De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
κἂν ἐπ’ ἄκρατον μέντοι καὶ πολυτελεῖς τραπέζας ἴῃς, θαρρῶν ἴθι· τὸν γὰρ ἀκράτορα αἰσχυνεῖς διὰ τῆς σεαυτοῦ δεξιότητος. ὁ μὲν γὰρ πεσὼν ἐπὶ γαστέρα καὶ πρὸ τοῦ στόματος τὰς ἀπλήστους διοίξας ἐπιθυμίας ἀκόσμως ἐμφορήσεται καὶ τὰ τοῦ πλησίον ἐπισπάσεται καὶ πάντ’ ἐπιλιχμώμενος οὐκ ἐρυθριάσει· καὶ διακορὴς ἐδωδῆς ἐπειδὰν γένηται, χανδόν, ὡς οἱ ποιηταὶ λέγουσι, πίνων γέλωτα καὶ χλεύην παρέξει τοῖς ὁρῶσι.
σὺ δ’ ἄνευ μὲν ἀνάγκης χρήσῃ τοῖς μετρίοις, ἐὰν δέ που βιασθῇς εἰς πλειόνων ἀπόλαυσιν ἐλθεῖν, λογισμὸν τῆς ἀνάγκης ἐπιστήσας ἡγεμόνα τὴν ἡδονὴν εἰς ἀηδίαν οὐδέποτε ἐκτρέψεις, ἀλλ’, εἰ χρὴ τὸν τρόπον εἰπεῖν τοῦτον, νηφάλια μεθυσθήσῃ.
μέμψαιτ’ ἂν οὖν δεόντως ἡ ἀλήθεια τοῖς ἀνεξετάστως ἀπολείπουσι τὰς ἐν τῷ πολιτικῷ βίῳ πραγματείας καὶ πορισμοὺς καὶ δόξης καὶ ἡδονῆς καταπεφρονηκέναι λέγουσιν. ἀλαζονεύονται γάρ, οὐ καταφρονοῦσι, τὸ ῥυπᾶν καὶ σκυθρωπάζειν αὐστηρῶς τε καὶ αὐχμηρῶς ἀποζῆν δελέατα προτιθέντες, ὡς δὴ κοσμιότητος καὶ σωφροσύνης καὶ καρτερίας ἐρασταί.
τοὺς δ’ ἀκριβεστέρους ἀπατᾶν οὐ δύνανται διακύπτοντας εἴσω καὶ μὴ τοῖς ἐν ἐμφανεῖ παραγομένους. ταῦτα γὰρ προκαλύμματα ὄντα ἑτέρων ἀναστείλαντες, τὰ ἐναποκείμενα ἔνδον, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ἐθεάσαντο καί, εἰ μὲν εἴη καλά, ἐθαύμασαν, εἰ δὲ αἰσχρά, ἐχλεύασαν καὶ τῆς ὑποκρίσεως ἐμίσησαν.
λέγωμεν οὖν τοῖς τοιούτοις· τὸν ἄμικτον καὶ ἀκοινώνητον μονότροπόν τε καὶ μονωτικὸν βίον ζηλοῦτε; τί γὰρ τῶν ἐν κοινωνίᾳ καλῶν προεπεδείξασθε; ἀργυρισμὸν ἀποστρέφεσθε; γενόμενοι γὰρ χρηματισταὶ δικαιοπραγεῖν ἠθελήσατε; τῶν γαστρὸς καὶ μετὰ γαστέρα ἡδονῶν ἐπιμορφάζοντες ἀλογεῖν, ἡνίκα τὰς εἰς ταῦτα ἀφθόνους ὕλας εἴχετε, ἐμετριάσατε; δόξης καταφρονεῖτε; γενόμενοι γὰρ ἐν τιμαῖς ἀτυφίαν ἠσκήσατε; πολιτείαν ἐγελάσατε ὑμεῖς, ἴσως ὡς χρήσιμόν ἐστι τὸ πρᾶγμα οὐ κατανοήσαντες.