De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἀγαθῶν ἑαυτῷ μόνῳ. διὸ καὶ λεχθέντος πρότερον „ποιήσωμεν [*](1 τὸ om. H 2 ὁμοίωσις — γενέσθαι om. H 4 τὸ] τῶ G 9 εὐπρεπὲς H 10 κολάζει Turn.: κολάζειν codd. δι’ add. Cohn 12 ἁρμόττειν H 14 εὐπρεπεῖς v 15 ἐν οἷς om. G 16 prius ὁ] καὶ ὁ G2 16 τῶν om. G 23 μὲν om. L 28 δὲ add. Tnrn. αὑτοῦ II. ἑαυτὸν coni. Mang. 29 ἐννοίας] ἐν e corr. H2 30 ἑταίραις G εἰ GH2: ἦ H1 ut vid. 32 δι’ ὃ H2: δι’ οὗ GH1 ποιήσομεν H)

v.3.p.125
ἄνθρωπον“ ὡς ἂν ἐπὶ πλήθους, ἐπιφέρεται τὸ ὡς ἂν ἐφ’ ἑνός· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον“ (Gen. 1,27). τοῦ μὲν γὰρ πρὸς ἀλήθειαν ἀνθρώπου, ὃς δὴ νοῦς ἐστι καθαρώτατος, εἷς ὁ μόνος θεὸς δημιουργός, τοῦ δὲ λεγομένου καὶ κεκραμένου μετ’ αἰσθήσεως τὸ πλῆθος.

οὗ χάριν ὁ μὲν κατ’ ἐξοχὴν ἄνθρωπος σὺν τῷ ἄρθρῳ μεμήνυται — λέγεται γάρ· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον,“ τὸν ἀειδῆ καὶ ἄκρατον ἐκεῖνον λογισμόν —, ὁ δὲ ἄνευ τῆς τοῦδε προσθήκης· τὸ γὰρ· „ποιήσωμεν ἄνθρωπον“ ἐμφαίνει τὸν ἐξ ἀλόγου καὶ λογικῆς συνυφανθέντα φύσεως.

ἑπόμενος τούτοις τό τε εὐλογεῖν τοὺς ἀγαθοὺς καὶ τὸ καταρᾶσθαι τοῖς ὑπαιτίοις ἀνέθηκεν οὐχὶ τοῖς αὐτοῖς, καίτοι γε ἀμφοτέρων ἐχόντων ἔπαινον, ἀλλ’ ἐπειδὴ τὸ μὲν εὐλογεῖν τοὺς ἀξίους ἡγεμονίαν ἔχει τὴν ἐν ἐγκωμίοις, τὸ δ’ ἀρὰς τοῖς φαύλοις τίθεσθαι δευτέραν τάξιν, τῶν ἐπὶ ταῦτα χειροτονηθέντων — εἰσὶ δὲ οἱ τοῦ γένους ἀρχηγέται δώδεκα ἀριθμῷ, φυλάρχας αὐτοὺς ὀνομάζειν ἔθος — ἓξ μὲν τοὺς ἀμείνους ἔταξεν ἐπὶ τῆς εὐλογίας, Συμεών, Λευί, Ἰούδαν, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν, τοὺς δ’ ἑτέρους ἐπὶ τῆς κατάρας, τόν τε πρῶτον καὶ τὸν ὕστατον τῶν Λείας, Ῥουβὴν καὶ Ζαβουλών, καὶ τοὺς ἐκ τῶν θεραπαινίδων νόθους τέτταρας (Deut. 27, 12. 13).

τῆς γὰρ βασιλείου καὶ ἱερωμένης φυλῆς οἱ ἡγεμόνες ἐν τῇ προτέρᾳ τάξει χορεύουσιν, Ἰούδας τε καὶ Λευί. εἰκότως οὖν καὶ τοὺς ἄξια θανάτου δρῶντας ἑτέρων χερσὶν ἐκδίδωσιν ἐπὶ τιμωρίᾳ, βουλόμενος ἡμᾶς ἀναδιδάσκειν, ὅτι ἡ κακοῦ φύσις μακρὰν ἀπελήλαται χοροῦ θείου, ὁπότε καὶ τὸ μιμηλάζον ἀγαθὸν κακῷ, ἡ τιμωρία, δι’ ἑτέρων βεβαιοῦται.

τὸ δὲ „δώσω σοι τόπον, οὗ φεύξεται ὁ φονεύσας“ (Exod. 21,13) ἀκουσίως, πάνυ καλῶς εἰρῆσθαί μοι δοκεῖ· τόπον γὰρ καλεῖ νῦν οὐ χώραν ἐκπεπληρωμένην ὑπὸ σώματος, ἀλλὰ δι’ ὑπονοιῶν αὐτὸν τὸν θεόν, ἐπειδὴ περιέχων οὐ περιέχεται καὶ ὅτι καταφυγὴ τῶν ὅλων ἐστί.