De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ὁρᾷς τὴν ἀφθονίαν τῶν κεχυμένων μεγάλων καὶ ἑτοίμων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν ἀγαθῶν; εἰκάζονται δὲ πόλεσι μὲν αἱ γενικαὶ ἀρεταί, διότι ἐπὶ πλεῖστον εὐρύνονται, οἰκίαις δ’ αἱ ἐν εἴδει — στέλλονται γὰρ εἰς [*](1 ἑαυτοὺς G: ἑαυτοῖς H ἂν αἰτίους scripsi: ἀναιτίους codd., ἀναιτίοις Turn., ἀναιτίων coni. Mang. 2 ἐκείνως conicio 3 παντελοῦς G2 4 ἀρχὴ τις v ἢ] ἡ Turn., om. Mang. δηλονότι G ἡ om. Turn. 5. 6 θεωρητά coni. Mang. 7 γὰρ G: οὖν H δ’ G: δὲ Η2, om. H1 16 ἐναργέστατα G(H1): ἐναργεστάτην Η2 18 σοι om. Turn. 21 οὐ κατεφύτευσας G: οὐκ ἐφύτευσας Η 22 μεγάλων om. G, fort. recte 24 πλείστων] Η1 ut vid. δὲ Η αἱ om. H1) [*](2 — 8 episl. 8,14: incrementa per naturam, quae divini habet gratiam muneris, consummationem et perfectionem deus dat . . . 8—14 Ambros. de fuga 8,45: illo fugiendum est, ubi pax, ubi retiuies ab operibus, ubi epulemur sabbatum magnum, sicut dixit Moyses: et erunt sabbata terrae vobis escae. epulatorium enim et plenum iocunditatis et tranquillitatis est requiescere in deo et eius delectationem videre.)

v.3.p.149
βραχύτερον αὗται κύκλον —, λάκκοις δὲ αἱ εὐφυεῖς ψυχαί, αἱ εὐπαράδεκτοι σοφίας ὡς ἐκεῖνοι ὕδατος, ἀμπελῶσι δὲ καὶ ἐλαιῶσιν αἱ προκοπαὶ καὶ αὐξήσεις καὶ καρπῶν γενέσεις· καρπὸς δ’ ἐπιστήμης ὁ θεωρητικὸς βίος, ἄκρατον εὐφροσύνην περιποιῶν ὡς ἀπ’ οἴνου καὶ νοητὸν φέγγος ὡς ἀπὸ φλογός, ἧς ἔλαιον τροφή.

Ταῦτα καὶ περὶ εὑρέσεως εἰπόντες μέτιμεν ἑξῆς ἐπὶ τὰ ἀκόλουθα τῆς ἐφόδου. „εὗρεν“ οὖν φησιν „αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος„ (Gen. 16, 7). λέγεται δὲ πολλαχῶς πηγή, ἕνα μὲν τρόπον ὁ ἡμέτερος νοῦς, ἕτερον δὲ ἡ λογικὴ ἕξις καὶ παιδεία, τρίτον δ’ ἡ φαύλη διάθεσις, τέταρτον ἡ σπουδαία καὶ ἐναντία ταύτης, πέμπτον αὐτὸς ὁ τῶν ὅλων ποιητὴς καὶ πατήρ.

τὰς δὲ τούτων πίστεις οἱ ἀναγραφέντες δηλοῦσι χρησμοί· τίνες οὖν εἰσιν, ἐπισκεπτέον. ᾄδεταί τις ἐν ἀρχῇ τῆς νομοθεσίας μετὰ τὴν κοσμοποιίαν εὐθὺς τοιόσδε· „πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6).

οἱ μὲν οὖν ἀλληγορίας καὶ φύσεως τῆς κρύπτεσθαι φιλούσης ἀμύητοι τὴν εἰρημένην εἰκάζουσι πηγὴν τῷ Αἰγυπτίῳ ποταμῷ, ὃς κατὰ πᾶν ἔτος ἀναχεόμενος λιμνάζει τὴν πεδιάδα, μονονοὺκ ἀντίμιμον οὐρανοῦ δύναμιν ἐπιδείκνυσθαι δοκῶν.

ὃ γὰρ χειμῶνος ταῖς ἄλλαις χώραις οὐρανός, τοῦτ’ Αἰγύπτῳ θέρους ἀκμάζοντος ὁ Νεῖλός ἐστιν· ὁ μὲν γὰρ ἄνωθεν ἐπὶ γῆν τὸν ὑετὸν ἀποστέλλει, ὁ δὲ κάτωθεν ἄνω, τὸ παραδοξότατον, ὕων ἄρδει τὰς ἀρούρας. ὅθεν ὁρμηθεὶς καὶ Μωυσῆς ἄθεον ἀνέγραψε τὸν Αἰγύπτιον τρόπον γῆν οὐρανοῦ προκρίνοντα καὶ τῶν ὀλυμπίων τὰ χερσαῖα καὶ ψυχῆς τὸ σῶμα.