De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
πρότερον οὖν ἐγγυμνάσασθε καὶ [*](2 κληθῇς conicio αἰσχύνεις G σεαυτοῦ Mang.: ἑαυτοῦ codd. 4 ἐμφορηθήσεται G 4. 5 καὶ τὰ—ἐπισπάσεται oin. G 5 ἐπιλιγχμώμενος H 6 χάνδονος οἱ G λέγωσι G πίνων Turn.: πεινῶν codd. 7 χρήσει G 10 μεθυσθήσει ’ 11 μέμψαι H μέμψαιτ’ ἄν δὲ ὄντως G δεόντως G2) ante ἂν add. δὲ H οὗν Η: om. G 12 πορίμου „Mss.“ (Mang., qui ἀργυρισμοῦ coniecit) 17 τοῖς ἐν ἐμφανεῖ GH2: τοὺς ἐμφανεῖ H1, τῷ ἐμφανεῖ v, τοῖς ἐμφανέσι conicio 18 ὁποῖ᾿ Η ἅττα v 20 λέγομεν H (Mang.) οὑν H: μὲν οὖν G 22 ἐν Η: ἐκ G προεπιδείξασθε Η1 27 ἐγγυμνάσασθε H2: ἐνγυμνάσασθε G, ἐγυμνάσασθε H1v 27. 118,1 προεμμελετήσατε H2: προεμελετήσατε GH1v) [*](6 Hom. Od. φ 294.)
οὕτως καὶ τοῖς Λευίταις τὰ μὲν ἔργα ἐπιτελεῖν ἄχρι πεντηκονταετίας διείρηται (Num. 4,30 ss.), ἀπαλλαγεῖσι δὲ τῆς πρακτικῆς ὑπηρεσίας σκοπεῖν ἕκαστα καὶ θεωρεῖν, τῆς ἐν τῷ πρακτικῷ βίῳ κατορθώσεως γέρας λαβόντας ἕτερον βίον, ὃς ἐπιστήμῃ καὶ θεωρίᾳ μόνῃ χαίρει.
καὶ ἄλλως ἀναγκαῖον, τοὺς τῶν θείων ἀξιοῦντας μεταποιεῖσθαι δικαίων τὰ ἀνθρώπεια πρότερον ἐκπληρῶσαι· πολλὴ γὰρ εὐήθεια τῶν μειζόνων ὑπολαμβάνειν ἐφίξεσθαι ἀδυνατοῦντας τῶν ἐλαττόνων περιγίνεσθαι. γνωρίσθητε οὖν πρότερον τῇ κατ’ ἀνθρώπους ἀρετῇ, ἵνα καὶ τῇ πρὸς θεὸν συσταθῆτε. τοιαῦτα ὑφηγεῖται τῷ ἀσκητικῷ ἡ ὑπομονή,
τὰς δὲ λέξεις ἀκριβωτέον. „ἰδοὺ“ φησίν „Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι“ — ἀλλ’ οὐχ ὁ δρύινος καὶ ὑπ’ ἀμαθίας ἀπειθὴς τρόπος, ὄνομα Ἠσαῦ, ἐγκότως ἔχει καὶ τὰ τῆς θνητῆς ζωῆς προτείνων ἐπ’ ὀλέθρῳ δελέατα, χρήματα, δόξαν, ἡδονάς, τὰ συγγενῆ τούτοις, κατὰ σοῦ φονᾷ; — σὺ δέ, ὦ τέκνον, ἀπόδραθι τὸν ἐν τῷ παρόντι ἀγῶνα· οὔπω γὰρ εἰς τὸ παντελὲς ἐπιδέδωκέ σοι τὰ τῆς ῥώμης, ἀλλ’ ἔτι οἷα παιδὸς οἱ ψυχικοὶ τόνοι μαλθακώτεροι.
διὸ καὶ τέκνον αὐτὸν προσεῖπε, τὸ δ’ ἐστὶν εὐνοίας καὶ ἡλικίας ὄνομα ἐν ταὐτῷ· τὸν γὰρ ἀσκητικὸν τρόπον καὶ νέον παρὰ τὸν τέλειον καὶ φιλίας ἄξιον εἶναι τίθεμεν. ὁ δὲ τοιοῦτος ἱκανὸς μέν ἐστι τὰ προτιθέμενα παισὶν ἆθλα ἄρασθαι, τὰ δὲ ἀνδράσιν οὐδέπω δυνατός· ἀνδρῶν δὲ ἄριστον ἆθλον ἡ θεοῦ μόνου θεραπεία.