De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
πάλιν καὶ οὗτος οὐ Σύρον εἶπε τὸν Λάβαν, ἀλλὰ Ῥεβέκκας ἀδελφόν, μέλλοντα κατ’ ἐπιγαμίαν τῷ ἀσκητῇ κῆδος συνάπτειν. „ἀπόδραθι οὖν εἰς τὴν Μεσοποταμίαν,“ τουτέστιν εἰς μέσον τὸν χειμάρρουν ποταμὸν τοῦ βίου, καὶ μὴ ἐπικλυσθεὶς ἐγκαταποθῇς, στηριχθεὶς δὲ [*](1 αἰσθήσεως conicio 4 γέγονεν H 5 νευροσπαθῶν H1 6 ἀοράτων L δὲ ss. H2 7 ἀκριβῶς ὄντως τὰς G δόξας H1 9 ἐφαρμόσων G 10 τούτῳ om. Turn. 11 ἀσάλευτον conicio 12. 13 ἀνένδοτος Mang.: ἀνενδοίαστος G, ἀνενδύαστος H 15 Βαιθουὴλ codil. τοὐ om. G 16 σεαυτῷ ἐκεῖθεν conicio; v. LXX et de post. Caini § 76 18 Ῥεβέκας Η1 20 ἐπικλυσθεὶς H1: ἐπικλυσθῆς GH2 ἐνκαταποθῆς (sic) G: ἐγκαταποθείς Η)
τὸν γὰρ σοφίας οἶκον εὔδιον καὶ γαληνὸν λιμένα εὑρήσεις, ὃς ἐνορμιζόμενόν σε ῥᾳδίως ὑποδέξεται· σοφίας δὲ ὄνομα Βαθουὴλ ἐν χρησμοῖς ᾄδεται, τοῦτο δὲ μεταληφθὲν θυγάτηρ θεοῦ προσαγορεύεται, καὶ γνησία γε θυγάτηρ καὶ ἀειπάρθενος, ἀψαύστου καὶ ἀμιάντου φύσεως ἐπιλαχοῦσα διά τε τὴν ἑαυτῆς κοσμιότητα καὶ διὰ τὸ ἀξίωμα τοῦ γεννήσαντος.
πατέρα δὲ τῆς Ῥεβέκκας Βαθουὴλ εἶπε. καὶ πῶς ἥ γε θυγάτηρ τοῦ θεοῦ, σοφία, λέγοιτ’ ἂν ἐνδίκως εἶναι πατήρ; ἢ διότι ὄνομα μὲν θῆλυ σοφίας ἐστίν, ἄρρεν δὲ ἡ φύσις; καὶ γὰρ αἱ ἀρεταὶ πᾶσαι προσρήσεις μὲν ἔχουσι γυναικῶν, δυνάμεις δὲ καὶ πράξεις ἀνδρῶν τελειοτάτων· ἐπειδὴ τὸ μετὰ τὸν θεόν, κἂν εἰ τῶν ἄλλων ἁπάντων πρεσβύτατον εἴη, δευτέραν ἔχον χώραν θῆλυ ὡς ἂν παρὰ ἄρρεν τὸ τὰ ὅλα ποιοῦν ἐλέχθη κατὰ τὴν πρὸς τἄλλα ὁμοιότητα· ἀεὶ γὰρ προνομίαν τοῦ ἄρρενος ἔχοντος ἐνδεῖ καὶ ὑστερίζει τὸ θῆλυ.