De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

λέγωμεν οὖν μηδὲν τῆς ἐν τοῖς ὀνόμασι διαφορᾶς φροντίσαντες τὴν θυγατέρα τοῦ θεοῦ σοφίαν ἄρρενά τε καὶ πατέρα εἶναι, σπείροντα καὶ γεννῶντα ἐν ψυχαῖς μάθησιν, παιδείαν, ἐπιστήμην, φρόνησιν, καλὰς καὶ ἐπαινετὰς πράξεις. ἐνθένδε ὁ ἀσκητὴς Ἰακὼβ μνᾶται γάμον ἑαυτῷ· πόθεν γὰρ ἄλλοθεν ἢ ἐκ τοῦ σοφίας οἴκου κοινωνὸν εὑρήσει γνώμην ἀνεπίληπτον, ᾗ πάντα συνδιατρίψει τὸν αἰῶνα;

Λελάληκε δ’ ἀκριβέστερον περὶ φυγῆς, ἡνίκα τὸν ἐπὶ τοῖς ἀνδροφόνοις ἐτίθει νόμον, ἐν ᾧ πάντ’ ἐπεξῆλθε τὰ εἴδη, τὸ ἑκουσίου φόνου, τὸ ἀκουσίου, τὸ ἐπιθέσεως, τὸ βουλεύσεως. λέγε τὸν νόμον· „ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· ὁ δὲ οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον, οὗ [*](1 βιαιοτάτην Mang.: βεβαιοτάτην codd. ἑκατέρωθεν] κάτωθεν coni. Mang. 2 ἀνώθει coni. Cobn 3 ἐνορμιζόμενος G 4 Βαιθουὴλ codd. 7 Ῥεβέκας H 8 Βαιθουὴλ H2 εἷπεν H ἥ γε H2: εἴ γε H1 (probat Cohn), ἡ Gv 10 ἄρρην G δ’ H 11 ἐπειδὴ Η2: ἐπεὶ δὲ GH1 12 τὸν om. Η εἰ] ἦ G ἔχον Turn.: ἔχεις G2 ἔχειν G2 ut vid., ἔχει Η 13 θηλυῶσαν G 14 τὰ ἄλλα G 15 λέγωμεν scripsi: λέγω, ras. 1 litterae, μὲν G, λέγομεν H τῆς add. mg. H2 16 τὴν om. G 20 lacunam eis supplendam, quae sequuntur apud Ambros., statuit Mang., sed ea partim ex § 143. 144 partim ex libro de somniis I bausit Ambros. 21 λελάληκε δὲ Mang.: λελάληκεν codd. 22 ἐπιεξῆλθεν H, ἐξῆλθε G 23 tertium τὸ] τε καὶ conicio, cf: § 77 24 ὁ] εἰ Turn. 25 τὰς G: om. H) [*](18—20 ibid.4,22: lacob copulam sibi adquisivit de sapientia consorte propositi opimam dote prudentiae, cum qua vitae tempora sine ulla offensione transcurreret.)

v.3.p.122
φεύξεται ὁ φονεύσας. ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι“ (Exod. 21,12—14).

σαφῶς εἰδώς, ὅτι περιττὸν ὄνομα οὐδὲν τίθησιν, ὑπὸ τῆς τοῦ πραγματολογεῖν ἀμυθήτου φορᾶς ἠπόρουν κατ’ ἐμαυτόν, διὰ τί τὸν ἑκουσίως κτείναντα οὐκ εἶπε θανατοῦσθαι μόνον, ἀλλὰ θανάτῳ θανατοῦσθαι· τίνι γὰρ ἄλλῳ ὁ ἀποθνῄσκων ἢ θανάτῳ τελευτᾷ;