De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὴν γὰρ χαλδαΐζουσαν ἀλλογενῆ καὶ ἀλλόφυλον γλῶτταν τῶν περὶ ἀστρονομίαν μετεωρολεσχῶν ἀπολιπὼν ἐπὶ τὴν ἁρμόττουσαν λογικῷ ζῴῳ παρεγένετο, τὴν τοῦ πάντων αἰτίου θεραπείαν.

οὗτος μὲν δὴ ὁ τρόπος δυεῖν δυνάμεων τῶν ἐπιμελησομένων ἐστὶ χρεῖος, ἡγεμονίας καὶ εὐεργεσίας, ἵνα τῷ μὲν κράτει τοῦ ἡγεμόνος ὑπακούῃ τῶν νομοθετουμένων, τῷ δὲ χαριστικῷ μεγάλα ὠφελῆται, ὁ δ’ ἕτερος τῆς κατὰ τὸ χαρίζεσθαι μόνης· οὐ γὰρ ὑπὸ νουθετούσης ἀρχῆς ἐβελτιώθη, φύσει περιπεποιημένος τὸ καλόν, ἀλλὰ διὰ τὰς ὀμβρηθείσας ἄνωθεν δωρεὰς ἀγαθὸς καὶ τέλειος ἐξ ἀρχῆς ἐγένετο.

χαριστικῆς μὲν οὖν δυνάμεως θεός, βασιλικῆς δὲ κύριος ὄνομα. τί οὖν ἄν τις εἴποι πρεσβύτερον ἀγαθὸν ἢ τὸ τυχεῖν ἀκράτου καὶ ἀμιγοῦς εὐεργεσίας, τί δὲ νεώτερον ἢ τὸ κεκραμένης ἔκ τε ἡγεμονίας καὶ δωρεᾶς; ὅ μοι δοκεῖ συνιδὼν ὁ ἀσκητὴς εὔξασθαι θαυμασιωτάτην εὐχήν, ἵνα αὐτῷ γένηται κύριος εἰς θεόν (Gen. 28, 21)· ἐβούλετο γὰρ μηκέτι ὡς ἄρχοντα εὐλαβεῖσθαι, ἀλλ’ ὡς εὐεργέτην ἀγαπητικῶς τιμᾶν.

ἆρ’ οὐχὶ τούτοις καὶ τοῖς παραπλησίοις [*](1 prius ὁ om. MA 2 τὸ] καὶ H2 τέρμα MA: ὅραμα ceteri, ἔρυμα conicio βεβαιότητος H 3 ἀπεδίδαασκεν GP1, ἐπεδίδασκεν Η ὅτι ὁ] 6 γὰρ P(H1) 4 αὐτῶν Α, αὐτοῦ coni. Mang. post αὐτῷ add. ἀνθρώπων GFHP πατρῴων V 6 αὐτὸς] αὐτῶ MA 8 παρέργως δὲ νομίσης GFHP 9 καὶ θεόν om. G 10 περιγενομένης A(?)HP, γινομένης coni. Cohn 1 1 τῷ MA: αὐτῶ GFHP 12 ἰθαγενεῖ Α, αὐτογενεῖ GFHP ἐπιλύτω AGF1P 13 ἀλλόφυλλον FHP 15 παρεγένετο A: παρήγετο ceteri τὴν fort. secl. 16 δυοῖν HP καὶ MA: τε καὶ ceteri 17 ὑπακούει G 18 μεγάλως Η ὠφελεῖται FH2 19 νομοθετούσης coni. Mang. 20. 21 ἀγαθάς G 21 ὁ θεός GFHP 22 ὀνόματι οὖν G1FP 23 prius τό] τῶ P 24 κεκραμένον GFHP δωρεᾶς] εὐεργεσίας coni. Mang. 25 κύριος γένηται transp. HP)

v.3.p.240
εἰκὸς ἦν καὶ τοὺς τυφλοὺς διάνοιαν ὀξυδορκήσειν, πρὸς τῶν ἱερωτάτων ἐνομματουμένους λογίων, ὡς φυσιογνωμονεῖν καὶ μὴ μόνον τοῖς ῥητοῖς ἐφορμεῖν; ἀλλὰ κἂν ἡμεῖς καμμύσαντες τὸ τῆς ψυχῆς ὄμμα μὴ σπουδάζωμεν ἢ μὴ δυνώμεθα ἀναβλέπειν, αὐτός, ὦ ἱεροφάντα, ὑπήχει καὶ ἐπιστάτει καὶ ἐγχρίων μή ποτε ἀπείπῃς, ἕως ἐπὶ τὸ κεκρυμμένον ἱερῶν λόγων φέγγος ἡμᾶς μυσταγωγῶν ἐπιδείξῃς τὰ κατάκλειστα καὶ ἀτελέστοις ἀόρατα κάλλη.

σοὶ μὲν δὴ ταῦτα ποιεῖν ἐμπρεπές· ψυχαὶ δ’ ὅσαι θείων ἐρώτων ἐγεύσασθε, καθάπερ ἐκ βαθέος ὕπνου διαναστᾶσαι καὶ τὴν ἀχλὺν ἀποσκεδάσασαι πρὸς τὴν περίβλεπτον θέαν ἐπείχθητε μεθέμεναι τὸν βραδὺν καὶ μελλητὴν ὄκνον, ἵν’ ὅσα θεάματα καὶ ἀκούσματα τῆς ὑμετέρας ἕνεκα ὠφελείας ὁ ἀγωνοθέτης εὐτρέπισε κατανοήσητε.

Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ’ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκητοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ’ ὡς ἀληθῶς πατρὶ τὸ τοῦ γεννήσαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου„ — καίτοι πάππος οὗτος ἦν — καὶ πάλιν „ὁ θεὸς Ἰσαάκ„ (Gen. 28, 13), εἶτ’ οὐ προστίθησι „τοῦ πατρός σου„.

οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέργως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περιγίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς [*](1 διάνοιαν GFn’P: τὴν διάνοιαν Η2, διανοίᾳ MA ὀξυδορκῆσαι HP, όξυδερκῆσαι GF 2 φυσιογνωμονεῖν FHP: φύσει εὐγνωμονεῖν MA, φησὶν ἀγνωμονεῖν G 3 ἐφορμᾶν G κἂν] καὶ G κἄν ἡμεῖς om. F τῆς om. M 3. 4 σπουδάζομεν A 4 δυνάμεθα AG u) ἱεροφάντα MA: 6 ἱεροφάπης ceteri ὑπήχει scripsi: ὑφήχει M, ὑφηχεῖ A, ὑπηχεῖ ceteri 5 ἐπιστάτει M: ἐπὶ στάσει Λ, ἐφίσταται ceteri ἐγχρίων AGFH^: ἐγχρείων MH’P ἀπείπῃ Α G ἱερῶν MA (G’, coni. Mang.): ἱερὸν ceteri ἐπιδείξῃ GH, ἐπιδείξει FP τὰ per errorem om. Mang. κάλλιστα GFHP, tura spat. 2 litt. G 8. 9 διαναστὰς Α 9 καὶ MA Pal.: om. ceteri ἀποσκεδάσασαι MAFP Pal.: ἀποσκεδάσασθε GH, tum καὶ add. G-, ras. in Η περίβλητον MA, περίκλυτον Pal., περιμάχητον conicio 10 μεθέμενοι A μελλητὸν M, μελητὴν GF 11 ἡμετέρας Α Turn. εὐτρέπισε Cohn: ηὐτρέπισε M.\II, εὐτρέπισται GF, ηὐτρἐηὐτρέπισταί P IG ἐφήμισεν GFP’, εὐφήμισεν H 17 σου om. GFHP 18 οὐκοῦν MAP 1’J τί G 20 σκοπῶμεν, fort. recte μαθήσει ἢ ἀσκήσει transp. GF 20. 21 παραγίνεσθαί Turn. 21 φησί MAG (coni. Mang.): φασί FHP) [*](8—10 καθἁπεμὄκνον Pal. fol. 28v.)

v.3.p.241
πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ αὐτὸ τέλος ἐπειχθέντας.

ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτομαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ’ ἃς οἱ ἔναθλοι καὶ ἐναγώνιοι πόνοι.

τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν — ὑποβέβληται γὰρ ὡς ῥίζα πᾶσιν —, ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως ἔλαχεν.

ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς καὶ ἐπιτηδείου πρὸς ἄθλησιν.

ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειροπόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται.

ταῦτα δὲ οὐκ ἐμός ἐστι μῦθος, ἀλλὰ χρησμὸς ἐν ταῖς ἱεραῖς ἀναγεγραμμένος στήλαις. „ἀπάρας“ γάρ φησιν „Ἰσραὴλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ“ (Gen. 46, 1). ἆρ’ ἤδη κατανοεῖς, ὅτι οὐ περὶ φθαρτῶν ἀνθρώπων, ἀλλ’, ὡς ἐλέχθη, περὶ φύσεως πραγμάτων ἐστὶν ὁ παρὼν λόγος; ἰδοὺ γὰρ τὸ αὐτὸ ὑποκείμενον τοτὲ μὲν Ἰακὼβ ὀνομάζεται πατρὸς Ἀβραάμ, τοτὲ δὲ Ἰσραὴλ πατρὸς Ἰσαὰκ καλεῖται διὰ τὴν ἠκριβωμένην αἰτίαν.

Εἰπὼν τοίνυν „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ“ ἐπιφέρει· „μὴ φοβοῦ“ (Gen. 28,13), κατὰ τὸ ἀκόλουθον· πῶς γὰρ ἔτι φοβηθησόμεθα, τὸ φόβου καὶ παντὸς πάθους [*](1 πάντας MA: πολίτας ceteri ἀνέγραφεν M: ἀνέγραψεν GFHP, ἀναγέγραφεν Α, fort. recte 4 ἄν om. M ᾖ om. Α, ἦν Turn. δείξωμεν GFHP, ἐδείξαμεν Turn. μεσαίτατος GFHP 6 καὶ] καὶ οἱ Α 7 παραγίνεται Turn. 8 ἔκγονον GFHP 9 ἀνταγωνίστου G 10 βελτιωθεὶς εἰς διδασκαλίαν GFHP 12 ante πρὸς add. ἡ καὶ A 13 αἴσθησιν GFHP οὕτως M συντόνως bene coni. Mang. 14 τὸ om. F - διαυγῶς GFHP 14. 15 ἀερ, tum ras., οπόλει P 18 δέ om. GFGP ἱεραῖς om. MA 18. 19 ἀναγεγραμμέναις Α στήλαις ἀναγεγραμμένος transp. M 19 αὐτός om. HP 21 ἄρα δὴ GFHP 23 ὁτὲ GFHP 24 prius πατρὸς] πρὸς F ὁτὲ FHP Ἰσαὰκ om. F 27 6 om. MA 27. 28 τἀκόλουθον GFHP 28 ὅτι A φοβησόμεθα F τὸ om. A)

v.3.p.242
λυτήριον σὲ τὸν ὑπερασπιστὴν ὅπλον ἔχοντες; ὃς καὶ τοὺς ἀρχετύπους τῆς παιδείας ἡμῶν τύπους ἀδηλουμένους ἐμόρφωσας, ἵν’ ἐμφανεῖς ὦσιν, Ἀβραὰμ μὲν διδάξας, Ἰσαὰκ δὲ γεννήσας· τοῦ μὲν γὰρ ὑφηγητής, τοῦ δὲ πατὴρ ὑπέμεινας ὀνομασθῆναι, τῷ μὲν τὴν γνωρίμου τάξιν, τῷ δὲ τὴν υἱοῦ παρασχών.

διὰ τοῦτο καὶ τὴν γῆν, λέγω δὲ τὴν παμφορωτάτην καὶ εὐκαρποτάτην ἀρετήν, ἐφ’ ἧς καθεύδει ὁ ἀσκητὴς ἀναπαυόμενος τῷ τὸν μὲν αἰσθήσεως κοιμᾶσθαι βίον, τὸν δὲ ψυχῆς ἐγρηγορέναι, δώσειν ὁμολογεῖς (Gen. 28, 13), ἀποδεξάμενος αὐτοῦ τὴν εἰρηνικὴν ἀνάπαυσιν, ἣν οὐκ ἄνευ πολέμου καὶ τῶν ἐν πολέμῳ ταλαιπωριῶν εἵλετο, οὐχ ὅπλα βαστάζων καὶ ἀνθρώπους ἀναιρῶν, ἄπαγε, ἀλλὰ τὸ ἀντίπαλον ἀρετῆς παθῶν καὶ κακιῶν στῖφος καθαιρῶν.

τὸ δὲ σοφίας γένος ἄμμῳ γῆς (ibid. 14) ἐξομοιοῦται διά τε πληθὺν ἀπερίγραφον, καὶ διότι τὰς μὲν τῆς θαλάττης ἐπιδρομὰς ἡ ὑποταίνιος ἄμμος ἀνακρούεται, τὰς δὲ τῶν ἁμαρτημάτων καὶ ἀδικημάτων ὁ παιδείας λόγος. οὗτος δὲ κατὰ τὰς θείας ὑποσχέσεις ἄχρι τῶν περάτων τοῦ παντὸς εὐρύνεται καὶ τὸν ἔχοντα ἀποφαίνει τῶν τοῦ κόσμου κληρονόμον μερῶν, φθάνοντα πάντῃ, πρὸς τὰ ἑῷα, πρὸς τὰ ἑσπέρια, τὰ κατὰ μεσημβρίαν, τὰ προσάρκτια· λέγεται γάρ, ὅτι „πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα καὶ βορρᾶν καὶ ἀνατολάς“ (ibid. 14).

ἔστι δ’ ὁ ἀστεῖος οὐκ ἴδιον μόνον ἀλλὰ καὶ κοινὸν ἀγαθὸν ἅπασιν, ἐξ ἑτοίμου τὴν ἀφ’ ἑαυτοῦ προτείνων ὠφέλειαν. ὡς γὰρ ἥλιος ἁπάντων ἐστὶ φῶς τῶν ὄψεις ἐχόντων, οὕτω καὶ ὁ σοφὸς τῶν ὅσοι λογικῆς κεκοινωνήκασι φύσεως· „ἐνευλογηθήσονται γὰρ ἐν σοὶ“ φησί „πᾶσαι αἱ φυλαί“ (ibid. 14).

ὁ δὲ χρησμὸς οὗτος ἐφαρμόττει καὶ αὐτῷ τινι πρὸς ἑαυτὸν καὶ [*](2 ἐφήρμοσας GFHP1 ἐμφανεῖς MA: ἐπιφανεῖς ceteri 4 ὑπομείνας GFHP γώριμον P 5 primum τὴν] τοῦ P 6 καὶ εὐκαρποτάτην om. GFHP 8 δοῦναι Α ὡμολόγησεν GFHP, ὡμολόγησας coni. Mang. 10 ἄπαγε om. MA 11 καθαίρων FP τὸ] xto Α 13 τῆς om. Α ἡ om. GFHP ὑπόνιος Α, ὑποτένιος ceteri 13. 14 ἀνακρούει GFHP 15 τὰς om. M 16 ἔχοντα] ἔσχατον P 17 πάν καὶ πρὸς P 19 λίβαν Α 20 ἀίδιον A καὶ om. A 20. 21 ἀφ’ ἑαυτοῦ ἀφ’ αὑτοῦ GHP, ἀπ’ αὐτοῦ MAFN 22 οὕτω D Anton,: om. codtl. N ὁ om. HP1 23 ἐν om. GFHP, ἐν σοὶ om. N) [*](19—243,11 N fol. 150v: ἔστι δὲ — θεόν. 19—21 DlDR post p. 243,3 allatum: 6 γὰρ ἀστεῖος κοινὸν ἀγαθόν ἐστιν ἅπασιν ἅπασιν om. DL), ἐξ — ὠφέλειαν. 21. 22 DL fol. 144v Anton. Melissa I 50 col. 933: ὥσπερ γάρ ὁ ἥλιος — φύσεως.)

v.3.p.243
ἑτέρῳ πρὸς ἕτερον. ἐάν τε γὰρ ὁ ἐν ἐμοὶ νοῦς ἀρετῇ τελείᾳ καθαρθῇ, καὶ αἱ τοῦ περὶ ἐμὲ γεώδους φυλαὶ συγκαθαίρονται, ἃς ἔλαχον αἱ αἰσθήσεις καὶ ἡ μεγίστη δεξαμενή, τὸ σῶμα· ἐάν τέ τις κατ’ οἰκίαν ἢ πόλιν ἢ χώραν ἢ ἔθνος γένηται φρονήσεως ἐραστής, ἀνάγκη τὴν οἰκίαν ἐκείνην καὶ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸ ἔθνος ἀμείνονι βίῳ χρῆσθαι.

καθάπερ γὰρ τὰ ἐκθυμιώμενα τῶν ἀρωμάτων εὐωδίας τοὺς πλησιάζοντας ἀναπίμπλησι, τὸν αὐτὸν τρόπον ὅσοι γείτονες καὶ ὅμοροι σοφοῦ, τῆς ἀπ’ αὐτοῦ σπῶντες αὔρας ἐπὶ μήκιστον χεομένης βελτιοῦνται τὰ ἤθη.

Μεγίστη δέ ἐστιν εὐεργεσία ψυχῇ πονούσῃ καὶ διαθλούσῃ συνοδοιπόρον ἔχειν τὸν ἐφθακότα πάντῃ θεόν· „ἰδοὺ“ γάρ φησιν "ἐγὼ μετὰ σοῦ“ (ibid. 15). τίνος οὖν ἂν ἔτι χρεῖοι γενοίμεθα πλούτου, σὲ τὸν ἀληθείᾳ πλοῦτον ἔχοντες μόνον „διαφυλάσσοντα ἐν ὁδῷ“ (ibid.) τῇ πρὸς ἀρετὴν ἀγούσῃ κατὰ πάσας αὐτῆς τὰς τομάς; οὐ γὰρ ἓν μέρος ἐστὶ τοῦ λογικοῦ βίου τὸ πρὸς δικαιοσύνην καὶ τὴν ἄλλην τεῖνον ἀρετήν, ἀλλὰ μυρία ὅσα, ἐξ ὧν ἔστιν ὁρμωμένους φρονήσεως ἐφικνεῖσθαι.

παγκάλως δὲ εἴρηται καὶ τὸ "ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην“ (ibid.). καλὸν μὲν γὰρ ἦν, τὸν λογισμὸν ἐφ’ ἑαυτοῦ μείναντα μὴ ἀποδημῆσαι πρὸς αἴσθησιν· δεύτερος δὲ πλοῦς, ἐφ’ ἑαυτὸν ὑποστρέψαι πάλιν.