De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἀλλὰ μὴν περὶ τούτων καὶ αὖθίς ποτε ἐνέσται λέγειν, ὅταν ἐπιτρέπωσιν οἱ καιροί· νυνὶ δὲ — στοχαστέον γὰρ τοῦ μὴ μακρηγορεῖν — ἐπανιτέον ἐπὶ τὴν δι’ ὑπονοιῶν ἀπόδοσιν καὶ λεκτέον τὸ „πηγὴν ἀναβαίνειν καὶ ποτίζειν πᾶν τὸ πρόσωπον τῆς γῆς“ τοιοῦτον εἶναι·

τὸ ἡγεμονικὸν ἡμῶν ἐοικὸς πηγῇ δυνάμεις πολλὰς οἷα διὰ γῆς φλεβῶν ἀνομβροῦν, τὰς δυνάμεις ταύτας ἄχρι τῶν αἰσθήσεων [ὀργάνων], ὀφθαλμῶν, ὤτων, ῥινῶν, τῶν ἄλλων, ἀποστέλλει· αἱ δ’ εἰσὶ παντὸς ζῴου περὶ κεφαλὴν καὶ πρόσωπον. ποτίζεται οὖν ὥσπερ ἀπὸ πηγῆς τοῦ κατὰ ψυχὴν [*](1 alteriim αἱ om. H1 3 alt. καὶ in ras. Η2 4 ἀπὸ νοῦ G 5 ἧς H2: εἰς G(H1) 10 ταύτῃ coni. Mang. 13 ᾄδεται ia ras. Η2 24 μὴν Mρὶ scripsi: μ̀ν περὶ GH1, περὶ ἡ H2, περὶ μὲν v καὶ G: om. Η 28 ἀνομβροῦν Η2: ἀνομβρεῖ G(H1) 29 ἄχρι-ὀργάνων lin. 28 post φλεβῶν transpos. H αἰστηθησεων Turn.: αἰσθήσεως codd. (sed v. lin. 30 αἱ) ὀργάνων secl. Cohn 31 ποτίζεται G2: ποτίζετ’ G1H)

v.3.p.150
ἡγεμονικοῦ τὸ σώματος ἡγεμονικὸν πρόσωπον, τὸ μὲν ὁρατικὸν πνεῦμα τείνοντος εἰς ὄμματα, τὸ δὲ ἀκουστικὸν εἰς οὖς, εἰς δὲ μυκτῆρας τὸ ὀσφρήσεως, τὸ δ’ αὖ γεύσεως εἰς στόμα καὶ τὸ ἁφῆς εἰς σύμπασαν τὴν ἐπιφάνειαν.

εἰσὶ δὲ καὶ τῆς παιδείας πολύτροποι πηγαί, αἷς ὀρθοὶ καὶ τροφιμώτατοι λόγοι, καθάπερ στελέχη φοινίκων, παρανέβλαστον. „ἦλθον“ γάρ φησιν „εἰς Αἰλίμ, καὶ ἐν Αἰλὶμ ἦσαν δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα“ (Exod. 15, 27). Αἰλὶμ πυλῶνες ἑρμηνεύονται, εἰσόδου τῆς πρὸς ἀρετὴν σύμβολον· ὥσπερ γὰρ οἰκίας ἀρχαὶ πυλῶνες, καὶ ἀρετῆς τὰ ἐγκύκλια προπαιδεύματα.

τέλειος δ’ ἀριθμὸς ὁ δώδεκα, μάρτυς δ’ ὁ ζῳδιακὸς ἐν οὐρανῷ κύκλος, τοσούτοις κατηστερισμένος φωσφόροις ἄστροις· μάρτυς καὶ ἡ ἡλίου περίοδος· μησὶ γὰρ δώδεκα τὸν ἑαυτοῦ περατοῖ κύκλον, ἰσαρίθμους τε τοῖς ἐνιαυτοῦ μησὶ τὰς ἡμέρας καὶ νυκτὸς ὥρας ἄγουσιν ἄνθρωποι.

Μωυσῆς δ’ οὐκ ἐν ὀλίγοις ὑμνεῖ τὸν ἀριθμόν, δώδεκα φυλὰς τοῦ ἔθνους ἀναγράφων, ἄρτους δώδεκα τῆς προθέσεως νομοθετῶν, λίθους, ἐν οἷς αἱ γλυφαί, δώδεκα τῇ ἱερᾷ ἐσθῆτι τοῦ ποδήρους ἐνδύματος ἐπὶ τῷ λογίῳ συνυφαίνειν κελεύων (Exod. 28, 17 sqq.).