De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἀπρεπὲς γὰρ θεῷ τὸ κολάζειν ἅτε πρώτῳ καὶ ἀρίστῳ νομοθέτῃ, κολάζει δὲ δῐ ὑπηρετούντων ἑτέρων, οὐ δι’ ἑαυτοῦ. τὰς μὲν γὰρ χάριτας καὶ δωρεὰς καὶ εὐεργεσίας αὐτὸν ἁρμόττει προτείνειν ἅτε ἀγαθὸν καὶ φιλόδωρον ὄντα φύσει, τὰς δὲ τιμωρίας οὐκ ἄνευ μὲν ἐπικελεύσεως τῆς ἑαυτοῦ βασιλέως ἅτε ὑπάρχοντος, δι’ ἄλλων δέ, οἳ πρὸς τοιαύτας χρείας εὐτρεπεῖς εἰσι. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἀσκητὴς ἐν οἷς φησιν·
„ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁὁ ἄγγελος ὁὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν“ (Gen. 48, 15. 16). τὰ μὲν γὰρ πρεσβύτερα ἀγαθά, οἷς ἡ ψυχὴ τρέφεται, ἀνέθηκε θεῷ, τὰ δὲ νεώτερα, ὅσα ἐκ φυγῆς ἁμαρτημάτων περιγίνεται, θεράποντι θεοῦ.
διὰ τοῦτ’, οἶμαι, καὶ ἡνίκα τὰ τῆς κοσμοποιΐας ἐφιλοσόφει, πάντα τἄλλα εἰπὼν ὑπὸ θεοῦ γενέσθαι μόνον τὸν ἄνθρωπον ὡς ἂν μετὰ συνεργῶν ἑτέρων ἐδήλωσε διαπλασθέντα. „εἶπε“ γάρ φησιν „ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), πλήθους διὰ τοῦ „ποιήσωμεν“ ἐμφαινομένου.
διαλέγεται μὲν οὖν ὁ τῶν ὅλων πατὴρ ταῖς ἑαυτοῦ δυνάμεσιν, αἷς τὸ θνητὸν ἡμῶν τῆς ψυχῆς μέρος ἔδωκε διαπλάττειν μιμουμέναις τὴν αὐτοῦ τέχνην, ἡνίκα τὸ λογικὸν ἐν ἡμῖν ἐμόρφου, δικαιῶν ὑπὸ μὲν ἡγεμόνος τὸ ἡγεμονεῦον ἐν ψυχῇ, τὸ δ’ ὑπήκοον πρὸς ὑπηκόων δημιουργεῖσθαι.
κατεχρήσατο δὲ καὶ ταῖς μεθ’ ἑαυτοῦ δυνάμεσιν οὐ διὰ τὸ λεχθὲν μόνον, ἀλλ’ ὅτι ἔμελλεν ἡ ἀνθρώπου ψυχὴ μόνη κακῶν καὶ ἀγαθῶν ἐννοίας λαμβάνειν καὶ χρῆσθαι ταῖς ἑτέραις, εἰ μὴ δυνατὸν ἀμφοτέραις. ἀναγκαῖον οὖν ἡγήσατο τὴν κακῶν γένεσιν ἑτέροις ἀπονεῖμαι δημιουργοῖς, τὴν δὲ τῶν