De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
τὸ "πόθεν οὖν ἔρχῃ“ πρὸς ἐπίπληξιν λέγεται τῆς ἀποδιδρασκούσης ψυχῆς τὴν ἀμείνω καὶ κυρίαν γνώμην, ἧς θεραπαινὶς οὐ λεγομένη μᾶλλον ἢ ἔργοις ὑπάρχουσα μέγα κλέος ἔμελλεν [ἐξ]οἴσεσθαι. „ποῖ δὲ καὶ πορεύῃ“; τὰ ἄδηλα μετατρέχεις, τὰ ὁμολογούμενα ἀπορρίψασα.
καλὸν οὖν αὐτὴν ἐπαινέσαι χαίρουσαν ἐπὶ νουθεσίᾳ· δείγματα δὲ τοῦ χαίρειν ἐξενήνοχε τό τε μὴ κατηγορῆσαι τῆς δεσποίνης καὶ τὸ τὴν αἰτίαν ἀναθεῖναι ἑαυτῇ τοῦ δρασμοῦ καὶ τὸ μὴ ἀποκρίνασθαι πρὸς τὸ δεύτερον πύσμα τὸ „ποῦ πορεύῃ;“ ἄδηλον γάρ, περὶ δὲ τῶν ἀδήλων ἐπέχειν ἀσφαλές
τε καὶ ἀναγκαῖον. ἀποδεξάμενος οὖν τῆς πειθαρχίας αὐτὴν ὁ ἔλεγχος „ἀποστάφηθι πρὸς τὴν κυρίαν σου“ φησί· λυσιτελὲς γὰρ τῇ μανθανούσῃ ἡ τῆς διδασκούσης ἐπιστασία καὶ τῇ ἀτελεῖ ἡ παρὰ φρονήσει δουλεία. ὅταν δ’ ὑποστρέψῃς, „ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς“ (ibid. 9) καλὴν ταπείνωσιν φρονήματος ἀλόγου καθαίρεσιν περιέχουσαν.