De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

συνενέχθητι τοῖς αὐτοῖς, οὐκ ἐπιτηδεύμασι λέγω, τοῖς δὲ τῶν εἰρημένων ποιητικοῖς, τιμαῖς, ἀρχαῖς, ἀργύρῳ, χρυσῷ, κτήμασι, χρώμασι, σχήμασι διαφόροις, κάλλεσι, καὶ ὅταν ἐντύχῃς, οἷα δημιουργὸς ἀγαθὸς εἶδος ἄριστον ταῖς ὑλικαῖς οὐσίαις ἐγχάραξον καὶ ἐπαινετὸν ἀποτέλεσον ἔργον.

ἢ οὐκ οἶδας, ὅτι ναῦν ἰδιώτης μὲν παραλαβὼν σῴζεσθαι δυναμένην ἀνατρέπει, κυβερνητικὸς δὲ ἀνὴρ καὶ τὴν ἀπολλυμένην πολλάκις ἔσωσε, καὶ τῶν καμνόντων οἱ μὲν ἀπειρίᾳ τῶν θεραπευόντων χρησάμενοι σφαλερῶς τὰ σώματα ἔσχον, οἱ δὲ ἐμπειρίᾳ καὶ τὰς σφαλερὰς νόσους ἀπέφυγον; καὶ τί δεῖ μηκύνειν; ἀεὶ γὰρ τὰ μετὰ τέχνης ἔλεγχός ἐστι τῶν σὺν ἀτεχνίᾳ γινομένων, καὶ ὁ τούτων ἀληθὴς ἔπαινος ἀψευδὴς ἐκείνων ἐστὶ κατηγορία.

ἐὰν οὖν θέλῃς διελέγξαι τὸν πολυχρήματον φαῦλον, μὴ ἀποστραφῇς τὴν ἐν χρήμασι περιουσίαν. ὁ μὲν γὰρ ἢ ἀνελεύθερος καὶ δουλοπρεπὴς ὀβολοστάτης καὶ τοκογλύφος, βαρυδαίμων ἀνήρ, ἀναφανεῖται ἢ ἔμπαλιν ἄσωτος πεφορημένος, λαφύττειν καὶ σπαθᾶν ἑτοιμότατος, ἑταιρῶν καὶ πορνοτρόφων καὶ μαστροπῶν καὶ παντὸς ἀκολάστου θιάσου χορηγὸς φιλοτιμότατος.

σὺ δὲ ἔρανον παρέξεις πένησι φίλων, χαριεῖ δωρεὰς τῇ πατρίδι, συνεκδώσεις θυγατέρας ἀπόροις γονεῦσιν αὐταρκεστάτην προῖκα ἐπιδούς, μονονοὺκ εἰς μέσον προθεὶς τὰ ἴδια καλέσεις ἐπὶ μετουσίαν ἅπαντας τοὺς ἀξίους χάριτος.

τὸν αὐτὸν μέντοι τρόπον καὶ δοξομανοῦντα καὶ ἐπικομπάζοντα βουληθεὶς ὀνειδίσαι μοχθηρόν, δυνηθεὶς ἔντιμος εἶναι μὴ ἀποστραφῇς τὸν παρὰ τοῖς πολλοῖς ἔπαινον· οὕτως γὰρ τὸν μακρὰ βαίνοντα καὶ φρυαττόμενον ἄθλιον ὑποσκελιεῖς. ὁ μέν γε τῷ ἐπιφανεῖ καταχρήσεται πρὸς ὕβριν καὶ ἀτιμίαν ἀμεινόνων ἑτέρων, αὔξων τοὺς χείρους ἐπ’ αὐτοῖς· σὺ δὲ ἔμπαλιν τοῖς ἀξίοις ἅπασι μεταδώσεις τῆς εὐκλείας, ἀσφάλειαν μὲν περιποιῶν τοῖς ἀγαθοῖς, βελτιῶν δὲ [*](2 ἐκφύγοις conicio παλαίσματα Η συνμενέγχθητι H2 4 σχήμασι om. G 5 ἐντύχῃς] ἐν in ras. H2 6 ἡ G 8 ἔσωσεν H 11 ἐστιν M 11. 12 γενομένων H 13 ἐθέλῃς conicio θέλοις ἐλέγξαι G 14 ἢ] εἰ ’ 16 ἀσωτίαις ἐμφορούμενος coni. Mang. φυλάττειν L 17 πορνοτρόφων codd. v 18 χαριεῖ scripsi: χάριτος G, χάριτας Η, χάριτας καὶ v 19. 20 αὐταρκέστατον L 20 ἐπιδιδοὺς v προσθεὶς Turn. 23 post μὴ habet οὑν Η1 ἀποστραφεὶς GH1 24 μακρὰν G 25 ἑταίρων H 26 αὐξῶν G αὐτούς conicio) [*](18 sqq. cf. „Philo und die kynisch-stoische“ p. 30 1.)

v.3.p.117
τοὺς χείρους νουθεσίᾳ.