De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐπιστοῦτο μέντοι καὶ χρησμοῖς τὸν ἑαυτῆς λόγον, ἑνὶ μὲν τοιῷδε· „οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ, ζῆτε πάντες ἐν τῇ σήμερον“ (Deut. 4,4) — τοὺς γὰρ πρόσφυγας καὶ ἱκέτας τοῦ θεοῦ μόνους ζῶντας οἶδε, νεκροὺς δὲ τοὺς ἄλλους· ἐκείνοις δ’, ὡς ἔοικε, καὶ ἀφθαρσίαν μαρτυρεῖ διὰ τοῦ προσθεῖναι „ζῆτε ἐν τῇ σήμερον“.

σήμερον δ’ ἐστὶν ὁ ἀπέρατος καὶ ἀδιεξίτητος αἰών· μηνῶν γὰρ καὶ ἐνιαυτῶν καὶ συνόλως χρόνων περίοδοι δόγματα ἀνθρώπων εἰσὶν ἀριθμὸν ἐκτετιμηκότων· τὸ δ’ ἀψευδὲς ὄνομα αἰῶνος ἡ σήμερον. ἥλιος γὰρ οὐκ ἀλλαττόμενος ὁ αὐτός ἐστιν ἀεί, ποτὲ μὲν ὑπὲρ γῆς ποτὲ δὲ ὑπὸ γῆν ἰών, παρ’ ὃν ἡμέρα καὶ νύξ, τὰ αἰῶνος μέτρα, διεκρίθησαν —,

ἑτέρῳ δ’ ἐπιστοῦτο τοιῷδε χρησμῷ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν“ (Deut. 30,15.) — οὐκοῦν, ὦ πάνσοφε, τὸ μὲν ἀγαθὸν καὶ ἡ ἀρετή ἐστιν ἡ ζωή, τὸ δὲ κακὸν καὶ ἡ κακία ὁ θάνατος —· καὶ ἐν ἑτέροις· „αὕτη ἡ ζωή σου καὶ ἡ μακρότης τῶν ἡμερῶν, ἀγαπᾶν κύριον τὸν θεόν σου.“ (Deut. 30,20). ὅρος ἀθανάτου βίου κάλλιστος οὗτος, ἔρωτι καὶ φιλίᾳ θεοῦ ἀσάρκῳ καὶ ἀσωμάτῳ κατεσχῆσθαι.

οὕτως [*](1 ἐπιθῆτε τὸ (τὸν G2) πλησίον G 4 φθορᾶς G, φορᾶς G2 ut vid. 6 ὁ om. H 7 ἀπηλλάγην Turn.: ἀπηλλάγειν codd. 11 εἰσαεὶ ἀθανάτου H, sed εἰ ἁ iu ras. Η2: εἰς ἀποθανάτου G1, ὡς ἀθανάτου G2 12 ἐπιστοῦτο G2H2: εἰπιστοῦτο G1, εἶτα ἐπιστοῦτο ’ ἑνὶ μέντοι ὧδε G 13 ante κυρίω add. τῶ H1, del. H2 14 οἶδε G: εἶδεν H 16 σήμερον om. L ἀπέραντος coni. Mang. 18 δείγματα coni. Mang. 20 τότε G ὑπέρ GH: ὑπὸ v τότε G ὑπὸ G: ὑπὲρ H 21 ἐπὶ τούτω G2 27 ἀσάρκῳ καὶ ἀσωμάτῳ secl. Cohn κατασχῆσαι Η1 ut vid.) [*](8 cf. Heracliti fragm. 67 Byw. 16 17 cf. vol. I ad p. 118,31. 23. 24 Origenes in Psalin. 88 p. 776: κακία δὲ καὶ ἀγνῶσί θάνατος ψυχῆς λογικῆς, ζωὴ δὲ ἀρετὴ καὶ ὦσις.)

v.3.p.123
οἱ μὲν ἱερεῖς Ναδὰβ καὶ Ἀβιούδ, ἵνα ζήσωσιν, ἀποθνῄσκουσιν θνητῆς ζωῆς ἄφθαρτον ἀντικαταλλαττόμενοι βίον καὶ ἀπὸ τοῦ γενομένου πρὸς τὸ ἀγένητον μετανιστάμενοι· ἐφ’ ὧν τὰ σύμβολα τῆς ἀφθαρσίας ᾄδεται, ὅτι ἐτελεύτησαν ἐνώπιον κυρίου (Lev. 10,2), τουτέστιν ἔζησαν· νεκρὸν γὰρ οὐ θέμις εἰς ὄψιν ἐλθεῖν τοῦ θεοῦ. καὶ πάλιν τοῦτό ἐστιν ὃ εἶπε κύριος· „ἐν τοῖς ἐγγίζουσί μοι ἁγιασθήσομαι“ (Lev. 10,3), „νεκροὶ δ’,“ ὡς καὶ ἐν ὕμνοις λέγεται, „οὐκ αἰνέσουσι κύριον“ (Psalm 113,25)·

ζώντων γὰρ τὸ ἔργον. Κάιν δ’ ὁ ἐναγὴς καὶ ἀδελφοκτόνος οὐδαμοῦ τῆς νομοθεσίας ἀποθνῄσκων εὑρίσκεται, ἀλλὰ καὶ λόγιόν ἐστιν ἐπ’ αὐτῷ χρησθὲν τοιοῦτον· „ἔθετο κύριος ὁ θεὸς τῷ Κάιν σημεῖον, τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα“ (Gen. 4, 15). διὰ τί;