De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν, [*](1 τὸ] τῷ conicio εἶπεν Mang. 3 ἐνδοιάσαι B: ἐνδοιάζειν Α ᾗ] ἧς conicio 9] αὐτό μόνον conicio 15 πράγματι et σώματι συνδιαιροῦσα coni. Mang. συντέμνουσα conicio ἀπειρομεγέθη διαστήματα Mang.: ἄπειρα μεγέθη διὰ στόματος cocid. 20. 21 ὑπερβαίνουσα coni. Mang. 21 τούτου κόσμου τοὺς ὅρους conicio 22 συγγενικῶν coni. Mang. 23 ἀμερίς Β, ἀκαρής Mang. 24 τί; οὐ γέλοιον ὅτι conicio, τί οὑν; ὅ ποτε πεπιστευκὼς coni. Mang. 25 αὔραν Mang.: ὥραν codd. 26 ἀγέννητον codd.) [*](13 Hom. Od. η 36.)
οὕτω βέβαιόν φησι δεῖν εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ“ (Deut. 32,8).
πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως·
ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει.
εὐδαίμων δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι.
„πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15,6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν.
οὐκ ἔστι γάρ, ὦ γενναῖε, κατὰ τὸν ἱερώτατον Μωυσῆν ἀρτίπους ἡ ἐν θνητῷ σώματι ἀρετή, ἀλλὰ παραπλήσιόν τι πάσχουσα νάρκῃ, μικρὸν ὅσον ὑποχωλαίνουσα. „ἐνάρκησε“ γάρ φησι „τὸ πλάτος τοῦ μηροῦ, ᾧ καὶ ἐπέσκαζεν“ (Gen. 32,25. 31).
ἴσως δ’ ἂν τῶν εὐθαρσεστέρων εἴποι τις παρελθών, ὅτι οὐδὲ ἀπιστοῦντός ἐστιν ἡ προφορά, ἀλλ’ εὐχομένου, ἵν’, εἰ μέλλοι τῶν εὐπαθειῶν ἡ ἀρίστη γεννᾶσθαι, χαρά, μὴ ἑτέροις ἀριθμοῖς μᾶλλον ἢ τοῖς ἐνενήκοντα καὶ ἑκατὸν τεχθῇ (Gen. 17, 17), ἵνα τὸ τέλειον ἀγαθὸν τελείοις ἀριθμοῖς εἰς γένεσιν ἔλθῃ.
τέλειοι δ’ οἱ λεχθέντες ἀριθμοί, καὶ μάλιστα κατὰ τὰς ἱερωτάτας ἀναγραφάς. ἴδωμεν δ’ αὐτῶν ἑκάτερον· [*](1 φασι Mang. 3 Μωσῆς codd. 4 ἄνοια Mang. 5 ἀρεπεῖς Α 6 αὐτόν Hoesch. 19 ἄκρης ed. Par. in mg.: ἄχαρίς codd., ἄχρονος Mang. 21 καὶ τῇ βίᾳ] τῆς βίας conicio 22 Μωσῆν codd. 26 οὐδὲ] οὐκ conicio 28 ἐνενήκοντα καὶ ἑκτὸν scripsi: ἐννενηκονταέταις οὖσι codd., ἑκατονταέταις Mang. 30 ἑκάτερον scripsi: ἑκάτερα codd.) [*](12—14 DL fol. 139r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: εὐδαίμων ὅτῳ—ἄπαντα.)
ἀλλὰ καὶ „Ἀβραὰμ ἄρουραν φυτεύει“ (Gen. 21,33) χρώμενος ἑκατοστῷ λόγῳ πρὸς ἀναμέτρησιν τοῦ χωρίου, καὶ Ἰσαὰκ „ἑκατοστεύουσαν εὑρίσκει κριθήν“ (Gen. 26,12). καὶ τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωυσῆς κατασκευάζει πήχεσιν ἑκατόν (Exod. 27,9), τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος διάστημα.