De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἔστι δὲ καὶ ἀπαρχῆς ἀπαρχὴ ὁ ἑκατοστὸς λόγος, ὃν Λευῖται τοῖς ἱερωμένοις ἀπάρχονται (Num. 18,28)· λαβοῦσι γὰρ αὐτοῖς τὰς δεκάτας παρὰ τοῦ ἔθνους διείρηται καθάπερ ἀπὸ κτημάτων οἰκείων τοῖς ἱερεῦσι διδόναι ὡς δεκάτην λόγων ἱεράν.

πολλὰ δ’ ἄν τις καὶ ἄλλα σκοπῶν εὕροι πρὸς ἔπαινον τοῦ λεχθέντος ἀριθμοῦ τοῖς νόμοις ἐμφερόμενα, πρὸς δὲ τὸ παρὸν διεξαρκεῖ τὰ εἰρημένα. ἀλλ’ ἐὰν τῶν ἑκατὸν ἀφέλῃς δεκάτην ἱερὰν ἀπαρχὴν τῷ τῆς ψυχῆς φέροντι καὶ αὔξοντι καὶ πληροῦντι καρποὺς θεῷ, ἕτερον ἀριθμὸν τέλειον τὸν ἐνενήκοντα ἀπολείψεις. πῶς γὰρ οὐ τέλειος, μεθόριος ὢν πρώτης καὶ δεκάτης, καθ’ ὃν διακρίνεται τὰ ἅγια τῶν ἁγίων τρόπον καταπετάσματος τοῦ μέσου (Exod. 26,33), ᾧ τὰ ὁμογενῆ διαστέλλεται κατὰ τὰς ἐν τοῖς εἴδεσι τομάς.

ὁ μὲν οὖν ἀστεῖος ἐλάλει τῇ διανοίᾳ τὰ ἀστεῖα ὄντως, ὁ δὲ φαῦλος ἑρμηνεύει ἔστιν ὅτε παγκάλως τὰ καλά, πράττει δὲ αἰσχρῶς τὰ αἴσχιστα, καθάπερ καὶ Συχὲμ ὁ ἔγγονος ἀνοίας. Ἐμὼρ γάρ ἐστι πατρός, ὃς μεταληφθεὶς ὄνος καλεῖται, αὐτὸς δὲ ἑρμηνευθείς ἐστιν ὦμος, πόνου σύμβολον. ἄθλιος δὲ καὶ ταλαιπωρίας μεστὸς πόνος, ὃν ἄνοια γεννᾷ, ὥσπερ ὠφέλιμος, ᾧ συγγενὴς ἀγχίνοια.

φασὶ γοῦν οἱ χρησμοὶ ὅτι "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“ ταπεινώσας αὐτὴν πρότερον ὁ Συχέμ (Gen. 34,2. 3). ἆρ’ οὐκ ἐξητασμένως ἐλέχθη τὸ "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“, μονονοὺκ εἰς δήλωσιν τοῦ τἀναντία οἷς εἶπεν εἰργασμένου; Δεῖνα γάρ ἐστιν ἡ ἀδέκαστος κρίσις, ἡ πάρεδρος θεοῦ δίκη, [*](4 fort. οἷόν τε add. 6 χρώμενος Markland: χώματος codd. 8 Μωσῆς codd. 11 παρὰ ex περὶ corr, B2 12. 13 ὡς δεκάτην λόγων ἱεράν] ἑτέρας δεκάτας ἑκατοστὸν λόγον περιεχούσας (v. § 2) vel δεκάτην ὡς ἀπαρχὴν ἱεράν conicio, δεκάτην ἑκαστοστῷ λόγῳ ἱερὰν coni. Mang. 16 τῆς] τοὺς· conicio τὴν ψυχὴν B2 17 τέλειον add. Mang. ἐννενήκοντα codd. διαλείψεις per errorem Mang. 18 δευτέρας δεκάτης conicio 19 post μέσου multa, quibus de nonagenarii numeri vi ageretur, excidisse coni. Mang. 21 μὲν ἔστιν conicio 23 ὄνος man. recentissima in mg. (Hoesch.): ὦμος AB 28 οὐκ Mang.: οὑν codd. ἐλαλήθη Β 29 μόνον οὐκ codd.)

v.3.p.190
ἡ ἀειπάρθενος· ἑρμηνεύεται γὰρ ἑκάτερον Δεῖνα, κρίσις ἢ δίκη.

ταύτην οἱ ἐπιχειροῦντες ἄφρονες διαφθείρειν διὰ τῶν καθ’ ἑκάστην ἡμέραν βουλευμάτων καὶ ἐπιτηδευμάτων εὐπρεπείᾳ λόγου διαδιδράσκουσι τὸν ἔλεγχον. χρὴ γοῦν αὐτοὺς ἢ ἀκόλουθα τοῖς λεγομένοις πράττειν ἢ ἀδικοῦντας ἡσυχάζειν· ἥμισυ γάρ, φασί, κακοῦ ἡσυχία· καθὰ καὶ Μωυσῆς ἐπιτιμῶν τῷ πρεσβείων μὲν ἀξιώσαντι γένεσιν, δευτερείων δὲ τὸν ἄφθαρτον θεόν φησιν· „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7).

τὸ γὰρ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν τὰ κακὰ διπλοῦν ἁμάρτημα. σχεδὸν δ’ οἱ πολλοὶ πεπόνθασι τοῦτο· λέγουσι μὲν γὰρ ἀεὶ τῇ παρθένῳ ἀρετῇ τὰ φίλα καὶ δίκαια, καιρὸν δ’ οὐδένα παριᾶσιν, ἐν ᾧ δυνηθέντες αὐτὴν οὐχ ὑβριοῦσι καὶ κακώσουσι. ποία γὰρ πόλις οὔκ ἐστι μεστὴ τῶν τὴν ἀειπάρθενον ὑμνούντων ἀρετήν;

οἳ τὰ ὦτα τῶν παρατυγχανόντων ἀποκναίουσι διεξιόντες τὰ τοιαῦτα· ἡ φρόνησις ἀναγκαῖον, ἡ ἀφροσύνη βλαβερόν· αἱρετὸν ἡ σωφροσύνη, ἐχθρὸν ἡ ἀκολασία· ὑπομονῆς ἄξιον ἡ ἀνδρεία, φυγῆς ἡ δειλία· συμφέρον ἡ δικαιοσύνη, ἀσύμφορον ἡ ἀδικία· τὸ ὅσιον καλόν, τὸ ἀνόσιον αἰσχρόν· τὸ θεοσεβὲς ἐπαινετόν, τὸ ἀσεβὲς ψεκτόν· [τὸ] οἰκειότατον ἀνθρώπου φύσει τὸ εὖ καὶ βουλεύεσθαι καὶ πράττειν καὶ λέγειν, ἀλλοτριώτατον τὸ κακῶς τούτων ἕκαστον.

ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ συνείροντες τὰ δικαστήρια καὶ βουλευτήρια καὶ τὰ θέατρα καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἀπατῶσιν, ὥσπερ οἱ προσωπεῖα καλὰ αἰσχίσταις ὄψεσι περιτιθέντες προνοίᾳ τοῦ μὴ ὑπὸ τῶν ὁρώντων ἐλέγχεσθαι.

ἀλλ’ οὐδὲν ὄφελος· ἀφίξονται γάρ τινες εὖ μάλα ἐρρωμένοι καὶ τῷ περὶ ἀρετὴν ζήλῳ κατεσχημένοι καὶ τὰ περικαλύμματα καὶ περίαπτα ταῦτα, ὅσα λόγῳ κακοτεχνοῦντες συνύφηναν, ἀπαμφιάσαντες καὶ γυμνὴν αὐτὴν ἐφ’ αὑτῆς τὴν ψυχὴν αὐγάσαντες εἴσονται καὶ τὰ ἐν μυχοῖς ἀποκείμενα τῆς φύσεως ἀπόρρητα — εἶτ’ ἔξω προαγαγόντες τὰ αἴσχη καὶ τὰ ὀνείδη πάντα αὐτῆς ἐν ἡλίῳ καθαρῷ πᾶσιν [*](3 καὶ ἐπιτηδευμάτων om. Β εὐεπείᾳ coni. Mang. 4 ἐχρῆν οὖν conicio 5 ωσῆς codd. 9 τῇ ἀειπαρθένῳ coni. Mang. 10 δίκαια Mang.: δίκη codd. παριᾶσιν Hoesch.: παρίασιν codd. 15 ἀνδρία codd. 16. 17 τὸ ἀσεβές ψεκτόν om. Β 17 τὸ secl. Mang. βουλεύεσθαι Mang.: βούλεσθαι codd. 19 tert. τὰ secl. vel τὰ βουλευτήρια scrib. 20 ἀνθρώπων Mang.: ἄνθρωποι 23 κατεσχημένοι Mang.: κατισχημένοι codd. 24 κακοτεχνοῦντες scripsi: κατατεχνοῦντες codd. συνύφηναν scripsi: συνύφαναν codd. 27 τά αἴσχη scripsi: τὴν αἰσχύνην codd.) [*](7. 8 DR fol. 46v τοῦ αὐτοῦ DH fol. 134r: τὸ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν ἐπικωμάζειν DR) τὰ κακὰ διπλοῦν ἁμάρτημα.)

v.3.p.191
ἐπιδείξονται, οἵα τις οὖσα, ὡς αἰσχρὰ καὶ καταγέλαστος οἵαν ἐκ τῶν περιάπτων, ὡς νόθην ἐπεμόρφαζεν εὐμορφίαν.

οἱ δὲ πρὸς ἄμυναν εὐτρεπεῖς τῶν οὕτως βεβήλων καὶ ἀκαθάρτων τρόπων δύο μέν εἰσιν ἀριθμῷ, Συμεὼν καὶ Λευί, γνώμῃ δὲ εἷς. διὸ καὶ ἐν ταῖς εὐλογίαις ὁ μὲν πατὴρ αὐτοὺς ἐν τάξει ἑνὸς κατηρίθμει (Gen. 49,5), διὰ τὸ σύμφωνον τῆς ὁμονοίας καὶ τῆς πρὸς ἓν καὶ τὸ αὐτὸ μέρος ὁρμῆς. ὁ δὲ Μωυσῆς οὐδὲ δυάδος ἔτι μέμνηται, ἀλλ’ ὅλον τὸν Συμεὼν εἰς τὸν Λευὶ ἐνεχάραξε (Deut. 33,8) δύο οὐσίας κερασάμενος, ἀφ’ ὧν ἕνα εἰργάσατο οἷον ἰδέᾳ μιᾷ τυπωθέντα, τὸ ἀκούειν τῷ πράττειν ἑνώσας.