De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

οὐ γὰρ ἀξιοῖ τὸν ἀρετῆς ἐπιμελούμενον ἁβροδιαίτῳ βίῳ χρῆσθαι καὶ τρυφᾶν ζηλοῦντα τὰς τῶν λεγομένων μὲν εὐδαιμόνων πρὸς ἀλήθειαν δὲ κακοδαιμονίας γεμόντων σπουδάς τε καὶ [*](1 λόγος ut vid. G2 2 τῶδε τῶ MAG2: τῶ δεκάτω F(G1), τῶ δὲ (tum τῶ add. H2) κάτω ’P, sed δὲ rursus del. P 3 ἐπὶ τῆς GFHP 4 τὸ] τὸν P τὸν om. Α 8 ἢν ante φῶς hab. Α, om. G ἐξόδω GFHP 9 τὰ] τὰ τῆς F 10 πεπυπωμένοι A 11 δὲ] μὲν F 13 τὸ F 14 δύναντος GFHP ἄχρις F 14. 15 6 νοῦς MA: οὐρανοῦ ceteri, οὐ ὁ νοῦς Mang. 15 νοητὰ καὶ τὰ om. MA καὶ τὰ om. L καὶ Mang: ἢ GFHP αἰσθήσει MA 17 ἑκάτερος Α καταδύσῃ HP 18 χρησάμενος AG ἀποκρυφὴ GFHP προσυπαντᾶ L ὁ om. FHP φαιδρὸς G 19 ἀσκητὴς ὁ ὀρθὸς GFHP ἑαυτῆς Α 24 post βήτην add. ἢ GF, ἡ P(H1) πόνους A(G1?), πόνον Turn. 25 τὸν] τῆς F 26 βίῳ om. Α (add. Hoesch.))

v.3.p.231
φιλοτιμίας, οἷς πᾶς ὁ βίος ὕπνος καὶ ἐνύπνιόν ἐστι κατὰ τὸν ἱερώτατον νομοθέτην.

οὗτοι μεθ’ ἡμέραν, ὅταν τὰ ἐν δικαστηρίοις καὶ βουλευτηρίοις καὶ θεάτροις καὶ πανταχοῦ πρὸς τοὺς ἄλλους ἀδικήματα διεξέλθωσιν, οἴκαδε ἀφικνοῦνται τὸν ἑαυτῶν οἶκον, οἱ δυστυχεῖς, καταστρέψοντες, οὐ τὸν τῶν οἰκοδομημάτων, ἀλλὰ τὸν συμφυᾶ τῆς ψυχῆς οἶκον, τὸ σῶμα, τροφὰς ἀμέτρους καὶ ἐπαλλήλους εἰσφέροντες καὶ πολὺν ἄκρατον ἄρδοντες, ἕως ἂν βύθιος μὲν ὁ λογισμὸς οἴχηται, τὰ δ’ ὑπὸ γαστέρα πλησμονῆς ἔκγονα πάθη διαναστάντα, λύττῃ χρώμενα ἀκαθέκτῳ, προσπεσόντα καὶ ἐμπλακέντα τοῖς ἐπιτυχοῦσι, τὸν πολὺν οἶστρον ἀπερυγόντα λωφήσῃ.

νύκτωρ δέ, ὁπότε καιρὸς εἴη πρὸς κοῖτον τραπέσθαι, πολυτελεῖς κλίνας καὶ εὐανθεστάτας στρωμνὰς εὐτρεπισάμενοι μαλακῶς σφόδρα κατακλίνονται, τὴν γυναικῶν ἐκμιμούμενοι τρυφήν, αἷς ἡ φύσις ἐπέτρεψεν ἀνειμένῃ χρῆσθαι διαίτῃ, παρὸ καὶ τὸ σῶμα τοῦ μαλθακωτέρου κόμματος ὁ τεχνίτης καὶ ποιητὴς αὐταῖς εἰργάζετο.

τοιοῦτος οὐδεὶς γνώριμος τοῦ ἱεροῦ λόγου, ἀλλ’ οἱ πρὸς ἀλήθειαν ἄνδρες, σωφροσύνης καὶ κοσμιότητος καὶ αἰδοῦς ἐρασταί, ἐγκράτειαν, ὀλιγοδεΐαν, καρτερίαν ὥσπερ κρηπῖδάς τινας ὅλου τοῦ βίου καταβεβλημένοι, ψυχῆς ἀσφαλεῖς ὑποδρόμους, οἷς ἀκινδύνως καὶ βεβαίως ἐνορμιεῖται, χρημάτων καὶ ἡδονῆς καὶ δόξης κρείττους, σιτίων καὶ ποτῶν καὶ αὐτὸ μόνον τῶν ἀναγκαίων, ἐφ’ ὅσον μὴ νεωτερίζειν ἄρχεται λιμός, ὑπερόπται, πεῖναν δέχεσθαι καὶ δίψαν θάλπος τε καὶ κρύος καὶ ὅσα ἄλλα δυσκαρτέρητα ὑπὲρ ἀρετῆς κτήσεως ἑτοιμότατοι, ζηλωταὶ τῶν εὐποριστοτάτων, ὡς μηδ’ ἐπ’ εὐτελεῖ χλαίνῃ ποτὲ δυσωπηθῆναι, τοὐναντίον δὲ τὰς πολυτελεῖς ὄνειδος καὶ μεγάλην τοῦ βίου ζημίαν νομίσαι.

τούτοις [*](2 GFHP: Μωυσῆν MA 2. 3 καὶ βουλευτηρίοις om. G 3 πρὸς] καὶ πρὸς GFH2 3. 4 πρὰς—ἑαυτῶν om. HP, add. in mg. H2P2, H2 etiam inde a lin. 2 αν ὅταν. 4 τὸν] τῶν P ἑαυτὸν Α 4. 5 καταστρέψοντες Η: ἐπιστρέψοντες ceteri 6 τρυφὰς GFL2 εἰσφοροῦντες GFHP 7 ἕως] ἕως οὗ HP ἄν addidi οἴχεται P 8 διαστάντα L ὁρώμενα Α 8. 9 post ἀκαθέκτῳ add. καὶ GFHP 9 ἐμπεσόντα F συμπλακέντα Η 10 ἀπερυγόντα scripsi: ἀπερυγόντα GFHP, ἀπερύκοντα MAP2, ἀπερεύγοντα vel ἐπαπερυγόντα coni. Mang. δέ om. GFH1P κοίτην Α 12 ἐκμιμουμένη Α 15 οὐδὲ εἷς GFHP τοῦ ἱεροῦ λόγου GFHP: ἐστι Μωυσέως Μωυσέος) MA 17 ὀλιγοδέειαν MHP 18 ἱπποδρόμους Α (corr. Hoesch.) οἷς] οὓς F 18 ἐνορμεῖται G 19 postremum καὶ om. GHP, πλὴν conicio 20 λιμοῦ MAP2 20. 21 ὑπερόπται καὶ δείψαν L δίψης Turn.) 21 δέχεσθαι om. GFHP δίψος MA θάλπους τε καὶ κρύους Turn. κρυμὸν Α, fort. recte (cf. § 102) 22 ἑτοιμότατοι om. H1P 22. 23 εὐποριστάτων GFP 24 μεγάλην] ζάλην Α (corr. Hoesch.))

v.3.p.232
πολυτελὴς μέν ἐστι κλίνη μαλακὸν ἔδαφος, στρωμνὴ δὲ θάμνοι, πόαι, βοτάναι, φύλλων πολλὴ χύσις, τὰ δὲ πρὸς κεφαλῆς λίθοι τινὲς ἢ βραχεῖς γεώλοφοι τοῦ ἰσοπέδου μικρὸν ἀνέχοντες. τὸν βίον τοῦτον οἱ μὲν τρυφῶντες σκληροδίαιτον καλοῦσιν, οἱ δὲ πρὸς καλοκἀγαθίαν ζῶντες ἥδιστον ὀνομάζουσιν· ἀνδράσι γὰρ οὐ λεγομένοις ἀλλ’ οὖσιν ὄντως ἐφαρμόζει.

οὐχ ὁρᾷς, ὅτι καὶ νῦν βασιλικαῖς ὕλαις καὶ παρασκευαῖς περιουσιάζοντα τὸν ἀθλητὴν τῶν καλῶν ἐπιτηδευμάτων εἰσάγει χαμευνοῦντα καὶ λίθῳ προσκεφαλαίῳ χρώμενον καὶ μικρὸν ὕστερον ἐν ταῖς εὐχαῖς ἄρτον καὶ ἱμάτιον, τὸν φύσεως πλοῦτον, αἰτούμενον (Gen. 28, 20), ἐπειδὴ τὸν ἐν ταῖς κεναῖς δόξαις ἐχλεύαζεν ἀεὶ καὶ τοὺς θαυμαστικῶς ἔχοντας αὐτοῦ κατεκερτόμει; οὗτός ἐστι παράδειγμα ἀρχέτυπον ἀσκητικῆς

ψυχῆς, ἐκτεθηλυσμένῳ καὶ ἀνδρογύνῳ παντὶ πολέμιος. ὁ μὲν οὖν τοῦ φιλοπόνου καὶ φιλαρέτου πρόχειρος ἔπαινος εἴρηται, τὸ δὲ κατὰ σύμβολον μηνυόμενον ἐρευνητέον. εἰδέναι δὲ νῦν προσήκει, ὅτι ὁ θεῖος τόπος καὶ ἡ ἱερὰ χώρα πλήρης ἀσωμάτων ἐστὶ λόγων·

ψυχαὶ δ’ εἰσὶν ἀθάνατοι οἱ λόγοι οὗτοι. τούτων δὴ τῶν λόγων ἕνα λαβών, ἀριστίνδην ἐπιλεγόμενος τὸν ἀνωτάτω καὶ ὡσανεὶ σώματος ἡνωμένου κεφαλὴν πλησίον ἱδρύεται διανοίας τῆς ἑαυτοῦ (Gen. 28, 11)· καὶ γὰρ αὕτη τρόπον τινὰ τῆς ψυχῆς ἐστι κεφαλή. ποιεῖ δὲ τοῦτο πρόφασιν μὲν ὡς κοιμησόμενος, τὸ δ’ ἀληθὲς ὡς ἀναπαυσόμενος ἐπὶ λόγῳ θείῳ καὶ σύμπαντα ἑαυτοῦ τὸν βίον κουφότατον ἄχθος ἐπαναθήσων ἐκείνῳ.

ὁ δὲ ἄσμενος ἐπακούει καὶ δέχεται τὸν ἀθλητὴν ὡς φοιτητὴν ἐσόμενον τὸ πρῶτον, εἶθ’ ὅταν αὐτοῦ τὴν ἐπιτηδειότητα τῆς φύσεως ἀποδέξηται, χειροδοτεῖ τρόπον ἀλείπτου καὶ πρὸς τὰ γυμνάσια καλεῖ, καὶ διερειδόμενος παλαίειν ἀναγκάζει, μέχρις ἂν ἀνανταγώνιστον [*](1 ὁμαλὸν coni. Mang. στρωμνοὶ F δὲ om. MA 2 βοτάναι post χύσις transpos. HP πολλῶν HP κεφαλῆς Α (coni. Mang.): κεφἂ F, κεφαλὴν ceteri (cf. § 4) 3 μικρὸν] λοιμικὴ (corr. Hoesch.) 4 τρυφῶντε F 5 νομίζουσιν coni. Mang. ἀλλά GFHP οὕτως Α, οὕτος M 6 ἐφαρμόζειν FHP, ἐφαρμόζων Turn. αὐλαῖς MA 10 ἐχλεύαζεν Η: ἐχλεύασαν A, ἐχλεύασεν ceteri 12 ἐκτεθηλυσμένος A (corr. Hoesch.), ἐκτεθηλυμένω HP καὶ ἀνδρογύνῳ MAP2: om. ceteri πόλεμος Α 13 τοῦ addidi τὸ scripsi: τὸν codd. 14 κατὰ] τὸ Α ἑρμηνευτέον G εἴ γε καὶ νῦν Α 15 λόγων om. GFHP 16 δέ GFHP 17 ἐπιλεγόμενον AF 17. 18 σώματι ἡνωμένον Α 18 κεφαλὴν Turn.: κεφαλῆς codd. πλουσίου A (corr. Hoesch.) τῆς om. P 19 τοῦτ·ο om. GFHP 20 κοιμηθησόμενος GFHP 22 ὑπακούει GFHP 23 εἶτα GFHP 24 χειροδετεῖ coni. Wyttenbach ad Plut. Mor. p. 585, συγκροτεῖ Mang., fort. recte 25 ἄν om. G1FHP ἀνταγώνιστον AG1)

v.3.p.233
αὐτῷ ῥώμην ἐγκατασκευάσῃ, τὰ ὦτα θείαις ἐπιπνοίαις μεταβαλὼν εἰς ὄμματα καὶ καλέσας αὐτὸν μεταχαραχθέντα καινὸν τύπον Ἰσραήλ, ὁρῶντα. τότε καὶ τὸν νικητήριον ἐπιτίθησιν αὐτῷ στέφανον.

ὁ δὲ στέφανος ἔκτοπον ἔχει καὶ ξένον καὶ ἴσως οὐκ εὔφημον ὄνομα· καλεῖται γὰρ ὑπὸ τοῦ ἀγωνοθέτου νάρκα. λέγεται γὰρ ὅτι "ἐνάρκησε τὸ πλάτος“ (Gen. 32,25), βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἐν τιμαῖς ἁπάντων θαυμασιώτατον ἀριστεῖον·

εἰ γὰρ ἡ δυνάμεως ἀκαθαιρέτου ψυχὴ μεταλαβοῦσα καὶ τελειωθεῖσα ἐν ἄθλοις ἀρετῶν καὶ ἐπὶ τὸν ὅρον αὐτὸν ἀφικομένη τοῦ καλοῦ μὴ πρὸς ὕψος ὑπὸ μεγαλαυχίας ἀρθείη μηδ’ ἀκροβατοῦσα ἐπικομπάζοι, ὡς ἀρτίοις ποσὶ μακρὰ βαίνειν δυναμένη, ναρκήσειε δὲ καὶ σταλείη τὸ εὐρυνθὲν οἰήσει πλάτος, εἶθ’ ἑκουσίως ὑποσκελίσασα ἑαυτὴν χωλεύοι, τῶν ἀσωμάτων ὅπως ὑστερίζοι φύσεων, ἡττᾶσθαι δοκοῦσα νικηφορήσει.

τὸ γὰρ πρεσβείων ἐξίστασθαι γνώμῃ μᾶλλον ἢ ἀνάγκῃ τοῖς ἀμείνοσιν λυσιτελέστατον νενόμισται, ἐπεὶ καὶ τὰ δευτερεῖα τῶν ἐν τῷδε τῷ ἀγῶνι τιθεμένων ἄθλων τὰ πρῶτα τῶν ἐν ἑτέροις ἀξιώματος μεγέθει πλεῖστον ὅσον ὑπερβάλλει.

Τὸ μὲν δὴ προοίμιον τῆς θεοπέμπτου φαντασίας ὧδ’ ἔχει, τρέπεσθαι δ’ ἐπ’ αὐτὴν καιρὸς ἤδη καὶ τῶν ἐμφερομένων ἀκριβοῦν [*](1 κατασκευάσῃ A, ἐγκατασκευάσει HP ἐπιπνοίαις Mang.: ἐπινοίαις codd. μεταβάλλων GFHP 2 αὐτὸν MAP2: τὸν ceteri κοινὸν GFHP 3 τὸν ὁρῶντα FHP τὸν] τὸ P 4 ἔκτυπον Α (corr. Hoesch.) 6 βραχιόνων Α (corr. Hoesch.) 7 θαυμασιωτάτων HP ἀριστειῶν H, ἀρετῶν Turn. εἰ] ἡ Η ἡ om. H 8 μεταλαχοῦσα GFHP ἀρετῶν ἄθλοις HP αὐτῶν G 9 ἀφικομένη MA (coni. Mang.): ἐφικομένη FHP, ἐφελκομένη G 10 ἄκροις coni. Mang. μακρὰν P δυναμένη GFHP: ἀεὶ δυνησομένην MA 11 ναρκήσειε scripsi: ναρκήσει MA, e corr. G, νάρκησε F, ναρκήσοι HP εὐρυσθὲν GFH1P, εὐρυθὲν Α εἷθ᾿] εἰ δ’ Α 12 ὑποσκελίσασθαι G ὑστερίζουσα v 13 νικήσει HP, νικήσῃ Turn., νικηφορήσοι Mang. 13—18 νικηφορήσει —τῆς in mg. add. G 14 ἢ add. Mang. scripsi: οἷς (spatium in Α, οἷς add. man. rec.) εὐτελέστατον codd., οἷς ὡς coni. Mang.) ἐντελέστατον v 16 τῶν] τοῦ in ras. Α ἑτέρω Α, sed ω in ras. ἀξιωμάτων FL2 18 ἔχοι GFHP, sed ἔχει prius P αὐτὸν F) [*](5 sqq. Ambros. de fuga saeculi 4,22: unde et iactantiam carnis eius recidit, quod significat femoris stupor salva sacri interpretatione mysterii.)

v.3.p.234
ἕκαστον. „ἐνυπνιάσθη“ φησί „καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς· ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς“ (Gen. 28, 12. 13).

κλῖμαξ τοίνυν ἐν μὲν τῷ κόσμῳ συμβολικῶς λέγεται ὁ ἀήρ, οὗ βάσις μέν ἐστι γῆ, κορυφὴ δ’ οὐρανός· ἀπὸ γὰρ τῆς σεληνιακῆς σφαίρας, ἣν ἐσχάτην μὲν τῶν κατ’ οὐρανὸν κύκλων, πρώτην δὲ τῶν πρὸς ἡμᾶς ἀναγράφουσιν οἱ φροντισταὶ τῶν μετεώρων, ἄχρι γῆς ἐσχάτης ὁ ἀὴρ πάντῃ ταθεὶς ἔφθακεν.

οὗτος δ’ ἐστὶ ψυχῶν ἀσωμάτων οἶκος, ἐπειδὴ πάντα τῷ ποιητῇ τὰ τοῦ κόσμου μέρη καλὸν ἔδοξεν εἶναι ζῴων ἀναπληρῶσαι. διὰ τοῦτο γῇ μὲν τὰ χερσαῖα ἐγκατεσκεύαζε, θαλάτταις δὲ καὶ ποταμοῖς τὰ ἔνυδρα, οὐρανῷ δὲ τοὺς ἀστέρας — καὶ γὰρ ἕκαστος τούτων οὐ μόνον ζῷον, ἀλλὰ καὶ νοῦς ὅλος δι’ ὅλων ὁ καθαρώτατος εἶναι λέγεται —· ὥστε καὶ ἐν τῷ λοιπῷ τμήματι τοῦ παντός, ἀέρι, ζῷα γέγονεν. εἰ δὲ μὴ αἰσθήσει καταληπτά, τί τοῦτο; καὶ ψυχὴ γὰρ ἀόρατον.

καὶ μὴν εἰκός γε ἀέρα γῆς μᾶλλον καὶ ὕδατος ζῳοτροφεῖν, διότι καὶ τὰ ἐν ἐκείνοις οὗτος ἐψύχωσεν· ἐποίει γὰρ αὐτὸν ὁ τεχνίτης ἀκινήτων μὲν σωμάτων ἕξιν, κινουμένων δὲ ἀφαντάστως φύσιν, ἤδη δὲ ὁρμῇ καὶ φαντασίᾳ χρῆσθαι δυναμένων ψυχήν.

οὐκ ἄτοπον οὖν, δι’ οὗ τὰ ἄλλα ἐψυχώθη, ψυχῶν ἀμοιρεῖν; διὸ μηδεὶς τὴν ἀρίστην φύσιν ζῴων τοῦ ἀρίστου τῶν περιγείων, ἀέρος, ἀφαιρείσθω· οὐ γὰρ μόνος ἐκ πάντων ἔρημος οὗτος, ἀλλ’ οἷα πόλις εὐανδρεῖ πολίτας ἀφθάρτους καὶ ἀθανάτους ψυχὰς ἔχων ἰσαρίθμους ἄστροις.

τούτων τῶν ψυχῶν αἱ μὲν κατίασιν ἐνδεθησόμεναι [*](1 καὶ ante ἐνυπνιάσθη add. Η ἠνυπνιάσθη GP φησί MA: φησὶν οὑν ceteri ἐν τῇ γῇ scripsi (cf. § 3. 144): εἰς τὴν γῆν GFHP, om. MA 3 ὁ δὲ—αὐτῆς M) MA: om. ceteri 4 τῶ MA: τῶ λεγομένω ceteri 4. 5 λέγεται συμβολικῶς GFP, λέγεται om. Η 5 ὁ om. GFHP, sed G μὲν scripsit, tum rursus del. κορυφὴ] κεφαλὴ Η δὲ GFHP ὁ οὐρανός M 7 τῶν Turn.: τοῖς codd. τῆς G) 8 γῆς GFHP: τῆς MA ὁ om. F δέ ἐστι GFHP 10 ἀναπλῆσαι GFHP 11 ἐγκατεσκεύασε GFP, ἐγκατεσκεύασται H θαλάττη GFHP ποταμοὶ F 12 ἕκαστον HP ζώων G 13 ὅλος] ὅλων P ὁ vid. secl. 14 ἀέρος F γεγονέναι #x003E; conicio 16 διὰ τί, ὅτι GFHP ἐν om. H1P1 οὕτως F 17 μὲν om. P 18 ἀφαντάστως—δὲ om. φύσεων Α ἡδῆ] ἔτι coni. Mang. χρᾶσθαι F 19 καὶ post οὐ add. GFHP, fort. recte (cf. lin. 16) 20. 21 περιγείων] στοιχείων coni. Cohn 21 ἀφαιρεῖσθαι A μόνον Η 22 εὐανδρεῖ GFH: εὐανδρὴς Α, εὔανδρος MP ἔχων ψυχὰς GFHP 23—235,7 ἰσαρίθμους — αἰῶνα om. MA) [*](1 sqq. cf. Origenem Contra Celsum VI 21 (Proleg. vol. I p. LXXXXVII).)

v.3.p.235
σώμασι θνητοῖς, ὅσαι προσγειότατοι καὶ φιλοσώματοι, αἱ δ’ ἀνέρχονται, διακριθεῖσαι πάλιν κατὰ τοὺς ὑπὸ φύσεως ὁρισθέντας ἀριθμοὺς καὶ χρόνους.

τούτων αἱ μὲν τὰ σύντροφα καὶ συνήθη τοῦ θνητοῦ βίου ποθοῦσαι παλινδρομοῦσιν αὖθις, αἱ δὲ πολλὴν φλυαρίαν αὐτοῦ καταγνοῦσαι δεσμωτήριον μὲν καὶ τύμβον ἐκάλεσαν τὸ σῶμα, φυγοῦσαι δ’ ὥσπερ ἐξ εἱρκτῆς ἢ μνήματος ἄνω κούφοις πτεροῖς πρὸς αἰθέρα ἐξαρθεῖσαι μετεωροπολοῦσι τὸν αἰῶνα.

ἄλλαι δ’ εἰσὶ καθαρώταται καὶ ἄρισται, μειζόνων φρονημάτων καὶ θειοτέρων ἐπιλαχοῦσαι, μηδενὸς μὲν τῶν περιγείων ποτὲ ὀρεχθεῖσαι τὸ παράπαν, ὕπαρχοι δὲ τοῦ πανηγεμόνος, ὥσπερ μεγάλου βασιλέως ἀκοαὶ καὶ ὄψεις, ἐφορῶσαι πάντα καὶ ἀκούουσαι.