De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐπειδὰν οὖν ἀκούσῃς ὅτι „ἐχάρη Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ“ (Gen. 45, 16) διὰ τὴν τῶν ἀδελφῶν Ἰωσὴφ ἄφιξιν, μὴ νόμιζε πρὸς ἀλήθειαν ἥδεσθαι, εἰ μὴ κατ’ ἐκεῖνο ἴσως, ὅτι προσδοκῶσιν αὐτὸν μεταβαλεῖν ἀπὸ τῶν [*](2 ἀεὶ Β 4 εὐπάθειαν scripsi: ἀπάθειαν codd. 5 Μωσῆς codd. 9. 10 ἀποφορτισαμένης v 11 ἐφίεται D (Ant. Mel.) καὶ om. D (Ant. Mel.) 12 εἶπεν ὁ D (Ant. Mel.): εἶπε codd. λόγος] νόμος coni. Mang. 16 ἐπιμορφάζειν Mang.: ὑπομορφάζειν codd. 19 προκρίνοντες Ant. Mel., προκρίναντος D 20 εἰκότως om. D Ant, Mel. τοῖς] τοὺς D εἰσηγουμένοις ἀπεχθάνονται Ant. Mel.: ἡγουμένους ἀπεχθάνονται D, ἀπεχθάνονται εἰσηγούμενός codd.) [*](1 sqq. cf. Cic. Tusc. V 43. 4 Zeller III 1 p. 268 adnot. 2. 10—12 D R fol. 237 V περὶ τῶν μετονομαζομένων Anton Mel. II 32 col. 1084 Φίλωνος: τῶν φαύλων οὐδενὶ—θεός. Anton. Mel. pergit usque ad lin. 14 βίον. 17 DR fol. Φίλωνος Anton. Mel. II 60 col. 1153: οὐδενὶ τῶν φαύλων ἐπιστὰς ἔλεγχος δι’ ἡδονῆς ἐστιν. 18—20 DR fol. 213r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων Mel. II 51 col. 1128 Φίλωνος: πόνος μὲν τοῖς—ἀπεχθάνονται. — 19 DR fol. 142r fol. 256 V Φίλωνος: ῥᾳστώνη τοῖς βλαβεροῖς ἕπεται. in DH sequitur ἡ ἐξ ἔθους καὶ σχολῆς ἀργία πρᾶγμα ἐπίβουλον, in DR et apud Anton. Mel. post locum ad lin. 18 laudatum locus ad vol. I p. 1—3 adlatus, tum ἡ ἐξ ἔθους . . . . . . .)

v.3.p.186
ψυχῆς ἀγαθῶν, οἷς συνετράφη, πρὸς τὰς τοῦ σώματος ἀνηνύτους ἐπιθυμίας, τὸ ἀρχαῖον καὶ προγονικὸν ἀρετῆς συγγενοῦς νόμισμα παρακόψαντα.

τοιαῦτα δ’ ἐλπίσας ὁ φιλήδονος νοῦς αὔταρκες οὐχ ὑπολαμβάνει τοὺς νεωτέρους καὶ ἄρτι πρὸς τὰ σωφροσύνης γυμνάσια φοιτῶντας ἐπιθυμιῶν δελέασιν ἀγκιστρεύσασθαι, ἀλλὰ δεινὸν ἐνόμισεν εἶναι, εἰ μὴ καὶ τὸν πρεσβύτερον ὑπάξεται λόγον, οὗ τὰ λυττῶντα πάθη παρήβηκε.

λέγει γὰρ αὖ τὰς ζημίας ὡς ὠφελείας προτείνων· „παραλαβόντες τὸν πατέρα καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ“ (ibid. 18) ἐπ’ Αἰγύπτου καὶ τοῦ φοβεροῦ τούτου βασιλέως, ὃς καὶ τὰ πατρῷα ἡμῶν καὶ τὰ ὄντως ὑπάρχοντα ἀγαθὰ ἔξω προεληλυθότα τοῦ σώματος — φύσει γάρ ἐστιν ἐλεύθερα — ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι.

ὁ δὲ καὶ „δώσω“ φησίν „ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς“ (Gen. 45, 18). ἀλλ’ ἐροῦμεν αὐτῷ· σώματος ἀγαθὸν οὐ προσιέμεθα οἱ τὰ ψυχῆς ἰδόντες· ἱκανὸς γὰρ ὁ τριπόθητος ἐκείνων ἵμερος ἐντακεὶς πάντων ὅσα τῇ σαρκὶ φίλα λήθην ἐργάσασθαι.

Τοιαύτη μέν τις ἡ ψευδώνυμος χαρὰ τῶν ἀφρόνων, ἡ δὲ ἀληθὴς πρότερον εἴρηται, μόνοις ἀστείοις ἐφαρμόζουσα. „πεσὼν οὖν ἐγέλασεν“ (Gen. 17,17), οὐκ ἀπὸ θεοῦ πεσών, ἀλλ’ ἀφ’ ἑαυτοῦ· ἔστη μὲν γὰρ περὶ τὸν ἄτρεπτον, ἔπεσε δὲ ἀπὸ τῆς ἰδίας οἰήσεως.

διὸ καὶ τοῦ μὲν δοκησισόφου καταβληθέντος φρονήματος, ἀνεγερθέντος δὲ τοῦ φιλοθέου καὶ περὶ τὸν ἀκλινῆ μόνον ἱδρυθέντος, γελάσας εὐθὺς „εἶπε τῇ διανοίᾳ· εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ibid.) ;

μὴ μέντοι νομίσῃς, ὦ γενναῖε, [*](1 συνετράφη B (in ras. τ): συνεστράφη Α, συνανεστράφη coni. Mang. 7 παρήβασκε v 8 ἥκετε Hoesch.: ἥκατε codd. 9 ἐπ’ ἀγαθὰ conicio, ceite latet 10 ἡμῶν om. Hoesch. προεληλυθότος Hoesch. 16 alt. κατὰ fort. secl. 17 κυλινδούμενον Mang. 19 τιθασεύοντα Mang.: τιθασσεύοντας codd. 20. 21 τὸν μυελὸν ex LXX Mang.: τῶν μυελῶν codd. 21 τῆς ex LXX addidi 29 ἱδρυθέντος scripsi: ἱδρυνθέντος codd. 30 ἐννενήκοντα codd. 31 μέν addidi)

v.3.p.187
τὸ „εἰπεῖν“ οὐχὶ τῷ στόματι, ἀλλὰ „τῇ διανοίᾳ“ προσκεῖσθαι παρέργως, ἀλλὰ καὶ πάνυ ἐξητασμένως. διὰ τί; ὅτι ἔοικε διὰ τοῦ φάσκειν „εἰ τῷ ἑκατονταετεῖ γενήσεται“ περὶ τῆς Ἰσαὰκ ἐνδοιάσαι γενέσεως, ἐφ’ ᾗ πρότερον ἐλέγετο πιστεῦσαι, ὡς ἐδήλου τὸ χρησθὲν πρὸ μικροῦ τόδε· „οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ“· εἶτ’ εὐθὺς εἶπεν· „ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην“ (Gen. 15,4. 6).

ἐπειδὴ τοίνυν ἀκόλουθον οὐκ ἦν ἐνδοιάσαι τῷ πεπιστευκότι, πεποίηκε τὸν ἐνδοιασμὸν οὐ πολυχρόνιον, μηκυνόμενον μέχρι γλώττης καὶ στόματος, ἀλλ’ αὐτοῦ περὶ τὴν ὀξυκίνητον διάνοιαν ἱστάμενον. „τῇ γὰρ διανοίᾳ“ φησίν „εἶπεν,“ ἣν τῶν εἰς ποδώκειαν ἐπαινουμένων οὐδὲν ἂν ἰσχύσαι παραδραμεῖν, ἐπεὶ καὶ τὰς πτηνὰς φύσεις ἁπάσας ἔφθακεν.

ἀφ’ οὗ μοι δοκεῖ καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν ὁ δοκιμώτατος „ὡς εἰ πτερὸν ἠὲ νόημα“ φάναι, δηλῶν τὸ τῆς ὀξύτητος τάχος, κατ’ ἐπίτασιν ὕστερον τοῦ πτεροῦ τὸ νόημα θείς. ἐπὶ πολλὰ γὰρ ἡ διάνοια ἐν ταὐτῷ πράγματα ὁμοῦ καὶ σώματα στείχει μετὰ ἀλέκτου φορᾶς, καὶ ἐπὶ τὰ γῆς καὶ θαλάττης αὐτίκα πέρατα φθάνει συναιροῦσα καὶ τέμνουσα τὰ ἀπειρομεγέθη διαστήματα· κατὰ δὲ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπὸ γῆς ἀναπηδᾷ, ὡς δι’ ἀέρος εἰς αἰθέρα ἀνέρχεσθαι καὶ μόλις περὶ τὴν ἐσχάτην τῶν ἀπλανῶν ἁψῖδα ἵστασθαι.

τὸ γὰρ ἔνθερμον καὶ διάπυρον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ· διὸ πολλὰ ὑπερβάλλουσα καὶ τοῦ παντὸς αἰσθητοῦ τούτου ὅρου ἔξω φέρεται πρὸς τὸν ἐκ τῶν ἰδεῶν παγέντα συγγενικῶς. γέγονεν οὖν περὶ τὸν ἀστεῖον ἡ τροπὴ βραχεῖα, ἄτομος, ἀμερής, οὐκ αἰσθητή, νοητὴ δὲ μόνον, τρόπον τινὰ ἄχρονος.