De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἀλλὰ καὶ τρίτον προσυπογράφει χαρακτῆρα φάσκων· "κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν κατοικήσει“ (ibid.), μονονοὺκ ἄντικρυς ἐπιδεικνύμενος τὴν ἀντιπρόσωπον διαμάχην καὶ ἀντίστασιν αἰώνιον. ἡ κυοφοροῦσα οὖν τὸν σοφιστὴν λόγον ψυχή φησι τῷ λαλοῦντι πρὸς αὐτὴν ἐλέγχῳ· „σὺ θεὸς ὁ ἐπιδών με“ (ibid. 13), ἴσον τῷ σὺ ποιητὴς εἶ τῶν ἐμῶν βουλημάτων καὶ ἐκγόνων, καὶ μήποτ’ εἰκότως·
ἐλευθέρων μὲν γὰρ καὶ ἀστῶν ὡς ἀληθῶς ψυχῶν ὁ ἐλεύθερος καὶ ἐλευθεροποιὸς δημιουργός, δούλων δὲ δοῦλοι· ἄγγελοι δ’ οἰκέται θεοῦ, νομιζόμενοι πρὸς τῶν ἔτ’ ἐν πόνοις καὶ δουλείαις ὑπαρχόντων θεοί. „διὰ τοῦτο“ φησίν "ἐκάλεσε τὸ φρέαρ φρέαρ οὗ ἐνώπιον εἶδον“ (ibid. 14).
ἀλλ’ οὐκ ἔμελλες, ὦ ψυχὴ προκόπτουσα καὶ τῇ τῶν ἐγκυκλίων ἐπιστήμῃ προπαιδευμάτων ἐμβαθύνουσα, καθάπερ διὰ κατόπτρου τῆς παιδείας τὸν αἴτιον τῆς ἐπιστήμης ἰδεῖν; οἰκειότατος δὲ καὶ ὁ τοῦ τοιούτου φρέατος τόπος „ἐν μέσῳ Κάδης καὶ Βαράδ“ (ibid. 14)· ἑρμηνεύεται δὲ Βαρὰδ μὲν ἐν κακοῖς, Κάδης δὲ ἁγία· μεθόριος γὰρ ἁγίων καὶ βεβήλων ὁ ἐν προκοπαῖς, ἀποδιδράσκων μὲν τὰ φαῦλα, μήπω δ’ ἱκανὸς ὢν τελείοις συμβιοῦν ἀγαθοῖς.
[*](2 ὡς om. Η 4 οὐκ s. s. G2, tum ras. 2 litt. 5 τὴν in ras. Η αἰώνιον] ἐναντίων coni. vel τῶν δογμάτων add. Mang. 8 ἐκγόνων] ἔργων coni. Mang. ἔτ᾿ om. Η 13 τῆ H2: om. GH1 15 τοῦ om. H 16 Κάδδης H 17 κακοῖς GH: κοινοῖς Turn. Κάδδης Η 19 φίλωνος περὶ φυγῆς καὶ εὐρέσεως subscribit G)