De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὅτι, οἶμαι, ἡ ἀσέβεια κακόν ἐστιν ἀτελεύτητον, ἐξαπτόμενον καὶ μηδέποτε σβεσθῆναι δυνάμενον, ὡς τὸ ποιητικὸν ἁρμόττειν ἐπὶ κακίας εἰπεῖν·
ἀλλ’ ἔδει γε πάντως χώρας ἀπονεμηθῆναι διαφερούσας πράγμασι διαφέρουσιν, οὐρανὸν μὲν ἀγαθῷ, τὰ δὲ περίγεια κακῷ. τὸ μὲν οὖν ἀγαθὸν ἀνώφοιτόν ἐστι, κἂν εἴ ποτε ἔλθοι πρὸς ἡμᾶς — φιλόδωρος γὰρ ὁ πατὴρ αὐτοῦ —, σπουδάζει παλινδρομῆσαι δικαίως· τὸ δὲ κακὸν ἐνταυθοῖ καταμένει, πορρωτάτω θείου χοροῦ διῳκισμένον, περιπολοῦν τὸν θνητὸν βίον καὶ μὴ δυνάμενον ἐκ τοῦ ἀνθρωπίνου γένους ἀποθανεῖν.
τοῦτό τις καὶ τῶν ἐπὶ σοφίᾳ θαυμασθέντων ἀνὴρ δόκιμος ἐφώνησε μεγαλειότερον ἐν Θεαιτήτῳ φάσκων· „ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν — ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ αἰεὶ εἶναι ἀνάγκη — οὔτε ἐν θείοις αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖν· διὸ καὶ πειρᾶσθαι χρὴ [*](1 Ναδὰμ H, Δὰβ L Ἀβίου G 2 ἀντικαταλλόμενοι Η τἀγένητον Η, τὰ γενητὰ G 3 ὧν Mang. : ὧ codd. ὅτι scripsi: ὅτε G2, τότε G1H 8 ἐναγὴς G: ἀναιδὴς Β 9 αὐτοῦ coni. Mang. 10 σημεῖον τῷ Κάιν conicio; v. LXX et vol. I p. 297, 22 12 μηδέποτε scripsi: μηδέπω codd. 19 ἔλθῃ v 20 post σπουδάζει add. δὲ, sed rursus del. Η 21 περιπολλῦν L1, περὶ πολλὺν Turn. 22 ἀποδραμεῖν conicio 22. 23 τῶν—ἐφώνησε s. s. H2 24. 25 γάρ τι τῷ ἀγαθῷ e Platone scripsi: γὰρ τῴ θεῶ codd. 25 θεοῖς Platonis textus αὐτὰ G (Plato): ταῦτα H 26 περιπολεῖ Platonis textus) [*](14 Od. μ 118. 16 Heracliti fragra. 85 Byw. 20. 21 cf. Platonis Phaedr. p. 247 Α 24 Platouis Theaet. p. 176 AB.)
εἰκότως οὖν ὁ Κάϊν οὐκ ἀποθανεῖται, τὸ κακίας σύμβολον, ἣν ἀεὶ δεῖ ζῆν ἐν τῷ θνητῷ γένει παρ’ ἀνθρώποις· ὥστ’ οὐκ ἀπὸ σκοποῦ τὸ „θανάτῳ θανατοῦσθαι“ λέλεκται τὸν ἀνδροφόνον διὰ τὰς δεδηλωμένας αἰτίας.
τὸ δὲ „οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν“ ἐπὶ τῶν τὸν ἀκούσιον φόνον δρώντων πάνυ καλῶς εἴρηται. δοκεῖ γὰρ αὐτῷ τὰ μὲν ἑκούσια γνώμης τῆς ἡμετέρας ἔργα εἶναι, τὰ δὲ ἀκούσια θεοῦ· λέγω δὲ οὐ τὰ ἁμαρτήματα, ἀλλὰ τοὐναντίον ὅσα ἁμαρτημάτων ἐστὶ κόλασις.