Α post κλίμακος add. ὁ καὶ pro ὁ Fv) δονούμ·ενος GFHP, quod dittographia vocis ἀναδιδομένας videtur, οὐ δονούμενον coni. Mang.) [*](10 cf. Xen. Cyrop. VIII 2,10 τοὺς βασιλέως καλουμένους ὀφθαλμοὺς καὶ τὰ βασιλέως ὦτα.)

v.3.p.236
λεπτυνομένας ἐξαεροῦσθαι συμβέβηκεν, ὥστε βάσιν μὲν καὶ ῥίζαν ἀέρος εἶναι γῆν, κεφαλὴν δὲ οὐρανόν.

λέγεται γοῦν, ὅτι σελήνη πίλημα μὲν ἄκρατον αἰθέρος οὔκ ἐστιν, ὡς ἕκαστος τῶν ἄλλων ἀστέρων, κρᾶμα δὲ ἔκ τε αἰθερώδους οὐσίας καὶ ἀερώδους· καὶ τό γε ἐμφαινόμενον αὐτῇ μέλαν, ὃ καλοῦσί τινες πρόσωπον, οὐδὲν ἄλλο εἶναι ἢ τὸν ἀναμεμιγμένον ἀέρα, ὃς κατὰ φύσιν μέλας ὢν ἄχρις οὐρανοῦ τείνεται.

ἡ μὲν οὖν ἐν κόσμῳ λεγομένη συμβολικῶς κλῖμαξ τοιαύτη ἐστί, τὴν δ’ ἐν ἀνθρώποις σκοποῦντες εὑρήσομεν τὴν ψυχήν, ἧς βάσις μὲν τὸ ὡσανεὶ γεῶδές ἐστιν, αἴσθησις, κεφαλὴ δ’ ὡς ἂν τὸ οὐράνιον, ὁ καθαρώτατος νοῦς.

ἄνω δὲ καὶ κάτω διὰ πάσης αὐτῆς οἱ τοῦ θεοῦ λόγοι χωροῦσιν ἀδιαστάτως, ὁπότε μὲν ἀνέρχοιντο, συνανασπῶντες αὐτὴν καὶ τοῦ θνητοῦ διαζευγνύντες καὶ τὴν θέαν ὧν ἄξιον ὁρᾶν μόνων ἐπιδεικνύμενοι, ὁπότε δὲ κατέρχοιντο, οὐ καταβάλλοντες — οὔτε γὰρ θεὸς οὔτε λόγος θεῖος ζημίας αἴτιος —, ἀλλὰ συγκαταβαίνοντες διὰ φιλανθρωπίαν καὶ ἔλεον τοῦ γένους ἡμῶν, ἐπικουρίας ἕνεκα καὶ συμμαχίας, ἵνα καὶ τὴν ἔτι ὥσπερ ἐν ποταμῷ, τῷ σώματι, φορουμένην ψυχὴν σωτήριον πνέοντες ἀναζωῶσι.

ταῖς μὲν δὴ τῶν ἄκρως κεκαθαρμένων διανοίαις ἀψοφητὶ μόνος ἀοράτως ὁ τῶν ὅλων ἡγεμὼν ἐμπεριπατεῖ — καὶ γάρ ἐστι χρησθὲν τῷ σοφῷ θεοπρόπιον, ἐν ᾧ λέγεται· "περιπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26, 12) —, ταῖς δὲ τῶν ἔτι ἀπολουομένων, μήπω δὲ κατὰ τὸ παντελὲς ἐκνιψαμένων τὴν ῥυπῶσαν καὶ κεκηλιδωμένην ἐν σώμασι βαρέσι ζωὴν ἄγγελοι, λόγοι θεῖοι, φαιδρύνοντες αὐτὰς τοῖς καλοκἀγαθίας δόγμασιν.

ὅσα δὲ [*](1 om. GFH 1. 2 γῆν εἶναι HP 2 τὴν κεφαλὴν MA δ’ GFHP 3 ἀέρος Α 4 καὶ ἀερώδους οὐσίας GFHP τό] τοι A ἐμφερόμενον Turn. 6 ἄχρι F 7 συμβολικῶς λεγομένη GFHP 8 ἐστί MA: τις ἦν GFHP δὲ GF τὴν om. Α, fort. recte ἧς MA: ἧ G, ἢ FHP 9 post prius τὸ add. σωματοειδὲς GFHP δὲ τὸ ὡς ἂν conicio 12 μόνον MGF 14 ὁ θεὸς FHP post λόγος add. ὁ GFP 15 ἕνεκεν Α 17 σωτήριον MA: τά σωτήρια ceteri, σωτηρίαν conicio πνέοντες scrtpsi: πνείοντες MA, ἀναπνέοντες ceteri, ἐμπνέοντες conicio ἀναζωώσωσιν GFH, ἀναζώσωσι P (sed ω s. s. P2), ἀνασώσωσι Turn., ἀναζωπυρῶσιν conicio 17. 18 ἐκκεκαθαρμένων GFHP 18 post μόνος add. καὶ A(?)v post ὅλων add. θεὸς καὶ GFHP 19 θεοπρόπειον GF 21 ἀπολυομένων F 22 ῥυπωθεῖσαν HP κηλιδομένην Α ο ex ῳ corr.) ἐν addidi σώματι G σώμασι βαρέσι om. Α 23 δόγμασιν scripsi: ὄμμασιν codd., ῥύμμασιν Mang.) [*](2—6 de fonte v. Sitzungsberichte l. c. p. 1075.)

v.3.p.237
ἐξοικίζεται κακῶν οἰκητόρων στίφη, ἵνα εἷς ὁ ἀγαθὸς εἰσοικίσηται, δῆλόν ἐστι. σπούδαζε οὖν, ὦ ψυχή, θεοῦ οἶκος γενέσθαι, ἱερὸν ἅγιον, ἐνδιαίτημα κάλλιστον· ἴσως γάρ, ἴσως ὃν ὁ κόσμος ἅπας, καὶ σὺ οἰκοδεσπότην σχήσεις ἐπιμελούμενον τῆς ἰδίας οἰκίας, ὡς εὐερκεστάτη καὶ ἀπήμων εἰσαεὶ διαφυλάττοιτο.

ἴσως δὲ καὶ τὸν ἑαυτοῦ βίον ὁ ἀσκητὴς φαντασιοῦται κλίμακι ἐοικότα· φύσει γὰρ ἀνώμαλον πρᾶγμα ἄσκησις, τοτὲ μὲν προϊοῦσα εἰς ὕψος, τοτὲ δ’ ὑποστρέφουσα πρὸς τοὐναντίον, καὶ τοτὲ μὲν καθάπερ ναῦς εὐπλοίᾳ τῇ τοῦ βίου, τοτὲ δὲ δυσπλοίᾳ χρωμένη. ἑτερήμερος γάρ, ὡς ἔφη τις, τῶν ἀσκητῶν ὁ βίος, ἄλλοτε μὲν ζῶν καὶ ἐγρηγορώς, ἄλλοτε δὲ τεθνεὼς ἢ κοιμώμενος.

καὶ τάχα οὐκ ἀπὸ σκοποῦ τοῦτο λέγεται· σοφοὶ μὲν γὰρ τὸν ὀλύμπιον καὶ οὐράνιον χῶρον ἔλαχον οἰκεῖν, ἄνω φοιτᾶν ἀεὶ μεμαθηκότες, κακοὶ δὲ τοὺς ἐν Ἅιδου μυχούς, ἐξ ἀρχῆς ἄχρι τέλους ἀποθνῄσκειν ἐπιτετηδευκότες καὶ εἰς γῆρας ἐκ σπαργάνων φθορᾶς ἐθάδες ὄντες.

οἱ δ’ ἀσκηταὶ — μεθόριοι γὰρ τῶν ἄκρων εἰσὶν — ἄνω καὶ κάτω πολλάκις ὡς ἐπὶ κλίμακος βαδίζουσιν, ἢ ὑπὸ τῆς κρείττονος μοίρας ἀνελκόμενοι ἢ ὑπὸ τῆς χείρονος ἀντισπώμενοι, μέχρις ἂν ὁ τῆς ἁμίλλης καὶ διαμάχης ταύτης βραβευτὴς θεὸς ἀναδῷ τὰ βραβεῖα τάξει τῇ βελτίονι, τὴν ἐναντίαν εἰσάπαν καθελών.

ἐμφαίνεται δ’ ἔτι καὶ τοιοῦτον εἴδωλον, ὅπερ οὐκ ἄξιον ἡσυχασθῆναι. τὰ ἀνθρώπων πράγματα κλίμακι πέφυκεν ἐξομοιοῦσθαι διὰ τὴν ἀνώμαλον αὐτῶν φοράν.

ἡ μία γάρ, ὡς [*](1 κακῶν scripsi: κατὰ τῶν MA, κακὰ κἀκ τῶν FHP, κακὰ ἐκ τῶν G, κακὰ κακῶν coni. Mang. εἰς τὰ add. G2) ἀγαθὰ GFHP 2 σπούδασον HP post ἄγιον add. ἴνα AP2 — 5 διαίτημα ἐνδιαίτημα scripsi, v. ad lin. 2) — διαφυλάττοιτο traduntur p. 238,5 post γίνονται, huc transtuli Mangeii coniecturam secutus. cf. ad p. 238, 5 7 bis ποτὲ D Anton. εἰς ὕψος ἰοῦσα D Anton. δὲ GFHP 8 ποτὲ D Anton. εὐπλοίᾳ] ἐκ πλοίου Α τῆ τοῦ βίου D Anton.: om. codd. ποτὲ D Anton. 9 γάρ om. Anton. 10 τετηκὼς A Anton. 11 τοῦτο] καὶ τοῦτο G λέγεται GFHP Anton.: λέλεκται MA 11. 12 γὰρ τὸν ἀνθρώπινον χῶρον Anton. 13 ᾄδῃ Anton. ἀποθνῄσκειν om. G 14 φθορᾶς add. H2 15 γὰρ om. Anton. 17 ἀντικροτούμενοι FL2 18 ἀποδῶ e corr. G 19 καθέλκων GFHP, ἀνέλκων prius L δέ τι GFHP ἐμφαίνει et #x003E; εἴδωλον coni. Cohn τῷ εἰδώλῳ conicio 20 τῶν ἀνθρώπων lo. Lyd. 21. 238,1 ἐν μιᾷ γὰρ . . . ἡμέρᾳ lo. Lyd.) [*](6 — 19 DR fol. 212v Anton. Mel. 1143 col. 1116 ἀνώμαλον φύσει ἡ ἄσκησις — καθελών. DR iam lin. 9 χρωμένη desinit. 9. 10 cf. Hom. Od. λ 303. 304. 20 — 238,5 lo. Lydus De mens. IV, 7 p. Β.. τὰ — γίνονται (Elter, Hist. gnomol. p. 119). 237,21. 238,1 Eur. fr. 420N.)

v.3.p.238
ἔφη τις, ἡμέρα τὸν μὲν καθεῖλεν ὑψόθεν, τὸν δὲ ἦρεν ἄνω, μηδενὸς ἐν ὁμοίῳ πεφυκότος μένειν τῶν παρ’ ἡμῖν, ἀλλὰ παντοίας μεταβαλλόντων τροπάς.

ἢ οὐκ ἄρχοντες μὲν ἐξ ἰδιωτῶν, ἰδιῶται δ’ ἐξ ἀρχόντων, πένητες δ’ ἐκ πλουσίων καὶ ἐκ πενήτων πολυχρήματοι καὶ ἔνδοξοι μὲν ἐξ ἠμελημένων, ἐπιφανέστατοι δὲ ἐξ ἀδόξων ἀεὶ γίνονται καὶ ἰσχυροὶ μὲν ἐξ ἀσθενῶν, ἐκ δὲ ἀδυνάτων δυνατοὶ καὶ συνετοὶ μὲν ἐξ ἀφραινόντων, εὐλογιστότατοι δὲ ἐκ παραπαιόντων·

καὶ ὁδός τις ἥδ’ ἐστὶν ἄνω καὶ κάτω τῶν ἀνθρωπείων πραγμάτων, ἀστάτοις καὶ ἀνιδρύτοις χρωμένη συντυχίαις, ὧν τὸ ἀνώμαλον οὐκ ἀδήλοις ἀλλὰ σαφέσι τεκμηρίοις ὁ ἀψευδέστατος ἐλέγχει χρόνος.

Ἐμήνυε δὲ τὸ ὄναρ ἐστηριγμένον ἐπὶ τῆς κλίμακος τὸν ἀρχάγγελον, κύριον· ὑπεράνω γὰρ ὡς ἅρματος ἡνίοχον ἢ ὡς νεὼς κυβερνήτην ὑποληπτέον ἵστασθαι τὸ ὂν ἐπὶ σωμάτων, ἐπὶ ψυχῶν, ἐπὶ πραγμάτων, ἐπὶ λόγων, ἐπὶ ἀγγέλων, ἐπὶ γῆς, ἐπ’ ἀέρος, ἐπ’ οὐρανοῦ, ἐπ’ αἰσθητῶν δυνάμεων, ἐπ’ ἀοράτων φύσεων, ὅσαπερ θεατὰ καὶ ἀθέατα· τὸν γὰρ κόσμον ἅπαντα ἐξάψας ἑαυτοῦ καὶ ἀναρτήσας τὴν τοσαύτην ἡνιοχεῖ φύσιν.

μηδεὶς δ’ ἀκούων, ὅτι ἐπεστήρικτο, νομισάτω τι συνεργεῖν θεῷ πρὸς τὸ παγίως στῆναι, ἀλλ’ ἐκεῖνο λογισάσθω, ὅτι τὸ δηλούμενον ἴσον ἐστὶ τῷ στήριγμα καὶ ἔρεισμα καὶ ὀχυρότης καὶ βεβαιότης ἁπάντων ἐστὶν ὁ ἀσφαλὴς θεός, ἐνσφραγιζόμενος οἷς ἂν ἐθέλῃ τὸ ἀσάλευτον· ἐπερείδοντος γὰρ καὶ συστηρίζοντος αὐτοῦ μένει τὰ συσταθέντα ἀνώλεθρα κραταιῶς.

ὁ τοίνυν ἐπιβεβηκὼς τῇ οὐρανοῦ κλίμακι λέγει τῷ φαντασιουμένῳ τὸ ὄναρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ [*](2. 3 παντοίαις et τροπαῖς lo. Lyd. μεταβαλλόντων codd.: μεταβάλλοντος Lyd. 3 ἦ V δὲ GFHP 4 δὲ GFHP alterum ἐκ om. Α 5 ἀεὶ om. H1P lo. Lyd. —7 καὶ ἰσχυροὶ — παραπαιόντων huc transtuli, traduntur p. 237,2 post ἅγιον ἰσχυρὰ, αἰσθενούσης ἀσθενεστάτης v), ἀδυνάτου δυνατὴ, συνετὴ, ἀφραινούσης, εὐλογιστοτάτη, παραπαιούσης H2; ἰσχυρὰ, δυνατὴ, συνετὴ, εὐλογιστότατος F2 7 ἥδ’ MAF: ἧ GH2, om. H1P 8 prius καὶ om. Α ἀνθρωπίνων AGH 8. 9 ἀιδρύτοις GFHP 9 χρωμένοις P, χρωμένων conicio ὧν om. GFH1P1 ἀλλήλοις GF1P 10 φιλοψευδέστατος GFHP 11 ὃν ἀνεστηριγμένον M 12 κυρίου Α ὡς om. GFHP1 νεὸς Α ὡς om. GFΗP1 νεὸς Α 14 θρεμμάτων GFHP ἐπ’ οὐρανοῦ om. G 15 αἰσθητῶν MA (Turn.): αἰσθητικῶν GFHP ἀκηράτων coni. Mang. φύσεων, ἐπὶ #x003E; conicio ὅσαπερ ἀθέατα καὶ θεατά GFHP 17 ἡνιοχεῖσθαι Α 18 συνεργεῖν τι τι om. P, H1?) τῶ θεῶ GFP (H1, τὸν θεὸν H2) ἐκείνω Α ὅτι om. MA 19 τῳ] τὸ G, prius A καὶ ἔρεισμα om. GFHP ἰσχυρότης ρότης GFHP 20 6 ἀσφαλὴς ἐστι θεός GF, 6 ἀσφαλὴς θεός ἐστιν HP 21 ὑπερείδοντος coni. Mang. στηρίζοντος F, fort. recte μενεῖ GFHP 22. 23 τὴν οὐράνιον κλίμακα G 23 6 om. MA)

v.3.p.239
τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ“ (Gen. 28, 13). ὁ χρησμὸς οὗτος τὸ τέρμα τῆς ἀσκητικῆς ψυχῆς καὶ βεβαιότατον ἔρεισμα ἦν, ὃς αὐτὴν ἀνεδίδασκεν, ὅτι ὁ τῶν ὅλων κύριος καὶ θεὸς ἀμφότερα ταῦτα τοῦ γένους ἐστὶν αὐτῷ, πατέρων καὶ πάππων ἐπιγραφεὶς καὶ ἐπικληθεὶς ἑκάτερον, ἵνα τὸν αὐτὸν ὅ τε κόσμος ἅπας καὶ ὁ φιλάρετος ἔχῃ κλῆρον· ἐπεὶ καὶ λέλεκται· „κύριος αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).

Μὴ νομίσῃς δὲ παρέργως τοῦ μὲν Ἀβραὰμ νυνὶ λέγεσθαι κύριον καὶ θεόν, τοῦ δὲ Ἰσαὰκ θεὸν αὐτὸ μόνον. ὁ μὲν γὰρ αὐτηκόου καὶ αὐτοδιδάκτου καὶ αὐτομαθοῦς φύσει περιγινομένης σύμβολον ἐπιστήμης ἐστίν, ὁ δὲ Ἀβραὰμ διδασκομένης· καὶ τῷ μὲν αὐτόχθονι καὶ αὐθιγενεῖ συμβέβηκεν εἶναι, τῷ δὲ μετανάστῃ καὶ ἐπηλύτῳ.