De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
οὕτως γὰρ πραϋτόκοις ὠδῖσιν ἄρρενα γενεὰν ἀποκυήσεις, ὄνομα Ἰσμαήλ (ibid. 11), ἀκοαῖς θείαις σωφρονισθεῖσα· ἑρμηνεύεται γὰρ Ἰσμαὴλ ἀκοὴ θεοῦ. ἀκοὴ δ’ ὁράσεως τὰ δευτερεῖα φέρεται, ὅρασιν δὲ ὁ γνήσιος υἱὸς καὶ πρωτόγονος Ἰσραὴλ κεκλήρωται· μεταληφθεὶς γάρ ἐστιν ὁρῶν θεόν. ἀκούειν μὲν γὰρ καὶ ψευδῶν ὡς ἀληθῶν ἔνεστιν, ὅτι ἀπατηλὸν ἀκοή, ἀψευδὲς δ’ ὅρασις, ᾗ τὰ ὄντα ὄντως κατανοεῖται.
τὸν δὲ γεννηθέντα τρόπον χαρακτηρίζει διά τε τοῦ λέγειν ἀγροῖκον ἔσεσθαι, ὡς ἂν ἀγροικόσοφον, μήπω τῆς τιθασοῦ καὶ πολιτικῆς ὄντως μοίρας ἠξιωμένον — αὕτη δέ ἐστιν ἀρετή, δι’ ἧς πέφυκεν ἡμεροῦσθαι τὸ ἦθος —, καὶ διὰ τοῦ φάσκειν· „αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν“ (ibid. 12)· σοφιστοῦ γὰρ βούλημα τοῦτο τὸ λίαν σκεπτικὸν ἐπιμορφάζοντος καὶ λόγοις χαίροντος ἐριστικοῖς.
οὗτος καὶ πάντας βάλλει τοὺς ἀπὸ τῶν μαθημάτων, ἰδίᾳ τε ἑκάστῳ καὶ κοινῇ [*](2 τὸ e corr. G2, τὸ ex τὰ corr. H2 3 γεγεννημένος Η2 ἀγροῖκος . . . πολιτικὴ καὶ ἥμερος scripsi: ἄγροικον . . . πολιτικὴν καὶ ἥμερον codd. 4 ἐπίπληξιν Turn.: ἐπιπλήξεως codd. 6 ἐξ seclusi post ποῖ ras. in G, ποῦ conicio 8 νουθεσία Turn.: νουθεσίαν codd. τοῦ om. G 11 ποῖ G 12 πειθαρχείας H 17 πρωτοτόκοις Mang. 18 σωφρονισθεῖσαν Mang. 21 ἐστιν om. G, sed post θεὸν s. s. ἑρμηνεύεται G2 ἀληθῶς G2 Turn. 21. 22 ἔνεστι τί ἀπατηλὸν G 22 δ’ G2: om. G1H πάντως L 23 τοῦ] τὸ Turn. ἄγροικον H 24 τιθασοῦ scripsi: θιάσσου G, θείας H 25 δ’ ἐστὶν Η 26 τοῦ G(H2): τοῦ τὸ H1, τὸ Turn. 28 οὕτως H)