De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

φοιτήσας οὖν παρὰ γυναῖκα σοφήν, ᾗ σκέψις ὄνομα, τοῦ ζητεῖν ἀπηλλάγην· ἐδίδαξε γάρ με, ὅτι καὶ ζῶντες ἔνιοι τεθνήκασι καὶ τεθνηκότες ζῶσι. τοὺς μέν γε φαύλους ἄχρι γήρως ὑστάτου παρατείνοντας νεκροὺς ἔλεγεν εἶναι τὸν μετ’ ἀρετῆς βίον ἀφῃρημένους, τοὺς δὲ ἀστείους, κἂν τῆς πρὸς σῶμα κοινωνίας διαζευχθῶσι, ζῆν εἰσαεί, ἀθανάτου μοίρας ἐπιλαχόντας.

ἐπιστοῦτο μέντοι καὶ χρησμοῖς τὸν ἑαυτῆς λόγον, ἑνὶ μὲν τοιῷδε· „οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ, ζῆτε πάντες ἐν τῇ σήμερον“ (Deut. 4,4) — τοὺς γὰρ πρόσφυγας καὶ ἱκέτας τοῦ θεοῦ μόνους ζῶντας οἶδε, νεκροὺς δὲ τοὺς ἄλλους· ἐκείνοις δ’, ὡς ἔοικε, καὶ ἀφθαρσίαν μαρτυρεῖ διὰ τοῦ προσθεῖναι „ζῆτε ἐν τῇ σήμερον“.

σήμερον δ’ ἐστὶν ὁ ἀπέρατος καὶ ἀδιεξίτητος αἰών· μηνῶν γὰρ καὶ ἐνιαυτῶν καὶ συνόλως χρόνων περίοδοι δόγματα ἀνθρώπων εἰσὶν ἀριθμὸν ἐκτετιμηκότων· τὸ δ’ ἀψευδὲς ὄνομα αἰῶνος ἡ σήμερον. ἥλιος γὰρ οὐκ ἀλλαττόμενος ὁ αὐτός ἐστιν ἀεί, ποτὲ μὲν ὑπὲρ γῆς ποτὲ δὲ ὑπὸ γῆν ἰών, παρ’ ὃν ἡμέρα καὶ νύξ, τὰ αἰῶνος μέτρα, διεκρίθησαν —,